παραιτεῖσθαι μὲν οὐκ οἶδʼ ὅ τι δεῖ περὶ τῶν αὐτῶν πολλάκις, ἄλλως τε καὶ οὐ πρὸς ἄνδρας μέλλοντας ἐρεῖν μᾶλλον ἢ ὑπὲρ ἀνδρῶν καλῶν καὶ ἀγαθῶν, καὶ τούτων οὐκ ὀλίγων, οὐδὲ ἧττον παλαιῶν ἢ Πλάτων, ὅτι μὴ καὶ πρεσβυτέρων ἐκείνου, εἴ τῳ καὶ τοῦτʼ ἄξιον αἰδοῦς εἶναι δοκεῖ. παρέστη δέ μοι θαυμάσαι πολλάκις ἄλλα τε δὴ τῶν ἐν Γοργίᾳ καὶ τὴν κατηγορίαν ἣν ἐποιήσατο Μιλτιάδου καὶ Θεμιστοκλέους καὶ Περικλέους καὶ Κίμωνος, καὶ ταῦτʼ ἀφελῶς οὕτως καὶ ἀνειμένως, ὃ μηδʼ ἂν εἷς εἰκάσειε πρὶν διακοῦσαι τοῦ διαλόγου. πρῶτον μὲν γὰρ οὐδὲ τὸ πρᾶγμα ἐπηνάγκαζεν, οὐδʼ ἔχοι τις ἂν εἰπεῖν. νὴ Δία, ὁ γὰρ λόγος αὐτῷ διεφθείρετο μὴ τούτους κακῶς εἰπόντι· ἀλλὰ ἐξῆν καὶ χωρὶς τῆς βλασφημίας ταύτης περαίνειν τὴν ὑπόθεσιν. εἰ μὲν γὰρ τοῦτʼ εὐθὺς ἐξ ἀρχῆς προὔθετο καὶ τοῦτʼ ἐνεστήσατο ἐξετάσαι τοὺς Ἀθήνησι πολιτευσαμένους, ἐκ τοῦ πράγματος ἦν ἴσως καὶ περὶ τούτων λέγειν. νῦν δὲ τί φησὶ καὶ πρὸς τί προσῆγε τὸν λόγον; δύο ταύτας εἶναι παρασκευὰς περὶ σῶμα καὶ ψυχὴν, μίαν μὲν πρὸς ἡδονὴν ὁμιλεῖν, τὴν ἑτέραν δὲ πρὸς τὸ βέλτιστον· καὶ τὴν μὲν πρὸς ἡδονὴν ἀγεννῆ καὶ κολακείαν εἶναι, τὴν δὲ ἑτέραν σπουδαῖον καὶ καλόν. ὥστε τίς ἦν βλάβη τῷ λόγῳ μὴ τούτων τῶν ἀνδρῶν κακῶς ἀκουσάντων; καὶ μηδὲν μᾶλλον ἐκινδύνευε τό γε δή που πρὸς χάριν ἀντὶ τοῦ τὰ βέλτιστα λέγειν χρηστὸν νομισθῆναι, ἄλλως τε καὶ τοῦ Καλλικλέους ἀπειρηκότος ἤδη πολλάκις, ὡς αὐτὸς ἐνδείκνυται, καὶ τελευτῶντος εἰπόντος σὺ μὲν οὐκ οἶδʼ ὅντινά μοι τρόπον δοκεῖς εὖ λέγειν, ὦ Σώκρατες· πέπονθα δὲ τὸ τῶν πολλῶν πάθος, οὐ πάνυ σοι πείθομαι. οὐ γὰρ δὴ τοῦτό γε ἔστιν εἰπεῖν, ὡς εἰ ψέξειεν ἐκείνους, μᾶλλόν τι πείσειν αὐτὸν ἡγεῖτο καὶ προσάξεσθαι. τοὐναντίον γὰρ ἔμοιγε δοκεῖ μᾶλλον ἂν καὶ παροξῦναι καὶ πλέον θάτερον ποιῆσαι τῇ ʼκείνων βλασφημίᾳ, ὥστε οὕτω γʼ ἂν, ὅ φησιν αὐτὸς, ἀνεσόβει τὴν θήραν, καὶ ταῦθʼ ὅπερ ἐβούλετο δηλοῦν ἔχων ἤδη καὶ συνειληφώς. γνοίη δʼ ἄν τις ἐξ αὐτῶν τῶν ῥημάτων. προελθὼν γὰρ τοῦ λόγου, Ἆρʼ οὖν, φησὶν, οὕτως