ἡσυχάζοντάς τε καὶ τὸ ναυτικὸν θεραπεύοντας καὶ ἀρχὴν μὴ ἐπικτωμένους ἐν τῷ πολέμῳ μηδὲ τῇ πόλει κινδυνεύοντας ἔφη περιέσεσθαι· οἱ δὲ ταῦτά τε πάντα εἰς τοὐναντίον ἔπραξαν καὶ ἄλλα ἔξω τοῦ πολέμου δοκοῦντα εἶναι κατὰ τὰς ἰδίας φιλοτιμίας καὶ ἴδια κέρδη κακῶς ἔς τε σφᾶς αὐτοὺς καὶ τοὺς συμμάχους ἐπολίτευσαν, ἃ κατορθούμενα μὲν τοῖς ἰδιώταις τιμὴ καὶ ὠφέλεια μᾶλλον ἦν, σφαλέντα δὲ τῇ πόλει εἰς τὸν πόλεμον βλάβη καθίστατο. αἴτιον δὲ ἦν ὅτι ἐκεῖνος μὲν δυνατὸς ὢν τῷ τε ἀξιώματι καὶ τῇ γνώμῃ, χρημάτων τε διαφανῶς ἀδωρότατος γενόμενος κατεῖχε τὸ πλῆθος ἐλευθέρως καὶ οὐκ ἤγετο μᾶλλον ὑπʼ αὐτοῦ ἢ αὐτὸς ἦγε, διὰ τὸ μὴ κτώμενος ἐξ οὐ προσηκόντων τὴν δύναμιν πρὸς ἡδονὴν λέγειν, ἀλλʼ ἔχων ἐπʼ ἀξιώσει καὶ πρὸς ὀργὴν ἀντειπεῖν. ὁπότε γοῦν αἴσθοιτό τι αὐτοὺς παρὰ καιρὸν ὕβρει θαρσοῦντας, λέγων κατέπλησσεν ἐπὶ τὸ φοβεῖσθαι, καὶ δεδιότας αὖ ἀλόγως ἀντικαθίστη πάλιν ἐπὶ τὸ θαρσεῖν· ἐγίγνετο δὲ λόγῳ μὲν δημοκρατία, ἔργῳ δʼ ὑπὸ τοῦ πρώτου ἀνδρὸς ἀρχή. οἱ δʼ ὕστεροι ἴσοι μᾶλλον αὐτοὶ πρὸς ἀλλήλους ὄντες καὶ ὀρεγόμενοι τοῦ πρῶτος ἕκαστος γίγνεσθαι ἐτράποντο καθʼ ἡδονὰς τῷ δήμῳ τὰ πράγματα ἐνδιδόναι, ἐξ ὧν ἄλλα τε πολλὰ ὡς ἐν μεγάλῃ πόλει καὶ ἀρχὴν ἐχούσῃ ἡμαρτήθη καὶ ὁ ἐς Σικελίαν πλοῦς. εἶτα ἐπὶ τούτοις τὸ ἀκροτελεύτιόν ἐστι τοσοῦτον τῷ Περικλεῖ ἐπερίσσευσε τότε, ἀφʼ ὧν αὐτὸς προέγνω, καὶ πάνυ ἂν ῥᾳδίως περιγενέσθαι τὴν πόλιν Πελοποννησίων αὐτῶν τῷ πολέμῳ. ταῦθʼ ὑπὲρ τῆς Περικλέους προαιρέσεως καὶ πολιτείας ἁνὴρ διεξέρχεται, πρῶτον μὲν κατʼ αὐτὸν ἐκεῖνον γεγονὼς καὶ συγγεγονὼς, οὐχ ὥσπερ Πλάτων οὐδὲ ἰδὼν αὐτὸν φαίνεται· ἔπειτʼ οὐ φιλονεικίας ἕνεκεν οὐδεμιᾶς, οὐδʼ εἰς ἀγῶνος χρείαν, οὐδʼ εἰς ἓν