τῶν φαυλοτάτων οἱ λόγοι. εἰσὶ δὲ οἳ καὶ τῶν ἐκείνου λόγων τῶν εἰς μνήμην ἡκόντων τούτους μάλιστα θαυμάζουσιν οἷς ἐνταῦθα καὶ περὶ τούτων κέχρηται. ὥστε πανταχῆ θείας δεῖν τῆς βοηθείας ὡς ἀληθῶς. ὥσπερ οὖν οἱ τὰς τῶν παρανόμων γραφὰς εἰσιόντες ἀπʼ αὐτῶν ὧν εἴρηκε τὴν ἀρχὴν ποιησόμεθα. ἔστι δὲ ταυτὶ δοκεῖ τοίνυν μοι, ὦ Γοργία, εἶναι ἐπιτήδευμα τεχνικὸν μὲν οὒ, ψυχῆς δὲ στοχαστικῆς καὶ ἀνδρείας καὶ φύσει δεινῆς προσομιλεῖν τοῖς ἀνθρώποις. καλῶ δὲ αὐτοῦ ἐγὼ τὸ κεφάλαιον κολακείαν. ταύτης μοι δοκεῖ τῆς ἐπιτηδεύσεως πολλὰ μὲν καὶ ἄλλα μόρια εἶναι, ἓν δὲ καὶ ὀψοποιικὴ, ὃ δοκεῖ μὲν εἶναι τέχνη, ὡς δʼ ὁ ἐμὸς λόγος, οὐκ ἔστι τέχνη, ἀλλʼ ἐμπειρία καὶ τριβή· ταύτης μόριον καὶ τὴν ῥητορικὴν ἐγὼ καλῶ καὶ τήν γε κομμωτικὴν καὶ τὴν σοφιστικὴν, τέτταρα ταῦτα μόρια ἐπὶ τέτταρσι πράγμασιν. εἰ οὖν βούλεται Πῶλος πυνθάνεσθαι, πυνθανέσθω, οὐ γάρ πω πέπυσται ὁποῖόν φημʼ ἐγὼ τῆς κολακείας μόριον εἶναι τὴν ῥητορικὴν, ἀλλʼ αὐτὸν λέληθα οὔπω ἀποκεκριμένος. ὁ δὲ ἐπανερωτᾷ εἰ οὐ καλὸν ἡγοῦμαι εἶναι· ἐγὼ δʼ αὐτῷ οὐκ ἀποκρινοῦμαι πρότερον εἴτε αἰσχρὸν εἴτε καλὸν ἡγοῦμαι τὴν ῥητορικὴν πρὶν ἂν πρῶτον ἀποκρίνωμαι ὅ ἐστιν. οὐ γὰρ δίκαιον, ὦ Πῶλε. ἀλλʼ εἴπερ βούλει πυνθάνεσθαι, ἐρώτα ὁποῖον μόριον τῆς κολακείας φημὶ εἶναι τὴν ῥητορικήν. ἐρωτῶ δὴ, καὶ ἀπόκριναί μοι ὁποῖον μόριον. ἆρʼ οὖν ἂν μάθοις ἀποκριναμένου; ἔστι γὰρ ἡ ῥητορικὴ κατὰ τὸν ἐμὸν λόγον πολιτικῆς μορίου εἴδωλον. τί οὖν; καλὸν ἢ αἰσχρὸν λέγεις αὐτὴν εἶναι; αἰσχρὸν ἔγωγε. τὰ γὰρ κακὰ αἰσχρὰ καλῶ, ἐπειδὴ δεῖ σοι ἀποκρίνασθαι ὡς ἤδη εἰδότι ὃ λέγω. μὰ τὸν Δία, ὦ Σώκρατες, ἀλλʼ ἔγωγε οὐδὲ αὐτὸς συνίημι ὅ τι λέγεις. εἰκότως γε, ὦ Γοργία. οὐδὲν γάρ πω σαφὲς λέγω. Πῶλος δὲ ὅδε