φατὲ μὲν τὴν νῆσον ἅπασαν ὑμῖν εἶναι μουσικὴν καὶ τούτου τὴν Ὀρφέως κεφαλὴν αἰτιᾶσθε, αὐτοὶ δʼ οὐκ αἰσχύνεσθε οὕτως ἀμούσως διακείμενοι; καὶ κιθαρῳδοῖς μέν ποτε τοὺς Ἕλληνας ἐνικᾶτε, τῷ δʼ ὑπὲρ ὑμῶν αὐτῶν μὴ δύνασθαι βουλεύσασθαι κινδυνεύετε ἡττᾶσθαι καὶ πάντων ἀνθρώπων; καὶ πρότερον μὲν παρʼ ὑμῶν ἑτέρωσε βαδίζοντες ἔπαυον τὰς στάσεις, νῦν δὲ οὐδὲ παρʼ ὑμῖν αὐτοῖς ὑμᾶς αὐτοὺς γνῶναι δύνασθε; ταῦτʼ ἔμοιγε δοκεῖ τις ἂν ὀρθῶς καὶ ὑπὲρ αὐτῶν εἰπεῖν νουθετῶν. οὐ μὴν ἀλλʼ ἐκείνοις μὲν, ὡς ἔοικεν, ἐκ παλαιοῦ τὸ ἄλογον τοῦτο τῆς δυστυχίας συνείμαρται καὶ πολλάκις ἠλέγχθησαν οὐχ ὡς δεῖ διακείμενοι, ὑμῖν δὲ οὐδαμόθεν προσήκει τὸ νόσημα, οὓς ἡμεῖς, καὶ ὅτε ἦμεν παρʼ ὑμῖν, τότε ἑωρῶμεν κἀν ταῖς ἐκκλησίαις οὐ μόνον μιᾷ φωνῇ χρωμένους, ἀλλʼ εἰ οἷόν τʼ εἰπεῖν, καὶ ἑνὶ ῥήματι ὡς τὸ πολὺ—ὀρθῶς γὰρ καὶ στεφάνου καὶ τοιαῦθʼ ὑμῖν ἤρκει καὶ τοὔνομα τοῦ δημηγοροῦντος ἀνειπεῖν ἐνίοτε, γάνυσθαι δὲ ἦν ὁρῶντα— καὶ ἀντὶ τῆς χειροτονίας τῷ νεύματι τῆς κεφαλῆς χρωμένους. ὥστε μόνους ἄν τις ὑμᾶς ἔφη διʼ αἰῶνος ἄγειν ἐκεχειρίαν· ὧν οὐκ ἄξια πυνθάνομαι τὰ νῦν, οὐδὲ μικρόν τι καὶ ἄγνωστον τοῦ ῥυθμοῦ παραλλάττοντα. λυπηρὸν δέ μοι κἀκεῖνο, εἰ τοῖς μὲν ἐκ γενετῆς ὀνόμασιν οὕτω σφόδρα ἑλληνίζοντες ἐφαίνεσθε, ὥστʼ οὐδὲν ἦν εὑρεῖν ὡς ἔπος εἰπεῖν παρʼ ὑμῖν ὄνομα ὅ τι μὴ Δώριον, ἀπὸ τῶν ὑμετέρων ξένων ἀρξάμενα, ἐν δὲ τῇ πολιτείᾳ τὴν πάτριον ἁρμονίαν καὶ τὴν ἀληθῶς Δωριστὶ μεθέντες κακῶν ξενικῶν καὶ πᾶσι μᾶλλον ἢ ὑμῖν προσηκόντων κληρονομήσετε. μηδαμῶς, ὦ ἄνδρες καλοί τε καὶ ἀγαθοὶ, ἀλλʼ ἐνθυμηθέντες τὸ πάλαι τοῦτο ᾀδόμενον, ὅτι τῶν μὲν ἡμαρτημένων ἔνθεν καὶ ἔνθεν οὐκ ἔστʼ ἀνελεῖν οὐδὲν, ἀλλʼ ἔχει πέρας οἷον ὁ καιρὸς ἤνεγκεν, ἀκεσταὶ δὲ τῶν ἀγαθῶν φρένες, ὡς ὁ τῶν Ῥοδίων φησὶν ἐπαινέτης, καὶ τὸ μὲν ἐξ ἀρχῆς ἀναμαρτήτους φῦναι θεῶν καὶ τῶν ἐπὶ γῆς οὐδεὶς ἀναμάρτητος, τὸ δὲ τοῖς εὖ λέγουσιν ἐθελῆσαι πεισθῆναι πρέπον ὑμῖν καὶ τῷ θεῷ μάλιστʼ ἂν οὕτω χαρίζεσθαι νομίσαντες, ᾧ τὸ ῥῆμα τοῦθʼ ὁ ποιητὴς καθιέρωκεν ὄντι θαλαττίῳ, ὅς κε θεοῖς ἐπιπείθηται, καὶ πρὸς