ἀπὸ τοῦ τρίποδος γυναιξί. βαδίζουσί γε εἰς Δελφοὺς καὶ πυνθάνονται περὶ τῶν πολιτειῶν. καὶ τότε τοὺς νόμους τίθενται πρὸς τὴν ἐλθοῦσαν παρὰ τῆς Πυθίας φωνὴν ἀπὸ Λυκούργου πρώτου, τὸν μετὰ πολλοὺς εἰ δεῖ πρῶτον εἰπεῖν χάριν τοῦ λόγου. οὔκουν φασί γʼ ἐκεῖνον οὐδὲν θεῖναι Λακεδαιμονίοις ἄνευ τῆς παρὰ τοῦ θεοῦ φωνῆς, ἀλλʼ ὅμως οὐκ ἐπειδὴ Λυκοῦργος ὁ τῶν Ἑλλήνων ἄριστος ἔθηκεν, οὐ διὰ τοῦθʼ ὁ θεὸς δόξαν εἴληφε τεθεικέναι τοὺς νόμους, ἀλλʼ ὁ μὲν Λυκοῦργος ἄριστος ὢν τῶν Ἑλλήνων ἐμαρτύρει τὰ τῆς οὐδὲν ἰδίᾳ γιγνωσκούσης Πυθίας νικᾶν, ἡ δὲ ἀπεκρίνατο ὡς ἐδόκει τῷ θεῷ, ὁ δὲ τῷ παρὰ τὴν Πυθίαν μέρει τὴν δόξαν εἴληφε τὴν ἐπὶ τοῖς νόμοις. καίτοι οὔτʼ ἐπιστήμην τινʼ ἔχουσι περιττοτέραν παρὰ τοὺς ἄλλους ἀνθρώπους αὗται αἱ γυναῖκες οὔτʼ εἴ τι καὶ γιγνώσκουσιν, ἀφʼ ὧν πεπαίδευνται καὶ προΐσασι λέγουσιν, ἀλλʼ ὡς ἂν κινηθῶσιν ἑκάστοτε ὑπὸ τοῦ κρείττονος, πέμπουσι πανταχοῖ γῆς, εἰς Ἰωνίαν, εἰς Πόντον, εἰς Κυρήνην, ἐπʼ ἔσχατα τῆς γῆς· οὐδʼ εἴ τις εἴσεισιν ὡς αὐτὰς ἢ πεύσεται προΐσασι πρὸ τῆς ἑσπέρας καὶ τῆς ἐπὶ τοῦ τρίποδος καθέδρας, ὡς ἔπος εἰπεῖν. ἀλλʼ ἀρτίως ἀγνοοῦσαι καὶ τὰ τῶν γειτόνων ἐξαίφνης τὰ πάντων ἀνθρώπων ἴσασι καὶ δημηγοροῦσι παρὰ τῷ θεῷ καὶ πολιτεύονται τὰ κοινὰ τῆς γῆς καὶ πάσαις ταῖς ἐπιστήμαις καὶ τέχναις ἡγεμόνες τοῦ τί δεῖ ποιεῖν ἢ λέγειν καθίστανται. καὶ οὐδὲ Πλάτων αὐτὰς παρέρχεται. ἀλλὰ καὶ οὗτος ἀξιοῖ τὴν Πυθίαν ἐρωτᾶν ὁπόταν πολιτεύηται καὶ νομοθετῇ, καὶ τότε φησὶ δεῖν ποιεῖν, ἐὰν καὶ ἡ Πυθία συναναιρῇ, πρότερον δὲ οὐ θαρρεῖ. εἶεν· αὕτη μὲν ἐκ Δελφῶν ἡ μαρτυρία τῷ λόγῳ καὶ παρὰ Ἀπόλλωνος τοῦ Πυθίου· τὰς δʼ ἐν Δωδώνῃ τί φήσεις ἱερείας, αἳ τοσαῦτα ἴσασιν ὅσʼ ἂν τῷ θεῷ δοκῇ καὶ μέχρι τοσούτου