νέος ἐστὶ καὶ ὀξύς. ἀλλὰ τοῦτον μὲν ἔα, ἐμοὶ δὲ εἰπὲ πῶς λέγεις πολιτικῆς μορίου εἴδωλον εἶναι τὴν ῥητορικήν. ἀλλʼ ἐγὼ πειράσομαι φράσαι ὅ γέ μοι φαίνεται εἶναι ἡ ῥητορική· εἰ δὲ μὴ τυγχάνει ὂν τοῦτο, Πῶλος ὅδε ἐλέγξει. σῶμά που καλεῖς τι καὶ ψυχήν; πῶς γὰρ οὔ; οὐκοῦν καὶ τούτων οἴει τινὰ εἶναι ἑκατέρου εὐεξίαν; ἔγωγε. τί δέ; δοκοῦσαν μὲν εὐεξίαν, οὖσαν δʼ οὔ; οἷον τοιόνδε λέγω· πολλοὶ δοκοῦσιν εὖ ἔχειν τὰ σώματα, οὓς οὐκ ἂν ῥᾳδίως αἴσθοιτό τις ὡς οὐκ εὖ ἔχουσιν ἀλλʼ ἢ ἰατρός τε καὶ τῶν γυμναστικῶν τις. ἀληθῆ λέγεις. τὸ τοιοῦτον λέγω καὶ ἐν σώματι εἶναι καὶ ἐν ψυχῇ, ὃ ποιεῖ μὲν δοκεῖν εὖ ἔχειν τὸ σῶμα καὶ τὴν ψυχὴν, ἔχει δὲ οὐδὲν μᾶλλον. ἔστι ταῦτα. φέρε δή σοι ἐὰν δύνωμαι σαφέστερον ἐπιδείξω ὃ λέγω. δυοῖν ὄντων τῶν πραγμάτων δύο λέγω τέχνας. τὴν μὲν οὖν ἐπὶ τῇ ψυχῇ πολιτικὴν καλῶ, τὴν δʼ ἐπὶ τῷ σώματι μίαν μὲν οὕτως ἀνομάσαι οὐκ ἔχω σοι, μιᾶς δὲ οὔσης τῆς τοῦ σώματος θεραπείας δύο μόρια λέγω, τὴν μὲν γυμναστικὴν, τὴν δὲ ἰατρικήν. τῆς δὲ πολιτικῆς ἀντίστροφον μὲν τῇ γυμναστικῇ τὴν νομοθετικὴν, ἀντίστροφον δὲ τῇ ἰατρικῇ τὴν δικαιοσύνην. ἐπικοινωνοῦσι μὲν δὴ ἀλλήλαις ἅτε περὶ τὸ αὐτὸ οὖσαι ἑκατέρα τούτων, ἥ τε ἰατρικὴ τῇ γυμναστικῇ καὶ ἡ δικαιοσύνη τῇ νομοθετικῇ. ὅμως δὲ διαφέρουσί τι ἀλλήλων. τεττάρων δὲ τούτων οὐσῶν καὶ ἀεὶ πρὸς τὸ βέλτιστον θεραπευουσῶν, τῶν μὲν τὸ σῶμα, τῶν δὲ τὴν ψυχὴν, ἡ κολακευτικὴ αἰσθομένη, οὐ γνοῦσα λέγω, ἀλλὰ στοχασαμένη, τέτραχα ἑαυτὴν διανείμασα, ὑποδῦσα ἕκαστον τῶν μορίων προσποιεῖται εἶναι τοῦτο ὅπερ ὑπέδυ, καὶ τοῦ μὲν βελτίστου οὐδὲν φροντίζει, τῷ δὲ ἡδίστῳ θηρεύει τὴν ἄνοιαν καὶ ἐξαπατᾷ, ὥστε δοκεῖν πλείστου ἀξίαν εἶναι. ὑπὸ μὲν οὖν τὴν ἰατρικὴν ἡ ὀψοποιικὴ ὑποδέδυκε