<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0284.tlg044.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Jebb_page" xml:base="urn:cts:greekLit:tlg0284.tlg044.perseus-grc2" n="572"><p> τούτοις λυσιτελέστερον μὲν εἶναι δουλεύειν ἢ κακῶν <pb xml:id="v.1.p.844"/> ἐφόδιον τὴν ἐλευθερίαν ἔχειν, ὅμως δʼ εἶναι δέος μὴ καὶ τούτου στερηθῆτε· μέγιστον δὲ πάντων ἱερὰ καὶ τάφους αἰσχυνθέντες καὶ τὸ τῆς Ῥόδου μέχρι τούτου ζηλωτὸν ὄνομα, παύσασθε τοῦ σεισμοῦ τούτου, ὃς ὑμῖν πανταχοῦ συμπεριέρχεται, καὶ μὴ δευτέρων σχετλιωτέρων δεῖσθε, ἀλλὰ γένεσθε ἐν ὑμῶν αὐτῶν, ἵνʼ ἡμεῖς τε ἐφʼ ὑμῖν ὡς ἑταίροις ἀγαθοῖς φιλοτιμώμεθα καὶ ὑμεῖς ἐφʼ ἡμῖν ὡς οἵοις πείθειν ὅτου καιρὸς ἀεί.</p></div></div></body></text></TEI>