ὃ προὔθετο πάντα ἀναφέρων, ἀλλʼ ἐν ἱστορίᾳ καὶ διηγήσει τἀληθὲς ἁπλῶς οὑτωσὶ παραδιδοὺς, ὥσπερ ὅταν περὶ τῆς Πελοποννησίων εἰσβολῆς, ἤ τινος ἄλλου τῶν ἐφʼ αὑτοῦ διηγῆται. εἰ μὲν τοίνυν ἠμφισβητεῖτο τῷ Θουκυδίδῃ περὶ τούτων, ἄλλος ἂν ἦν λόγος· διδόντας δὲ καὶ πειθομένους ἀναγκαίως τοιοῦτον γενέσθαι τὸν Περικλέα, ποῦ τῶν βλασφημιῶν τούτων εἰκὸς ἀξιοῦν, ὡς διάκονος ἀντὶ προστάτου καὶ τῶν ὀψοποιῶν οὐδὲν ἦν βελτίων οὐδʼ ἐπιτηδειότερος χρῆσθαι πόλει; πολλοῦ μέντἂν ἄξιον ἦν κολακεία, εἰ Περικλεῖ τοῦτʼ ἦν ἐπενεγκεῖν τὸ πρόσρημα· ἐπεὶ σὺ μὴ μόριον μόνον κολακείας αὐτῷ προσθῇς, ἀλλὰ καὶ πᾶσαν τὴν κολακείαν φέρων ἀνάθες, καὶ νὴ Δίʼ, εἰ βούλει, τὴν ἰδέαν αὐτὴν, ἐφʼ ἣν πάντα ἀνάγεις, ἐὰν δείξῃς ὡς ὅτῳ ταῦτα ὑπῆρχε, τῇ Θεαρίωνος καὶ Μιθαίκου τύχῃ συνεκεκλήρωτο, καὶ τούτων ἀντίστροφος ἦν τὰ πολιτικά. ἀλλʼ ἴσως οἱ κόλακες πρότερον τἀληθῆ φανοῦνται λέγοντες ἢ ἡμεῖς, εἴ τι τοιοῦτον ἐκείνῳ προφέρειν ἀξιοῖμεν. φέρε δὴ πόθεν αὐτῷ πᾶς οὗτος ὁ λόγος ὡρμήθη καὶ πόθεν εἰς τὰς βλασφημίας τὰς κατὰ τῶν ἀνδρῶν ἀφίκετο; ἴσως οὐ χεῖρον ὡς πρὸς παρόντα καὶ συνόντα ποιήσασθαι τοὺς λόγους, ἀναμιμνήσκοντας οὑτωσί· ἔφησθα μὴ χρῆναι τὸν ἀγαθὸν πολίτην τὰς ἐπιθυμίας ἐκ παντὸς τρόπου ζητεῖν ἀποπιμπλάναι, μήτʼ αὐτὸν ἑαυτοῦ μήτε τῶν πολιτῶν, μηδὲ τοῦτον ὅρον τῆς εὐδαιμονίας τίθεσθαι, ἀλλὰ τὰ βέλτιστα ἀντὶ τῶν ἡδίστων προαιρεῖσθαι· μηδὲ γὰρ εἶναι τὸ ἡδὺ πάντως ἀγαθὸν, μηδʼ αὖ τὸ ἀγαθὸν τοῦ ἡδέος χάριν, ἀλλὰ τὸ ἡδὺ τοῦ ἀγαθοῦ χρῆναι διώκειν. οὐ ταῦτα κυκλεῖς ἄνω καὶ κάτω; καλῶς γε ποιῶν, ὦ ἑταῖρε, τὸ σὸν δὴ τοῦτο, καὶ τἀληθῆ λέγων. οὐδεὶς ἀντερεῖ μέχρι τούτου, οὔκουν ὅστις γε μὴ κἀμοί. ὅρα δὴ, τάχα γὰρ ἄν τι καὶ ἀλλοῖον