καὶ προσποιεῖται τὰ βέλτιστα σιτία τῷ σώματι εἰδέναι, ὥστʼ εἰ δέοι ἐν παισὶ διαγωνίζεσθαι ὀψοποιόν τε καὶ ἰατρὸν ἢ ἐν ἀνδράσιν οὕτως ἀνοήτοις ὥσπερ οἱ παῖδες, πότερος ἐπαΐει περὶ τῶν χρηστῶν σιτίων καὶ πονηρῶν, ὁ ἰατρὸς ἢ ὁ ὀψοποιὸς, λιμῷ ἂν ἀποθανεῖν τὸν ἰατρόν. κολακείαν μὲν οὖν αὐτὸ καλῶ καὶ αἰσχρόν φημι εἶναι τὸ τοιοῦτον, ὦ Πῶλε, τοῦτο γὰρ πρὸς σὲ λέγω, ὅτι τοῦ ἡδέος στοχάζεται ἄνευ τοῦ βελτίστου. τέχνην δὲ αὐτὴν οὔ φημι εἶναι, ἀλλʼ ἐμπειρίαν, ὅτι οὐκ ἔχει λόγον οὐδένα ᾧ προσφέρει, ὁποῖʼ ἄττα τὴν φύσιν ἐστὶν, ὥστε τὴν αἰτίαν ἑκάστου μὴ ἔχειν εἰπεῖν· ἐγὼ δὲ τέχνην οὐ καλῶ ὃ ἂν ᾖ ἄλογον πρᾶγμα. τούτων δὲ πέρι εἰ ἀμφισβητεῖς, ἐθέλω ὑποσχεῖν λόγον. τῇ μὲν οὖν ἰατρικῇ, ὥσπερ λέγω, ἡ ὀψοποιικὴ κολακεία ὑπόκειται, τῇ δὲ γυμναστικῇ κατὰ τὸν αὐτὸν τρόπον ἡ κομμωτικὴ, κακοῦργος καὶ ἀπατηλὴ καὶ ἀγεννὴς καὶ ἀνελεύθερος, σχήμασι καὶ χρώμασι καὶ λειότητι καὶ ἐσθῆτι ἀπατῶσα, ὥστε ποιεῖν ἀλλότριον κάλλος ἐφελκομένη τοῦ οἰκείου διὰ τῆς γυμναστικῆς ἀμελεῖν. ἵνα οὖν μὴ μακρολογῶ, ἐθέλω σοι εἰπεῖν, ὥσπερ οἱ γεωμέτραι, ἤδη γὰρ ἂν ἴσως ἀκολουθήσαις, ὅτι ὃ κομμωτικὴ πρὸς γυμναστικὴν, τοῦτο σοφιστικὴ πρὸς νομοθετικὴν, καὶ ὃ ὀψοποιικὴ πρὸς ἰατρικὴν, τοῦτο ῥητορικὴ πρὸς δικαιοσύνην. ἐνταῦθα ἀπόδειξις μὲν οὐδʼ ἡτισοῦν ἔνεστιν οὐδʼ ἔλεγχος ἀνάγκῃ προεληλυθὼς, ὑπόκειται δʼ ἁπλῶς ὥσπερ ἐξὸν, οὗ πολὺς ἦν ἱδρὼς πρότερον· οὐδὲν διαφερόντως ἢ εἰ χάριν ᾔτει τοὺς ἀκούοντας ταῦτα συγχωρῆσαι. καίτοι εἰ τὰ ζητούμενα ὡς ὁμολογούμενα ὑποτίθεσθαι γέλως, πῶς εἰκὸς ἅ γε ζητεῖν γέλως, ταῦτʼ ἐξ ἀρχῆς ὑποτίθεσθαι; πῶς γὰρ οὐ γέλως εἰ τῆς αὐτῆς φύσεως ῥητορικὴ καὶ ὀψοποιικὴ ζητεῖν; ὁ δʼ ὥσπερ ὁμολογούμενον εἴληφεν αὐτό. γνοίη δʼ ἄν τις ἐκείνως, εἰ τὸ τῆς ῥητορικῆς ὄνομα ἐξελὼν τὸ τῆς φιλοσοφίας ἀντʼ ἐκείνου μεταλάβοι καὶ ἐπὶ τούτῳ πᾶσι τοῖς αὐτοῖς χρήσαιτο. καὶ μηδεὶς μήτε ἀγροικίαν μήτε ψυχρότητα καταγνῷ τοῦ λόγου. μάλιστα μὲν γὰρ οὐ δή που δυοῖν ἐπιστήμαιν ἢ δυνάμεοιν τοῖς μὲν τὴν ἑτέραν προϊσταμένοις, οὐδʼ ἂν ὁτιοῦν βλασφημῶσιν εἰς τοὺς ἑτέρους, οὐδὲν ἄγροικον ὑπεῖναι φήσομεν, τοῖς δʼ οὐδὲ τοῖς αὐτοῖς ἀμύνεσθαι δώσομεν· ἔπειτʼ οὐ τοῦ φορτικοῦ χάριν εἰρήσεται, ἀλλὰ τῆς ἀποδείξεως, ἣν οὐδαμοῦ τούτοις εἶναι φαμέν. οὐκοῦν ὡδὶ γίγνεται δοκεῖ τοίνυν μοι, ὦ Γοργία, εἶναι ἐπιτήδευμα τεχνικὸν μὲν οὒ, ψυχῆς δὲ στοχαστικῆς καὶ ἀνδρείας, καὶ φύσει δεινῆς προσομιλεῖν τοῖς ἀνθρώποις. καλῶ δὲ αὐτοῦ ἐγὼ τὸ κεφάλαιον κολακείαν. ταύτης μοι δοκεῖ τῆς ἐπιτηδεύσεως πολλὰ μὲν καὶ ἄλλα μόρια εἶναι, ἓν δὲ καὶ ἡ ὀψοποιικὴ, ὃ δοκεῖ μὲν εἶναι τέχνη, ὡς δʼ ὁ ἐμὸς λόγος, οὐκ ἔστι τέχνη, ἀλλʼ ἐμπειρία καὶ τριβή· ταύτης μόριον καὶ τὴν ῥητορικὴν ἐγὼ καλῶ καὶ τήν γε κομμωτικὴν καὶ τὴν σοφιστικὴν, τέτταρα ταῦτα μόρια ἐπὶ τέτταρσι πράγμασι. καὶ διὰ πάντων δὴ τῶν εἰρημένων, εἴ τις οὕτως ἅπαντα τἄλλα κατὰ χώραν ἐῶν τὴν ῥητορικὴν εἰς τὴν φιλοσοφίαν μεταλαμβάνοι, συμβαίνει δή που μηδὲν ἐμποδίζεσθαι τά γε ῥήματα. ἀλλʼ οὔτε τοῦτο ὑγιαίνοντος, οἶμαι, οὔτʼ ἐκεῖνο ἀποδεικνύντος. οὔτε γὰρ φιλοσοφίας τῶν ὀψοποιίας ὀνειδῶν οὐδὲν ἅψεται δήπουθεν, ἕως ἂν ἄλλο τι τὴν φύσιν ᾖ, οὔθʼ οἷς ὀψοποιικὴν κακίζει τις ἐξελέγχει ῥητορικὴν, ἕως ἂν μὴ δείξῃ τὴν ἀνάγκην, ὑφʼ ἧς ταῦτα ὁμοίως ἔχει, πλὴν εἰ τοῦτʼ αὐτὸ ἱκανὸν ἡγήσατο εἰς ἀνάγκην περιστῆσαί τινα τοῦ πῶς ὀψοποιικὴ ῥητορικῆς κεχώρισται λέγειν. καίτοι τοῦτο ὀκνῶ μὲν εἰπεῖν, οὐκ ἔχω δὲ μαθεῖν ὡς οὐχ ὑβρίζοντός ἐστιν. ὅμως δʼ ἔγωγε