οἶμαι δεῖν ὅστις μέλλει τὰ δέοντα ἐρεῖν, ἢ ψήφου κύριος ὀρθῶς ἔσεσθαι, μὴ τοῦτο σκοπεῖν μηδὲ βασκαίνειν εἴ τινι τῶν πρότερον καὶ δόξαν ἐχόντων ἑτέρως εἰρῆσθαι περὶ τῶν αὐτῶν συμβέβηκεν, ἀλλʼ οὗ πανταχοῦ πλεῖστον εἰκός ἐστι λόγον εἶναι, τοῦτο κἀν τῷ παρόντι ζητεῖν, ὁποτέρωθι τἀληθὲς, καὶ τοῦτο συμβούλεσθαι νικᾶν. ἄτοπον γὰρ ἐν μὲν ταῖς ἐκκλησίαις μὴ τὸν πρῶτον εἰπόντα πιστεύεσθαι μηδʼ ἐν τοῖς δικαστηρίοις, ἀλλὰ τοῦτό γʼ εὖ εἰδέναι πάντας, ὅτι εἰ ταύτῃ ταῦτα κριθήσεται, τῶν φευγόντων οὐδεὶς ἀποφεύξεται· πάντες γὰρ ὕστεροι δή που τοῦ διώκοντος λέγουσιν· ἐν δὲ τοῖς λόγοις αὐτοῖς καὶ τῇ περὶ τούτων κρίσει τοὺς τῷ χρόνῳ προλαβόντας κρατεῖν, ἀλλὰ μὴ τοὺς ἀποδείξοντας περὶ ὧν ἀγωνίζονται, καὶ τραγῳδοὺς μὲν καὶ κιθαριστὰς καὶ τοὺς ἄλλους τοὺς ἐπὶ τῆς μουσικῆς μὴ ταυτὸν φέρεσθαι τῆς τε ἀξίας ὄνομα καὶ τῆς τάξεως, ἢ κληροῦν γε ἂν ἤρκει μόνον, ἀλλʼ ὅστις ἂν κάλλιστʼ ἀγωνίσηται, τοῦτον στεφανοῦν καὶ πρῶτον ἀναγορεύειν, κἂν ὕστατος εἰσελθὼν τύχῃ, τοὺς δὲ τῶν ἀστειοτέρων ἀγωνισμάτων ἀξιοῦντας ἀγωνιστὰς ἢ κριτὰς εἶναι οὕτω σφόδρα τὸν χρόνον σεμνύνειν ὥστε μὴ μόνον τοῖς ὅλοις χείρους τοὺς ὑστέρους ἡγεῖσθαι, ἀλλὰ μηδʼ ἂν τυχεῖν εὑρόντας βέλτιον τῶν εἰρημένων μηδέν. ὁρῶ δὲ ὅτι κἀν τοῖς γυμνικοῖς ἀγῶσιν οὐχ ὅστις πρῶτος τὴν ἀπογραφὴν ἐποιήσατο, οὗτος ἀπέρχεται νικῶν, ἀλλʼ ὅστις οὗ τὴν ἀπογραφὴν πεποίηται, τοῦτο ἐπὶ τῆς πείρας ἄριστα δείκνυσι. καὶ τοῦθʼ οὕτως ἰσχύει διὰ τέλους ὥστε καὶ ἐν αὐτοῖς τοῖς ἄθλοις, προσθήσω δʼ ὅτι καὶ τοῖς αὐτοῦ τοῦ τάχους, οὐ τοῖς ἐπὶ τῆς ἀρχῆς ἐξενεγκοῦσιν ἀποδίδοται τὸ σύμβολον, ἀλλὰ τοῖς παρελθοῦσι. καίτοι πῶς οὐκ ἀλογία πολλὴ τοὺς μὲν ἃ τῆς τοῦ σώματος τύχης ἔχεται μελετῶντας ἢ τιμῶντας οὕτω σφόδρα καὶ νῦν καὶ πρότερον τὸ τοῦ λόγου καλὸν καὶ δίκαιον τετιμηκέναι, τοὺς δʼ ἐπὶ τῶν λόγων ἀνέχοντας καὶ χωρὶς τῆς ἐν τούτοις διατριβῆς οὐδʼ ἂν ζῆν δεξαμένους οὕτως ἀργῶς, μᾶλλον δʼ ἀδίκως ἔχειν, ὥσθʼ ἑνὶ πιστῷ χρῆσθαι περὶ ἁπάντων, ἄν τις φθάσῃ γενόμενος, καὶ τὰ ὀνόματα ἀντὶ τῆς ἀληθείας θαυμάζειν αἱρεῖσθαι, ὥσπερ νομίσαι δέον, οὐχ εὑρεῖν τὸ βέλτιον· καὶ τοὺς μὲν νόμους αὐτοὺς, ἂν συμφέρῃ, κινεῖν, τοὺς δὲ περὶ τῶν ἀεὶ μενόντων τῇ φύσει λόγους ἐπὶ τοῖς πρώτοις μὴ δέχεσθαι, ἀλλʼ ὥσπερ ὅρους ἢ στήλας τοὺς προκατεσχηκότας πρεσβεύειν, καὶ ταῦτα οὐ λύειν ὥσπερ ἐν τοῖς νόμοις τοὺς προτέρους διὰ τῶν ἐναντίων δέον, ἀλλὰ τῆς αὐτῆς χώρας καὶ ἑτέρους ἀξιοῦν αὐτοῖς· καὶ τοῖς μὲν ὅρκοις τοῖς κοινοῖς προσπαραγράφειν ἐξεῖναι ἀνελεῖν καὶ προσθεῖναι ὅ τι ἂν σκοπουμένοις ὕστερον συνδοκῇ, οὓς δὲ ἀπὸ τῆς αὐτῆς ἐξουσίας ἀεὶ καὶ διὰ παντὸς ἐξετάζειν δεῖ λόγους, τῷ παρελθόντι χρόνῳ μόνῳ προσθεῖναι, ὥσπερ ἂν εἴ τις καὶ ὑγιαίνειν χρῆναι φάσκοι μόνους τοὺς πρώτους γενομένους, καὶ μηδʼ ἐκεῖνο ὁρᾷ ὅτι ἡ τοιαύτη κρίσις καὶ ὁ τοιοῦτος λογισμὸς αὐτοῖς πρώτοις οὓς τιμῶσιν οὐ λυσιτελεῖ. εἰ γὰρ τῷ χρόνῳ δεῖ συγχωρεῖν καὶ τὴν ἀξίαν ἀπὸ τούτου μετρεῖν, οὐκέτʼ ἔχει τόπον ἡ νῦν παρὰ πάντων εἰς ἐκείνους αἰδώς. Ἴασος γὰρ ἂν οὕτω γε νικῴη περὶ λόγους καὶ Κρίασος καὶ Κρότωπος καὶ Φορωνεὺς καὶ εἴ τις Ἀργεῖος ἐκ μύθου καὶ Δευκαλίων ἢ εἴ τις ἔκ τε ἄλλων ἄλλος καὶ Λυκάων ἐξ Ἀρκαδίας καὶ Κέκροψ Ἀθήνηθεν ἀντὶ τῶν νῦν βεβοημένων· ἐν δὲ τοῖς ἔθνεσι Φρύγες διὰ τὴν παρὰ τοῦ βέκους, οἶμαι, μαρτυρίαν. καὶ παρῆκα Καλλαίθυιαν ἀρίστην γυναικῶν ἅμα καὶ ἀνδρῶν γενομένην. ἐὰν οὕτω κρίνωμεν, ὡς οὐ Κόδρῳ γε μετέσται τῆς φιλοτιμίας, ἀλλὰ καὶ οὗτος παῖς οἷς εἶπον συμβάλλειν καὶ οὐκ ἀρχαῖος, καὶ κατὰ μικρὸν οὕτω ζητήσομεν εἴ τις ἦν πρὶν σελήνην εἶναι. Ὁμήρου δὲ καὶ Ἡσιόδου καὶ τῶν εἰς ἡμᾶς νενικηκότων, Πλάτωνος, εἰ βούλει, καὶ Δημοσθένους