ἐπιχειρητέον ἡμῖν ἐστι τῇ πόλει καὶ τοῖς πολίταις θεραπεύειν, ὡς βελτίστους αὐτοὺς τοὺς πολίτας ποιοῦντας; πάνυ γʼ, εἴ σοι ἥδιον, φησὶν ὁ Καλλικλῆς. ὥσθʼ ὅτε ὡμολόγητο καὶ συγκεχώρητο ὑπὲρ οὗ πᾶς ἤνυστο λόγος καὶ πρὸς ὃ πάντα ταῦτʼ εἶχε τὴν ἀναφορὰν, τίς ἦν ἡ ζημία τῶν ἀνδρῶν μὴ προσκαθάπτεσθαι; νῦν δὲ ὥσπερ ὠδίνων καὶ περιβαλλόμενος κύκλῳ τὴν ἐπʼ ἐκείνους ὁδὸν οὕτως ἐπιβούλως ἐλθὼν ἐπὶ τοὺς λόγους φαίνεται. καὶ μὴν τὸ μὲν διάφορον οὐχὶ μικρόν. ἐκεῖνο μὲν γὰρ ἦν ὑπὲρ αὐτῆς τῆς ἀληθείας ἀγωνίζεσθαι, τοῦτο δὲ ἐγὼ μὲν οὐδέποτε ἂν φήσαιμι, ἄλλος δʼ ἄν τις εἴποι διαβάλλων οὐ πόρρω κακοηθείας εἶναι. καίτοι πῶς οὐκ ἄτοπον τοσοῦτον προέχοντα φιλανθρωπίᾳ καὶ μεγαλοψυχίᾳ τὴν τοῦ βασκαίνειν δοκεῖν παρέχειν λαβὴν ὅσα γε ἐκ τῶν λόγων; θαυμάζω δὲ εἰ κωμῳδίαν μὲν ἔξεστι ποιεῖν, κἂν μὴ ὀνομαστὶ κωμῳδεῖν ἐξῇ, πιστοῦσθαι δὲ οὐκ ἐνῆν τὸν λόγον, εἰ μή τινας εἶπε κακῶς ὀνομαστί. φέρε γὰρ πρὸς θεῶν, εἰ πρὸ τούτων τῶν ἀνδρῶν ἔτυχε γενόμενος, ἢ νὴ Δίʼ εἴ τις ἄλλος τῶν ὑπὲρ τούτους ἄνω τὸν αὐτὸν τοῦτον λόγον ἠγωνίζετο, ἆρʼ ἂν οἷός τʼ ἦν Μιλτιάδου κατηγορεῖν καὶ Θεμιστοκλέους καὶ τῶν μήπω γεγενημένων; οὐδαμῶς. ὅτε τοίνυν ἦσαν λόγοι τῷ πράγματι καὶ χωρὶς τῆς περὶ τούτων μνήμης, οὐ μετʼ ἀνάγκης ἤκουον οὗτοι κακῶς. ὅτι τοίνυν οὐδʼ ἀληθῆ κατʼ αὐτῶν εἴρηκεν, ἄνευ τοῦ μηδὲν προσήκειν βλασφημεῖν, εἰ καὶ τὰ μάλιστα ἐλέγχειν ἔμελλε, τοῦτʼ ἤδη πειράσομαι δεικνύναι. καὶ πρῶτον μὲν τὸν Περικλέα σκεψώμεθα, ἐπειδὴ καὶ πρῶτον ἐξετάζειν ἐκεῖνον ἐπεχείρησεν, εἰ ἄρα ἄξιος ἀνὴρ ἀκοῦσαι ταῦτα, ἢ τῶν ἰδίων ἕνεκα ἢ τῆς πολιτείας. ἐκεῖνος τοίνυν λέγεται βιῶναι μὲν οὕτως σεμνῶς ὥστε μηδὲν τῶν προφητῶν καὶ τῶν ἱερέων τὸν ἐκείνου βίον διαφέρειν, οὕτω δὲ εἶναι σώφρων ὥστε καὶ βαδίζειν τεταγμένα καὶ τὴν ὀρθὴν ὁδὸν σώζειν κατὰ τὴν παροιμίαν, διαίτης δὲ τάξιν τὴν μέσην προῃρῆσθαι, μήτε ὑπερήφανον μήτε ἀνελεύθερον, ὥσπερ τοὺς πρεσβυτάτους Ἀθηναίων ὁ Πλάτωνος ὑμνεῖ λόγος· δημοτικὸς δὲ ὢν τῇ προαιρέσει καὶ πράττων ὑπὲρ τοῦ πλήθους ἐναντία Θουκυδίδῃ πλεῖστον τῆς ἀγοραίου προπετείας καὶ κομψότητος ἀποσχεῖν, ὅς γε οὐδὲ γελῶν οὐδʼ ὑφʼ ἑνὸς πώποτε ὀφθῆναι, ἀλλὰ τῆς μὲν πολιτείας τῇ φυλακῇ καὶ τῷ τὸ ἴσον τοῖς ἄλλοις ἔχων ἀνέχεσθαι κοινὸς εἴπερ τις ἀνθρώπων εἶναι, τῷ δὲ ἀξιώματι τῆς γνώμης καὶ τῷ μὴ τῶν αὐτῶν ἡττᾶσθαι τοῖς πολλοῖς ὀλίγοις καταλιπεῖν ἐγγὺς ἐλθεῖν ἑαυτοῦ. χρημάτων τοίνυν τοσοῦτον γενέσθαι κρείττων ὥσθʼ ὅτι μὲν καὶ τοὺς ἀγροὺς ἠφίει τῇ πόλει, παρίημι, μή τις ἄρα εἴπῃ ὡς φόβῳ τῆς διαβολῆς εἶδεν αὐτό· ἐδόκει γὰρ ὥσπερ ἄλλο τι καὶ τοῦτο σύμβολον τοῦ Περικλέους εἶναι, τὸ ὑπερφρονεῖν χρημάτων. ὥστε καὶ αὐτὸς ποτὲ ἐν τῷ δήμῳ παρρησιαζόμενος καὶ λέγων περὶ τῶν αὑτῷ προσόντων ἀγαθῶν ἕν τι καὶ τοῦτο ἐν πρώτοις ἐτίθει τὴν περὶ ταῦτα μεγαλοψυχίαν. οὕτω δʼ ἦν παραπλήσιος κατὰ τὸν βίον καὶ τὴν πολιτείαν καὶ τοσοῦτον ἀπεῖχε τοῦ ζῆν πρὸς τὰς ἑτέρων ἡδονὰς ὥστε φασὶν οἱ γράψαντες περὶ αὐτοῦ διδασκάλου τάξιν πρὸς παῖδας πρὸς τοὺς Ἀθηναίους αὐτὸν ἔχειν, ὥστε ἀπόντος μὲν Περικλέους ἐν ἀταξίᾳ πολλῇ καὶ ῥαθυμίᾳ τὴν ἐκκλησίαν εἶναι πολλάκις, φανέντος δὲ εὐθὺς μεταβάλλεσθαι καὶ σωφρονίζεσθαι πρὸς τὴν ὄψιν, ὥσπερ δεδιότας μή τι γνοίη Περικλῆς ὧν ἡμάρτανον. ὃ δέ φασιν ὑπάρξαι Σωκράτει σοφιστῶν διαφερόντως, τοῦτʼ ἐκείνῳ δημαγωγῶν· ἐπαρθέντα μὲν γὰρ τὸν δῆμον καὶ μεῖζον φρονήσαντα δεινότατον εἶναι συστεῖλαι καὶ καθελεῖν, ἀθυμήσαντα δὲ καὶ ταπεινωθέντα ἀναγαγεῖν αὖ τοῖς λόγοις καὶ μεστὸν ἐλπίδων ποιῆσαι, ὥσπερ ἐκεῖνος εἰώθει περὶ τοὺς νέους ποιεῖν. συνελόντι δʼ εἰπεῖν σχῆμα τῆς πόλεως ἦν Περικλῆς, οὐ δουλεύειν ταῖς τῶν πολλῶν ἐπιθυμίαις, ἀλλʼ αὐτὸς ἄρχων τῶν πολλῶν, οὐδʼ ὅ τι δόξειεν ἐκείνοις, τοῦτο λέγειν ἀξιῶν, ἀλλʼ ὅ τι δόξειεν αὐτῷ, τοῦτʼ ἐκείνους πράττειν ἐπαναγκάζων· οὐδʼ ἐν κόλακος μοίρᾳ προσκείμενος, ἀλλʼ οὐδαμοῦ τοῖς κόλαξι πάροδον τὸ καθʼ αὑτὸν διδοὺς, τῇ μὲν χρηστότητι καὶ ταῖς ἐπιεικείαις ἐν πατρὸς ὢν τάξει τῷ δήμῳ, τῷ δὲ καθείργειν ἅπαντας καὶ πάνθʼ ὑφʼ αὑτὸν