ὑποστήσομαι τοῦτο τὸ ἄτοπον. καὶ γὰρ ὡς ἀληθῶς ἐστι δεινότερον καὶ ἀτοπώτερον, εἰ μᾶλλον ὁ πειρώμενος ὡς οὐκ αἰσχρὸν ῥητορικὴ διδάσκειν αἰσχύνεται ἢ ὁ τολμήσας πρῶτον ἐν αἰσχροῦ μοίρᾳ ψέγειν. πρῶτον μὲν οὖν εἰ τὰ μάλιστα μὴ τέχνην εἶναι δοίημεν αὐτὴν, ὅπερ ὡς ἕρμαιον στρέφει παρʼ ὅλον τὸν λόγον, τί μᾶλλον αἰσχρόν γʼ εἶναι συγχωρησόμεθα; εἰ μὲν γὰρ ἦν ἀναγκαίως ἅπαν τὸ μὴ τέχνῃ γιγνόμενον κακὸν, ἢ τοῦ μηδενὸς ἄξιον, ἦν τι προὔργου· νῦν δʼ οὐδείς ἐστιν ὅστις οὐκ ἂν συμφήσαι τὸ μὴ οὐ τὰ μέγιστʼ ἀνθρώποις καὶ κάλλιστʼ ἐκ θεῶν ἅμα τε ἔξω τέχνης εἶναι καὶ τέχνης κρείττω, καὶ τοῦθʼ οὕτω παρὰ πᾶσιν ἀνθρώποις καὶ δεξιοῖς καὶ πολλοῖς κεκράτηκεν ὥσθʼ ὅσα μὲν τῶν ἑπτὰ σοφῶν κληθέντων οὕτως ἐν τοῖς πᾶσιν ὄντων εὐαριθμήτων εἶπέ τις ἢ συνεβούλευσεν, ἢ τῶν ἄλλων οὓς ἐπὶ παιδείᾳ θαυμάζομεν ὡς πρώτους, οὐδεὶς προστίθησι θεῷ, ἀλλὰ τὸ τοῦ ἀνδρὸς ὄνομα ἑκάστοις ἐπιφημίζεται ἃ δʼ ἂν αἱ Πυθοῖ προμάντεις φῶσιν, ἐπειδὰν ἐκστῶσιν ἑαυτῶν, ταῦθʼ ὡς ὁ Πύθιος εἶπε καὶ Πλάτων καὶ ἅπαντες λέγουσι καίτοι τίνα ἐπίστανται δή που τέχνην τότε, αἵ γε οὐχ οἷαί τέ εἰσι φυλάττειν οὐδὲ μεμνῆσθαι; καίτοι μικρὰ μὲν ἡ πάντας εἰδυῖα λόγους ἀνθρωπίνους ἰατρικὴ καὶ κρείττων ὀψοποιικῆς πρὸς τὰς ἐκ Δελφῶν, οἶμαι, δύναται λύσεις, ὅσαι καὶ ἰδίᾳ καὶ κοινῇ καὶ νόσων καὶ παθημάτων ἁπάντων ἀνθρώποις ἐφάνθησαν, μικρὰ δʼ ἡ κατʼ αὐτὴν ἑστηκυῖα δικαιοσύνη, κρίσεως ἕνεκα πραγμάτων καὶ συμβουλῆς. τί δὲ ἐροῦσι σύμπαντες οἱ γυμνασταὶ, δυοῖν καὶ τριῶν λογίων οὐχ ἡττᾶσθαι σφῶν πᾶσαν τὴν ἐπιστήμην, εἴπερ ἕν γε τοῦτʼ ἐπίστανται βραχὺ σωφρονεῖν; τί δὲ ἡ σεμνή σοι νομοθετικὴ καὶ τὰ μεγάλα ἀνθρώποις εὑρίσκουσα; οἶμαι μὲν παραχωρήσεται, μᾶλλον δὲ πάλαι παρεχώρησε ταῖς