καὶ τῶν ὀλίγον πρὸ τούτων, οὐδʼ εἰς πολλοστὸν χρόνον ἐλπὶς ὁμοίαν ἐγγενέσθαι δόξαν, συμπροϊόντος ἴσου τοῦ πρὸ αὐτῶν ἐκείνοις ἀεί. εἰ δὲ τοῦτʼ εὔδηλον ἅπασιν ὅτι καὶ οὗτοι φύσει καὶ δυνάμει διενεγκόντες τοὺς πρὸ αὐτῶν ἀπέκρυψαν, οὐδὲ τοὺς ὕστερον παντάπασιν ἅπαντας ἀπείργειν εἰκὸς, οὐδʼ ἀπιστεῖν εἴ τις καὶ τοῦ νυνὶ χρόνου μετεσχηκὼς ἔχει συμβαλέσθαι γνώμην περὶ ὧν πρόκειται λόγος, ἀλλὰ παρʼ αὐτῶν, ὡς ἔοικεν, ὧν τιμῶμεν ὑπάρχειν εἰδότας τὸ προσίεσθαι καὶ προσέχειν ὁπόσον διαφέρει. ἅπαντας μὲν οὖν ἴσως τοὺς παλαιοὺς αἰδεῖσθαι μὲν δίκαιον, φρίττειν δὲ οὐκ ἄξιον, εἴπερ μὴ τοὺς ἐπὶ τοῖς λόγοις ὀνομασθέντας μᾶλλον ἢ τοὺς λόγους αὐτοὺς δεῖ δοκεῖν τιμᾶν· ὅτι δʼ εἰ πρὸς ἄλλον τινὰ χρὴ γνώμης οὕτως ἔχειν, καὶ πρὸς Πλάτωνα, οὐκ ἄλλου δέομαι μάρτυρος, ἀλλʼ αὐτὸς ἐξαρκεῖ οὐ μόνον οἷς ἁπανταχοῦ βοᾷ καὶ παρακελεύεται μηδὲν πρότερον ποιεῖσθαι τῆς ἀληθείας, ἀλλὰ καὶ ὀλίγῳ τῷ παραδείγματι. εἰ γὰρ ἐκεῖνος Ὁμήρῳ τῷ τοσοῦτον πρὸ αὐτοῦ περὶ πολλῶν ἐπιτιμῶν οὐκ ἀπεστέρηται λόγου, ἀλλʼ ἔχει πρὸς τοὺς ἀγανακτοῦντας ὅ τι εἴπῃ, κατʼ αὐτὸν, ὡς ἔοικε, Πλάτωνα καὶ τοὺς ἐκεῖνον ἐπαινοῦντας καὶ πάσης αἰτίας ἀφιέντας ἔστι, κἂν ἄλλος τις ἐκείνῳ δοκῇ τι λέγειν ὑπεναντίον, τολμᾶν ἀκροάσασθαι, μή που τοῦτʼ ἔγκλημα ποιουμένους, ἀλλʼ ἐὰν τοῖς περὶ τῶν πραγμάτων λόγοις ἀπολειφθῇ. ἃ τοίνυν εἴρηκε περὶ ῥητορικῆς φιλονεικότερον τοῦ δέοντος Γοργίου καὶ Σωκράτους ὑποθέμενος συνουσίαν Ἀθήνησι φέρε ἐπισκεψώμεθα καὶ δείξωμεν ὅπως ἔχει. καὶ γὰρ ἂν εἴη δεινὸν, εἰ ἐκεῖνος μὲν ὑποστὰς κατηγορεῖν ἐκ προφανοῦς οὐκ ἀπεστέρησε τρόπον γέ τινʼ αὐτὴν τῶν ὑπὲρ αὑτῆς λόγων. ἀλλʼ ἀπέδωκε δυσὶ καὶ τρισὶν ἀντειπεῖν, ὡς γοῦν ἐν σχήματι διαλόγων, ἡμεῖς δὲ οἱ τὸ ὅλον βοηθεῖν ἔχοντες καὶ προῃρημένοι μὴ τολμήσομεν, ὥσπερ τοσαῦτʼ ἀντιλέγειν Πλάτωνι δέον, ὁπόσα