ἱεροσύλων φαυλότερος φανεῖται λυμαινόμενος τῷ κλήρῳ τοῦ θεοῦ φροντιεῖ; οὐ τὰς χεῖρας ἄρας ἄνω σὺν αἰδοῖ καὶ δέει συγγνώμην αἰτήσει τῶν μέχρι τοῦδε ἡμαρτημένων τοὺς θεοὺς, ἀλλʼ ὥσπερ ἐν σκοτομαίνῃ φθείρεσθε τὴν ἱερὰν τοῦ ἡλίου πόλιν νεμόμενοι; ἢ νομίζετε τοὺς σὺν Ὀδυσσεῖ Κεφαλλῆνας οὕτως ἐναγεῖς εἶναι τοῦ θεοῦ δόξειν ὡς ὑμᾶς, εἰ διαπορθήσετʼ αὐτῷ τὴν πόλιν; καὶ μὴν εἰ καὶ τοῦτο δεῖ προσθεῖναι, κἀκεῖνοι μέχρι μὲν τῆς ἀρίστης γνώμης ἠκροῶντο καὶ ὡμονόουν, ἀπείχοντο τῶν βοῶν καὶ ἐσώζοντο. ἐπεὶ δὲ διέστησαν. ἀπώλοντο πλὴν ἑνὸς τοῦ τὰ βέλτιστα συμβουλεύοντος. ἀποβλέψατε δὴ καὶ πρὸς τοὺς τρίποδας τοὺς ἐν Διονύσου τουτουσὶ, πάντως δὲ χαίρετε αὐτοὺς προσορῶντες. ἆρʼ οὖν ποτʼ ἂν οὗτοι σταθῆναι δοκοῦσιν ὑμῖν, τῶν χορῶν ἐν αὐτοῖς μαχομένων; ἢ τοῦτό γε εὔδηλον ὅτι κἂν εἰ μὴ τἀναντία μηδʼ ἄλλος ἄλλο τι, ταὐτὰ δὲ ῥήματα μὴ κατὰ ταυτὸν ἅπαντες ᾖδον, φεύγειν λοιπὸν ἦν αὐτοῖς; καὶ μὴν οὐδεὶς χορὸς ἀσύμφωνος οὕτως ἄωρον θέαμα ὡς ὁ Ῥοδίων δῆμος μὴ ταυτὸν φθεγγόμενος. εἶεν. οἱ δὲ τοὺς λῃστὰς ἐκεῖνοι καταδιώξαντες καὶ τὰ νεώρια κοσμήσαντες τοῖς ἐμβόλοις καὶ ταῖς μεγάλαις ἐκείναις τριήρεσιν, ἃς ἡμεῖς εἴδομεν πρὸ τοῦ σεισμοῦ, πρὸς θεῶν εἰ μὴ Τυρρηνοῖς μηδὲ τοῖς πλοίοις τοῖς λῃστικοῖς, ἀλλʼ αὐτοῖς κατὰ ναῦν ἐμάχοντο, ἆρʼ ἄν ποτε τῆς θαλάττης ἦρξαν, ἢ τοὺς κόσμους τούτους εἰσήγαγον εἰς τὴν πόλιν, ἢ φιλοτιμεῖσθαι τοῖς ἐξ αὑτῶν ἐπὶ τοῖς ἔργοις τούτοις κατέλιπον; ἀλλʼ, οἶμαι, περὶ σωτηρίας ἂν αὐτοῖς πρότερον ἐγένετο. εἶτα ἐν νηὶ μὲν στάσις οὐχὶ σωτήριον, ἐν δὲ πόλει καὶ ταύτῃ περιρρύτῳ φθείρειν ἀλλήλους συνεζευγμένους σῶφρον, ἢ τὰ Λεσβίων καὶ τὰ Μυτιληναίων κακὰ μιμεῖσθαι Ῥοδίους ὄντας; ἀλλὰ πολλῷ βέλτιον ἦν ἐκείνους τῆς ὑμετέρας εὐνομίας ἐπιθυμήσαντας ὁρᾶσθαι ἢ τῆς ἐκείνων δυστυχίας ὑμᾶς ὑπομεῖναι μιμητὰς γενέσθαι. καίτοι πρέποντα μὲν ἄν τις ἔχοι καὶ πρὸς ἐκείνους εἰπεῖν καὶ ἱκνούμενα, ἄνδρες Λέσβιοι ποῖ προήχθητε; οἳ