μέχρι ἂν δοκῇ; καίτοι οὔτε πρότερόν τινα τοιαύτην εἶχον ἐπιστήμην, πρὶν εἰσελθεῖν ἐπὶ τὴν τοῦ θεοῦ συνουσίαν, οὔθʼ ὕστερον οὐδὲν ὧν εἶπον ἴσασιν, ἀλλὰ πάντες μᾶλλον ἢ ʼκεῖναι. ὥσθʼ οἱ μὲν ἀγνοοῦντες καὶ πυθόμενοι παρʼ αὐτῶν μεμαθήκασιν, αἱ δὲ εἰποῦσαι τί χρὴ ποιεῖν οὐκ ἴσασιν οὐδʼ αὐτὸ τοῦτο ὅτι εἰρήκασιν. οὐκοῦν ἐκ Διὸς ἂν ταύτην τὴν μαρτυρίαν τιθεὶς οὐκ ἂν ἁμαρτάνοις. ταὐτὰ δὲ ταῦτα λέγω καὶ περὶ τῶν ἐν Κλάρῳ καὶ περὶ τῶν ἐν Ἄμμωνος καὶ πάντων ὅσοι περὶ χρηστήρια ὁμοίως ἄνδρες καὶ γυναῖκες. καίτοι πότερον τούτους ἅπαντας καὶ ταύτας πάσας ἐρωτήσομεν τὸν λόγον, ᾧ χρώμενοι ταῦτα συμβουλεύουσι; καὶ πῶς σωφρονεῖν δόξομεν; ἢ τοῦ μηδενὸς ἄξια καὶ κολακείαν ταῦτʼ εἶναι φήσομεν, ἐπειδήπερ οὐκ ἔχομεν τοὺς εἰπόντας ἀπαιτῆσαι τὸν λόγον, πολλῷ μέντἂν πλέον ἐλλείποιμεν τοῦ σωφρονεῖν. οὐκοῦν παρὰ πάντων ὡς εἰπεῖν τῶν θεῶν μαρτυρία καὶ ψῆφος ἐπῆκται τοῦ μηδενὸς ἄξιον εἶναι τὸν τοιοῦτον λόγον, ὅστις ἢ τὴν τέχνην ζητεῖ, ἢ φαυλίζει τὸ μὴ σὺν ταύτῃ πανταχοῦ. ὅσοι δʼ αὖ καὶ καθάπαξ ὑποδύντες θεῷ καὶ τέχνης οὐδὲ μικρὸν μετασχόντες οὐ μόνον τοῖς ἐφʼ αὑτῶν, ἀλλὰ καὶ τοῖς ὕστερον πολλὰ δὴ καὶ θαυμάσια προεῖπον, οἷον εἰ βούλει, Βάκις, Σίβυλλα, ἕτεροι μετὰ τούτων, εἰ δὲ μὴ πολλοὶ, καὶ τοῦτʼ ἐστὶν ὑπὲρ τοῦ λόγου· τὰ γὰρ μέγιστα ἐκπέφευγε τοὺς πολλούς· τίς οὕτω τεχνίτης τοῦ κακῶς λέγειν ἐστὶν ὅστις καὶ τούτους κακίσειεν ἄν; ὅταν δʼ εἰς ποιητὰς ἴδω τοὺς κοινοὺς τῶν Ἑλλήνων τροφέας καὶ διδασκάλους, οἳ διαρρήδην ὁμολογοῦσι περὶ αὑτῶν· μηδʼ ὁτιοῦν ἐπίστασθαι, μηδὲ νεῶν ἀριθμὸν, ἀλλʼ ἀεὶ καὶ περὶ παντὸς τὰς Μούσας ἐνοχλοῦσι δεόμενοι φράσαι σφίσιν, ὡς αὐτοὶ μὲν προφητῶν σχῆμα καὶ τάξιν ἔχοντες, ἐκείνας δὲ μάντεις ἀληθεῖς οὔσας περὶ ἁπάντων, μᾶλλόν μοι δοκεῖ προσήκειν τὸ μὴ σὺν τέχνῃ κοσμεῖν ἐνίοτε ἢ δυοῖν θάτερον, ἢ τοὺς ποιητὰς ἐπιστήμῃ φάσκειν ἀποχρώντως ποιεῖν, ὃ μηδʼ αὐτοὶ δέχονται, ἢ τοῦ μηδενὸς ἀξίαν τὴν τῶν Μουσῶν ἡγεῖσθαι δωρεάν. εἶτʼ οὖν, ὦ πρὸς Διὸς, ἐν μέτρῳ μὲν εἰπεῖν ἄνευ τέχνης οὐ δεινὸν, ἀλλὰ καὶ θεῖον πολλάκις, οὑτωσὶ δʼ εἰπεῖν τὰ βέλτιστα δεινὸν ἐὰν μὴ σὺν τέχνῃ; ἐγὼ μὲν οὐχ ὁρῶ τὴν ἀνάγκην. πῶς γὰρ οὐκ ἄτοπον, εἰ ὁ μὲν ποιητὴς ἄνευ τέχνης ποιῶν ὀρθῶς τὸν ῥήτορα μιμήσεται καὶ τὰ βέλτιστʼ ἐρεῖ, ὁ ῥήτωρ δʼ αὐτὸς οὐκ ἐρεῖ τὰ βέλτιστα, ἐὰν μὴ σὺν τέχνῃ; καὶ μὴν οἵ γε ποιηταὶ φιλόδωρον τὸν Ἑρμῆν οὐδενὸς ἧττον θεῶν, οἶμαι δὲ καὶ διαφερόντως, κεκλήκασιν. οὐκοῦν εἰ διʼ Ἀπόλλωνος μαντικὴ καὶ διὰ Μουσῶν ποιητικὴ χωρεῖ, καὶ τούτων ἄνευ ψυχρὰ τὰ τῆς τέχνης, τί κωλύει καὶ ῥητορικὴν τῆς Ἑρμοῦ τιθέναι δωρεᾶς, ἥν γε τῷ ὄντι χρὴ θείαν καλεῖν καὶ τέχνης κρείττω; μέχρι μέντοι τῶν νῦν τούτων ὑπʼ αὐτῶν τῶν λόγων ἐξελέγχεσθαι Πλάτωνα φαίη τις ἄν· βούλομαι δʼ αὐτὸν καὶ ὑπὸ τῶν αὑτοῦ λόγων ἐξελεγχόμενον φανῆναι. τρόπον μὲν οὖν τινα καὶ τοῦτʼ ἤδη γέγονεν. ἐν οἷς γὰρ αὐτὸν ἐδείκνυμεν καταφεύγοντα ἐπὶ τὴν Πυθίαν πολλαχοῦ τῶν Νόμων οὐ διέφυγε τοῦτον τὸν ἔλεγχον. οὐ μὴν ἀλλὰ καὶ παντελῶς διὰ πάντων ἑξῆς ὧν εἴρηκα βούλομαι δεῖξαι ταὐτὰ φθεγγόμενον. φανήσεται γὰρ ἃ νῦν ἡμεῖς λέγομεν αὐτὸς πρόσθεν εἰρηκὼς, εἰ καὶ μὴ τούτοις τοῖς ῥήμασι μηδʼ εἰς τοσοῦτον τῆς ἀναγκαίας ἀποδείξεως, ἀλλʼ οὖν τῷ γε ὅλῳ λόγῳ. ὑπομνήσω δʼ αὐτὸν Φαίδρου τοῦ καλοῦ. ὃ γὰρ αὐτὸς ἐκεῖ ποιεῖ τὰ Λυσίου τιθεὶς μεταξὺ τῶν αὑτοῦ, τοῦτο κἀγὼ νῦν ποιήσω, αὐτὰ τἀκείνου παρέξομαι καθάπερ νόμον. ποῦ δή μοι, φησὶν, ὁ παῖς; ποῦ δή μοι καὶ ὁ λόγος ὁ πρὸς τὸν παῖδα; οὑτοσὶ μάλα πλησίον. φέρε δὴ τί λέγει; εἰ μὲν γὰρ ἦν ἁπλοῦν τὸ μανίαν κακὸν εἶναι, καλῶς ἂν ἐλέγετο· νῦν δὲ τὰ μέγιστα τῶν ἀγαθῶν ἡμῖν γίγνεται διὰ μανίας, θείᾳ μέντοι δόσει διδομένης. ἥ τε γὰρ ἐν Δελφοῖς προφῆτις αἵ τʼ ἐν Δωδώνῃ ἱέρειαι μανεῖσαι μὲν πολλὰ δὴ καὶ καλὰ ἰδίᾳ τε καὶ δημοσίᾳ τὴν Ἑλλάδα εἰργάσαντο, σωφρονοῦσαι δὲ βραχέα ἢ οὐδέν. καὶ ἐὰν δὴ λέγωμεν Σίβυλλάν τε καὶ ἄλλους ὅσοι δὴ μαντικῇ χρώμενοι ἐνθέῳ πολλὰ δὴ πολλοῖς προλέγοντες εἰς τὸ μέλλον ὤρθωσαν, μηκύνοιμεν ἂν δῆλα παντὶ λέγοντες. τόδε μὴν ἄξιον ἐπιμαρτύρασθαι, ὅτι καὶ τῶν παλαιῶν οἱ τὰ ὀνόματα τεθειμένοι οὐκ αἰσχρὸν ἡγοῦντο οὐδʼ ὄνειδος μανίαν. οὐ γὰρ ἂν τῇ καλλίστῃ τέχνῃ, ᾗ τὸ μέλλον κρίνεται, αὐτὸ τοῦτο τοὔνομα ἐμπλέκοντες μανικὴν ἐκάλεσαν, ἀλλʼ ὡς καλοῦ ὄντος ὅταν θείᾳ μοίρᾳ γίγνηται, οὕτω νομίσαντες ἔθεντο. οἱ δὲ νῦν ἀπειροκάλως τὸ ταῦ ἐπεμβαλόντες μαντικὴν ἐκάλεσαν. ἐπεὶ τήν γε τῶν ἐμφρόνων ζήτησιν τοῦ μέλλοντος διά τε ὀρνίθων ποιουμένων καὶ τῶν ἄλλων σημείων, ἅτε ἐκ διανοίας ποριζομένων ἀνθρωπίνῃ οἰήσει, οἰονοϊστικὴν ἐπωνόμασαν, ἣν νῦν οἰωνιστικὴν τὸ ω σεμνύνοντες οἱ νέοι καλοῦσιν. ὅσῳ δὴ οὖν τελεώτερον καὶ ἐντιμότερον μαντικὴ οἰωνιστικῆς, τό τε ὄνομα τοῦ ὀνόματος τό τε ἔργον τοῦ ἔργου, τόσῳ κάλλιον μαρτυροῦσιν οἱ παλαιοὶ μανίαν σωφροσύνης τὴν ἐκ θεοῦ τῆς παρὰ ἀνθρώπων γινομένης. ἀλλὰ μὴν νόσων τε καὶ πόνων τῶν μεγίστων, ἃ δὴ παλαιῶν ἐκ μηνιμάτων ποθὲν ἔν τισι τῶν γενῶν, ἡ μανία ἐγγενομένη καὶ προφητεύσασα, οἷς ἔδει, ἀπαλλαγὴν εὕρετο, καταφυγοῦσα πρὸς θεῶν εὐχάς τε καὶ λατρείας. ὅθεν καὶ καθαρμῶν τε καὶ τελετῶν τυχοῦσα ἐξάντη ἐποίησε τὸν αὐτὴν ἔχοντα πρός τε τὸν παρόντα καὶ τὸν ἔπειτα χρόνον λύσιν τῷ ὀρθῶς μανέντι τε καὶ κατασχομένῳ τῶν παρόντων κακῶν εὑρομένη. τρίτη δὲ ἀπὸ Μουσῶν κατοχή τε καὶ μανία λαβοῦσα ἁπαλὴν καὶ ἄβατον ψυχὴν ἐγείρουσα κἀναβακχεύουσα κατά τε ᾠδὰς καὶ κατὰ τὴν ἄλλην ποίησιν μυρία τῶν παλαιῶν ἔργα κοσμοῦσα, τοὺς ἐπιγιγνομένους παιδεύει. ὃς δʼ ἂν ἄνευ μανίας Μουσῶν ἐπὶ ποιητικὰς θύρας ἀφίκηται, πεισθεὶς ὡς ἄρα ἐκ τέχνης ἱκανὸς ποιητὴς ἐσόμενος, ἀτελὴς αὐτός τε καὶ ἡ ποίησις ὑπὸ τῆς τῶν μαινομένων ἡ τοῦ σωφρονοῦντος ἠφανίσθη. τοσαῦτα μέν σοι καὶ ἔτι πλείω ἔχω μανίας γιγνομένης ἀπὸ θεῶν λέγειν καλὰ ἔργα. εἰ τοίνυν, ὦ Ζεῦ καὶ θεοὶ, μανία τίς ἐστιν ἀμείνων σωφροσύνης καὶ παρὰ θεῶν ἀνθρώποις γιγνομένη, πῶς ἄξιον πᾶν γε τὸ μὴ τέχνῃ γιγνόμενον ψέγειν, ἢ πῶς ῥητορικὴν ἁπλῶς αἰσχρὸν ἡγεῖσθαι καὶ μὴ συγχωρεῖν δύναμίν γέ τινʼ εἶναι τέχνης κρείττονα; εἰ δὲ δὴ τὴν μὲν καλλίστην τῶν τεχνῶν προσείρηκε τῷ μανικὴν εἶναι, τὴν δʼ ἁπλῶς οὐδʼ εἶναι τέχνην, τὴν ποιητικὴν, ἀλλʼ ἐπίπνοιαν ἐκ Μουσῶν, ὃς δʼ ἂν ἄνευ μανίας Μουσῶν ἐπὶ ποιητικὰς θύρας ἀφίκηται, πεισθεὶς ὡς ἄρα ἐκ τέχνης ἱκανὸς ποιητὴς ἐσόμενος, ἀτελὴς αὐτός τε καὶ ἡ ποίησις ὑπὸ τῆς τῶν μαινομένων ἡ τοῦ σωφρονοῦντος ἠφανίσθη, πῶς οὐκ ἐξ ἀμφοῖν δείκνυται τὸ μὴ τὴν τέχνην νικᾶν, ἀλλʼ ἔστιν οὗ καὶ λαμπρότερον καὶ θεοφιλέστερον εἶναι τὸ μὴ δουλεῦον τέχνῃ; σαφῶς γὰρ οὑτωσὶ Πλάτων ἤδη διορίζεται τὸ μὴ δεῖν ἐπὶ τῶν μεγίστων τέχνην ζητεῖν. ὥστʼ εἰ μὲν βούλει, τὸ τοῦ Εὐριπίδου καὶ τῶν αὐτοῦ νὴ Δία συμβαίνει, σοῦ τάδʼ, οὐκ ἐμοῦ κλύεις, ὦ τοσοῦτον ἐνθυμηθείς· εἰ δʼ αὖ βούλει, τὸ τοῦ Αἰσχύλου, τάδʼ οὐχ ὑπʼ ἄλλων, ἀλλὰ τοῖς αὑτοῦ πτεροῖς, ἃ θρυλεῖς ἐν ἐκείνοις τοῖς λόγοις, ἁλίσκει. καὶ μὴν εἰ μαντικὴν μὲν ἐξ Ἀπόλλωνος ἢ καὶ Διὸς, τελετὰς δὲ ἐξ ἄλλου του θεῶν τίθης, ποιητικὴν δʼ ἐκ