ἂν αὐτὸς πρὸς αὑτὸν βουληθείη. ἄλογον δέ μοι φαίνεται, εἰ Πλάτων μὲν οὐκ ᾐδέσθη ψέγων ῥητορικὴν, ἧς ἴσως τι καὶ αὐτῷ μετῆν, ἡμεῖς δʼ αἰσχυνούμεθα ὑπὲρ ῥητορικῆς λέγοντες μή τις διʼ ἐκεῖνον ἀχθεσθείη. χωρὶς δὲ τούτων εἰ μὲν μηδὲν ἀντειπεῖν δεῖ, ἀλλʼ ἐρήμην ἑαλωκέναι καθάπερ ἐν δικαστηρίῳ, καὶ ταῦτα λόγων τέχνην οὖσαν, ἄλλο τι τοῦτʼ ἂν εἴη τοὐπίταγμα· εἰ δʼ ἔσθʼ ὅντινα δεῖ, σχεδὸν ἡμῖν ἂν πρέποι, ἵνα καὶ τὸ δίκαιον εὐθὺς ἐν αὐτῷ τούτῳ πρώτῳ δείξωμεν οὗ προεστήκαμεν· ὡς ἔστιν οὐ λόγον σῶζον παρʼ ἧς τὸ τοῖς ἄλλοις συναγορεύειν ἐστὶ, ταύτῃ τῶν παρʼ αὐτῆς μὴ μεταδοῦναι, ἀλλὰ δυοῖν θάτερον, ἢ τοιοῦτον εἶναι δοκεῖν αὐτὴν οἷον Πλάτων βεβούληται, ἢ τοιοῦτόν γʼ εἶναι δοκεῖν ποιῆσαι. οὐ γάρ ἐστιν ἓν τοῦτο ὃ πανταχοῦ, ὅτι τὰς αἰτίας ἡ σιωπὴ βεβαιοῖ, ἀλλʼ ἅμα τῶν τε δικαίων οὐ τεύξεται καὶ τὸ σεμνὸν αὐτῆς ἐπʼ αὐτῆς ἐξελήλεγκται. δόξει γὰρ οὐχ οἷα τʼ εἶναι σώζειν τὰ δίκαια. ἐγὼ δὲ μάλιστα μὲν καὶ πρῶτον αἰδοῖ τῶν λόγων αὐτῶν καὶ τῷ νομίζειν χρῆναι καθάπερ γονεῦσι βοηθεῖν, ὡς ἕκαστος ἔχει τῆς ἐν αὐτοῖς δυνάμεως, εἶτα καὶ τῶν ἄλλων ἕνεκʼ ἀνθρώπων, ὅπως μὴ περὶ τῶν μεγίστων φαύλως ὑπαχθεῖεν μηδʼ ἀγνοήσαιεν ὅσῳ λαμπρότερος καὶ μείζων ἀνὴρ, τοσούτῳ προχειρότερον πιστεύσαντες αὐτῷ, μηδὲ ἣν οὐ θέμις οὐδὲν φλαῦρον ἀκοῦσαι, ταύτην οἰόμενοι κακίζειν αὑτοὺς τῶν καλλίστων ἀποστερήσαιεν ἑκόντες, ἐν ἴσῳ δὲ ἄκοντες εἰπεῖν, ὑπέστην τὸν λόγον τοῦ τε δικαίου χάριν καὶ τῆς χρείας. τὸ μὲν οὖν ἀξίωμα τοσοῦτον τοῦ παρόντος ἀγῶνος. καλῶ δʼ ἐπὶ τούτῳ τῷ τολμήματι καὶ Ἑρμῆν λόγιον καὶ Ἀπόλλωνα μουσηγέτην καὶ Μούσας ἁπάσας ἡγεμόνας γενέσθαι, μάλιστα μὲν καὶ διʼ αὐτὸ τὸ ἴδιον τῆς νῦν κλήσεως, ὅτι τούτων ἡ δωρεὰ ὑπὲρ ἧς ἅμα καὶ διʼ ἧς ἀγωνιζόμεθα, ἔπειθʼ ὅτι καὶ δύο συμπέπτωκεν. οὔτε γὰρ πρὸς τὸν φαυλότατον τῶν Ἑλλήνων οὔθʼ ὑπὲρ