ἐκβαίη. Περικλέους μοι λέγεις, ὦ ἄριστε, βίον καὶ πολιτείαν, ὅταν ταῦτα λέγῃς, καὶ οὐκ ἐλέγχεις τὸν ἄνδρα, ἀλλʼ ἐπιψηφίζεις, ὡς αὐτὸς καλεῖς, καὶ παρὸν αὐτῷ χρῆσθαι μάρτυρι τῶν λόγων μεθίστης οὐκ οἶδʼ ὅπως εἰς τοὺς ἀντιδίκους τὸν ἄνδρα. ἃ γὰρ σὺ διδάσκεις τῷ λόγῳ, ταῦτʼ ἐπὶ τῶν ἔργων ἐκεῖνος δείξας πρότερος φαίνεται· ὥστʼ εἰ μηδὲν προσέθηκας, ἀλλʼ ἐν τούτοις ἔστης, πᾶς τις ἂν εὗρεν ἐκ τῶν εἰρημένων τὸν Περικλέα, ὥσπερ τοὺς ἀπὸ τῶν γνωρισμάτων ἐν τοῖς δράμασι. σκόπει γὰρ πάλιν ἐξ ἀρχῆς ὥσπερ νόμον. οὐ χρὴ τὰς ἐπιθυμίας θεραπεύειν οὐδʼ εἰς ἀπέραντον ἐᾶν προϊέναι, ἀλλὰ κρατεῖν τῶν ἡδονῶν τόν γε δὴ χρηστὸν καὶ σώφρονα, καὶ τοὺς πολίτας μὴ συνεθίζειν τὸ πλέον ζητεῖν ἔχειν. ὁ τοίνυν Περικλῆς οὕτως ἦν ἄπο πολλοῦ τοῦ δουλεύειν ταῖς ἐπιθυμίαις ἢ τὸ πρὸς ἡδονὴν ζητεῖν ἢ πρὸς πλεονεξίαν, ἀλλὰ μὴ πρὸς τὸ βέλτιστον ἄγειν, ὥστʼ ἀπʼ αὐτῶν τῶν ἐναντιωτάτων φαίνεται τὴν δόξαν λαβών. αὐτός τε γὰρ τοῦ πλείονος τοσοῦτον ὑπερεῖδεν, ὅσον πλεῖστον ἐξῆν, τῇ τε πόλει συνεβούλευε μήτʼ ἀρχὴν ἐπικτᾶσθαι μήτʼ ἔξω τῶν ἀναγκαίων μηδὲν πραγματεύεσθαι, ἀλλʼ ἡσυχαζούσῃ τὸν πόλεμον διαφέρειν. καίτοι ὅτε τὸν πόλεμον μεθʼ ἡσυχίας παρῄνει διαφέρειν, σχολῇ γʼ ἂν ἄλλως ἐπέτρεψε πολυπραγμονεῖν εἰκῆ. καὶ μὴν αὐτός τε ἐν τάξει ζῆν, οὐχ ὡς ἥδιστα, προείλετο, καὶ τὸν δῆμον εἴ ποτʼ αἴσθοιτο ὑβρίζοντα κατεῖχε. πῶς ἄν τις μᾶλλον τοῖς Πλάτωνος λόγοις πειθόμενος φανερὸς γένοιτο, εἰ χρὴ τοῖς Πλάτωνος φῆσαι πείθεσθαι τὸν τοσοῦτον πρότερον Πλάτωνος, ἢ πῶς ἂν Πλάτων μᾶλλον ἐλεγχθείη τἀναντία αὐτὸς ἑαυτῷ λέγων ἢ εἰ φαίνοιτο ἅμα τʼ ἀξιῶν μὴ πρὸς ἡδονὴν μηδʼ ἐν κόλακος μοίρᾳ τοῖς δήμοις ὁμιλεῖν, ἀλλὰ πρὸς τὸ βέλτιστον, καὶ Περικλέα κακίζων, ὃς οὐ πρὸς ἡδονὴν, ἀλλʼ ἀπὸ τῆς ὀρθοτάτης ἀεὶ γνώμης ὡμίλει; ὅμοιον γὰρ ἐμοὶ δοκεῖ ποιεῖν ὥσπερ ἂν εἰ προειπὼν τοῖς ἀνθρώποις ὅτι οὕτω χρὴ προΐστασθαι τῶν πόλεων, ὡς Περικλέα ποτὲ τῶν Ἀθηναίων ἑωρᾶτε, εἶτʼ ἀπηγόρευε πάλιν μὴ οὕτως ὥσπερ ἐκεῖνος προΐστασθαι. φαίνεται γὰρ βουλομένῳ σκοπεῖν ὀρθῶς κἀν τοῖς λόγοις κἀν τοῖς ἔργοις τὰ κεφάλαια τοῦ διαλόγου πεπληρωκὼς ἁνὴρ, λέγω τοῖς μὲν λόγοις οἷς διεξῄει πρὸς τὸ πλῆθος ἑκάστοτε, τοῖς δὲ ἔργοις ἅ τε αὐτὸς αὐτοῖς ἐπὶ τοῦ βίου τοῦ καθʼ ἡμέραν ἐπεδείκνυτο, ἄξια τῆς παρρησίας ταύτης καὶ κακῶν ὧν ἐπὶ τῶν ἐκείνου καιρῶν ἀπέσχετο ἡ πόλις. μέχρι μὲν γὰρ ἐδημηγόρει Περικλῆς καὶ καθεῖργε τὸ πλῆθος, οὔτʼ εἰς Σικελίαν ἀποστόλους ἔπεμπον Ἀθηναῖοι οὔτε μακροὺς καὶ ἀνηνύτους τοῦ πολέμου κύκλους περιεβάλλοντο, ἀλλὰ καὶ τοῦ τείχους ἔξω προϊέναι περίεργον ἐπείθοντο εἶναι καὶ οὐκ ἀσφαλὲς οὐδὲ εἰδότων τὰ ὑπάρχοντα σώζειν. ἐπειδὴ δὲ ἐτελεύτησεν ἐκεῖνος, ὠνειροπόλουν μὲν Σικελίαν, ἐφίεντο δὲ Ἰταλίας, ὠρέγοντο δὲ Καρχηδόνος καὶ Λιβύης, πάντας δὲ ἀνθρώπους περιεσκόπουν, ἤρκει δὲ οὐδὲν αὐτοῖς, μακροτέραν δὲ τοῦ πολέμου τὴν παρενθήκην ἐποιήσαντο. ὁ δὲ ταῦτα πείθων ἦν, ὦ Πλάτων τε καὶ Σώκρατες, ὁ ὑμέτερος κοινωνὸς μὲν οὐκ ἔστιν εἰπεῖν, ἑταῖρος δὲ καὶ αὐτὸς ἂν φαίης, μᾶλλον δὲ εἴρηκας. πῶς οὖν ἄν τις ταῦτα δικαίως κατηγοροίη Περικλέους, ἢ πῶς οὐκ ἀναγκαίως Ἀλκιβιάδου, ὅστις παραλαβὼν τὴν πόλιν εἰδυῖαν ἀκούειν συμβούλων εἶθʼ οὕτως ἐξέμηνε; Περικλῆς μὲν γὰρ οἶμαι Ἀναξαγόρᾳ συγγενόμενος βελτίων ἢ κατʼ ἐκεῖνον ἐγένετο, Ἀλκιβιάδης δʼ ἑταίρῳ χρώμενος Σωκράτει μικρὰ, μᾶλλον δʼ οὐδὲν ἀπώνατο τῆς συνουσίας. ὥστʼ οὐκ ἀνεκτὸν εἴ τις ἐκεῖνον ἐπαινῶν τούτῳ μέμφεται. Πλάτων τοίνυν ὥσπερ ἐξεπίτηδες ἐναντία τῶν ὄντων λέγων ἢ τοὺς θαυματοποιοὺς μιμούμενος οὐ μόνον Περικλέους κατηγόρηκεν ἃ μὴ προσῆκεν, ἀλλὰ καὶ δεινόν τί φησιν εἶναι, εἴ τις Ἀλκιβιάδην αἰτιάσεται τῶν αὐτῶν τούτων πραγμάτων. ἐκ δὲ τοῦ λόγου φαίνεται τῷ μὲν οὐδʼ ὁτιοῦν προσῆκον τῶν αἰτιῶν, τῷ δʼ οὐκ ἐλάχιστον μέρος. ὁ μὲν γὰρ ἡσυχάζοντάς τε καὶ τὸ ναυτικὸν θεραπεύοντας, τοῦτο δʼ ἦν τὰ ὑπάρχοντα σώζοντας, καὶ ἀρχὴν μὴ ἐπικτωμένους ἔφη περιέσεσθαι, ὁ δὲ τῶν τὰ πολλὰ πράττειν πεισάντων εἷς ἦν. ἐν οἷς ἄλλα τε πολλὰ καὶ ὁ εἰς Σικελίαν ἡμαρτήθη πλοῦς, ἐξ ὧν πλείους τῶν συμμάχων τοὺς πολεμίους ἐκτήσαντο καὶ τελευτῶντες ἀπήλλαξαν ὡς ἴσμεν. οὔκουν ὁ Περικλῆς ἦν ὁ ποιήσας οἰδεῖν καὶ ὕπουλον εἶναι τὴν πόλιν, οὐδὲ διʼ ὃν τῶν ἀρχαίων σαρκῶν, ὡς σὺ φῂς, ἐστερήθησαν, ἀλλʼ ὁ τὰς ἐπιθυμίας ἐπαύξων αὐτοῖς καὶ τοῖς τῶν Αἰγεσταίων χρήμασι δελεάζων καὶ τὴν Σικελικὴν τράπεζαν προξενῶν, ἅτε καὶ αὐτὸς ὢν τοιοῦτος καὶ μηδαμοῦ στῆναι τῶν ἐλπίδων ἐῶν τὸν δῆμον, ἀλλʼ ἀεὶ μακρότερʼ αὐτοῖς ὧν ἐβούλοντό τε καὶ ἐδέοντο ὑποτιθεὶς καὶ τἀναντία τῷ Περικλεῖ πολιτευόμενος, μετὰ τὴν ἐκείνου τελευτήν. οὐκοῦν πρίν τινα τῶν ἀντιπάλων ἑλεῖν, ἕνα τῶν φίλων θηρεύσας ἄγεις, καὶ πέπονθας ταυτὸν τῷ Πινδάρου Πηλεῖ, ὃς τῆς τε θήρας διήμαρτε καὶ τὸν Εὐρυτίωνα φίλτατον ὄντα ἑαυτῷ προσδιέφθειρε. τὸ δʼ αὐτὸ κἀν τοῖς ὕστερον οἶμαι Ἀδράστῳ τῷ Γορδίου φασὶ συμβῆναι. ἐγὼ τοίνυν περὶ μὲν Ἀλκιβιάδου τὰ νῦν οὐδὲν δέομαι λέγειν, ἀλλὰ καὶ τοῦθʼ ὑπʼ αὐτοῦ τοῦ λόγου προήχθην ἄκων εἰπεῖν· εἰ δὲ ἡ γεωμετρία καλὸν καὶ ἡ κατʼ αὐτὴν ἰσότης, καὶ δεῖ μὴ τούτων ἀμελεῖν, εὑρίσκω τὸν Περικλέα τὴν ἰσότητα κάλλιστα τιμήσαντα οὐ μόνον ἐν τοῖς