ἔχειν πλέον ἢ τύραννος. ἐξ ὧν, ὡς ἔοικεν, ἔξεστι σαφῶς ἰδεῖν ὅτι εἴ τις ἄλλος καὶ Περικλῆς ἑκὼν δίκαιος. οὐδαμοῦ γὰρ τὴν πλεονεξίαν ἀντὶ τῶν νόμων ἠγάπησεν, οὐδʼ ὅπως μείζων τῆς τάξεως ἔσται προὐνοήθη, παρὸν αὐτῷ μᾶλλον παντὸς Πεισιστράτου· ἀλλʼ ἦν παραπλήσιος κατέχοντι τὴν ἀκρόπολιν ἐπὶ τῷ σώζειν τοὺς νόμους καὶ τῷ πάντας εὖ ποιεῖν ἐκ μέσου. καίτοι εἰ τὸν Ἀρχέλαον κακίζεις ὡς ἄθλιον καὶ κακοδαίμονα, ὅτι οὐδαμόθεν προσῆκον αὐτῷ τὴν τυραννίδα ἐκτήσατο, ὑπερβὰς τὸ δίκαιον καὶ διαφθείρας οὓς ἥκιστα εἰκὸς ἦν, ᾧ γε ἐξὸν ἐκείνῳ ὁμοίως τυραννεῖν, εἴπερ ἐβούλετο, οὐ ταῦτα ἔδοξεν, ἀλλὰ τοὺς νόμους καὶ τὸ δίκαιον πλείονος ἄξια τοῦ κέρδους ἐποιήσατο, πῶς οὐ τούτῳ συγχαίρειν εἰκὸς ἦν; εἰ μὲν τοίνυν περὶ ἄλλου του πράγματος ἢ δόγματος συνέβαινεν εἶναι τὸν λόγον, οὐδʼ ἂν αὐτὸς ᾤμην δεῖν καταφεύγειν εἰς μάρτυρας, ἀλλʼ ἐπʼ ἐμαυτοῦ δεικνύναι τἀληθὲς ὅπως ἔχει· ἐπεὶ δὲ ὑπὲρ ἀνδρῶν πάλαι γεγενημένων ἐξέτασις πρόκειται, ποῖοί τινες ἦσαν καὶ τίνα τάξιν τῆς πολιτείας προείλοντο, δεῖ δή τινος, ὦ Πλάτων, καὶ μάρτυρος, ὦ τῶν μαρτύρων ὑπερορῶν, αὐτὸς δʼ οὐδέποτʼ ἂν φωραθεὶς οἶμαι προσχρώμενος οὐδενί. τοὺς μὲν οὖν ἄλλους ἅπαντας παραλείψω, πολλοὺς ἂν ἔχων εἰπεῖν, ἕνα δὲ ἀρκοῦντα παρέξομαι, Θουκυδίδην τὸν Ὀλόρου· ὃς οὐ μόνον τῇ τῶν λόγων δυνάμει καὶ σεμνότητι, ἀλλὰ καὶ τῇ τῶν πραγμάτων ἀκριβείᾳ πλεῖστον προέχειν τῶν συγγραφέων δοκεῖ. φέρε δὴ τί τῷ Περικλεῖ μαρτυρεῖ καὶ ποῖόν τινά φησι γενέσθαι τοὺς τρόπους αὐτὸν, καὶ πῶς ἄγειν τὸν δῆμον; ἡ γὰρ ἐκείνου φωνὴ γένοιτʼ ἂν ἡμῖν ὥσπερ ἂν εἰ αὐτὸν ἐν ὀφθαλμοῖς εἴχομεν τὸν Περικλέα καὶ συνόντες ἑωρῶμεν ὁποῖός τις ἦν. ὅσον τε γὰρ χρόνον προὔστη τῆς πόλεως ἐν τῇ εἰρήνῃ μετρίως ἐξηγεῖτο καὶ ὡς ἀσφαλῶς διεφύλαξεν αὐτὴν, καὶ ἐγένετο ἐπʼ αὐτοῦ μεγίστη· ἐπειδὴ δὲ ὁ πόλεμος κατέστη, ὁ δὲ φαίνεται καὶ ἐν τούτῳ προγνοὺς τὴν δύναμιν. ἐπεβίω δὲ δύο ἔτη καὶ ἓξ μῆνας· καὶ ἐπειδὴ ἀπέθανεν, ἐπὶ πλέον ἔτι ἐγνώσθη ἡ πρόνοια αὐτοῦ εἰς τὸν πόλεμον. ὁ μὲν γὰρ