τῶν ὑμετέρων αὐτῶν καλῶν μὴ φείδεσθαι. ἐνθυμήθητε δὲ ὅσην φιλοτιμίαν ὑμῖν ἔχει τὰ ὑπὸ τῶν ποιητῶν εἰς ὑμᾶς εἰρημένα, ὧν ἐγὼ τοὺς λόγους ὑπερβὰς τῆς Ὁμήρου μόνης μαρτυρίας μνησθήσομαι. ἔχει δὲ αὕτη πῶς; οἳ Ῥόδον ἀμφενέμοντο διὰ τρίχα κοσμηθέντες, Λίνδον, Ἰηλυσσόν τε καὶ ἀργινόεντα Κάμειρον. δάκνομαι μὲν ἔγωγʼ ἤδη πρὸς τὸ ῥῆμα, σκοπῶν ὡς ἀναξίως αὐτοῦ διακείμεθα, οὐδενὶ κόσμῳ νῦν ἀγόμενοι. τὰ δὲ λοιπὰ ποῖʼ ἄττα τῆς μαρτυρίας; τριχθὰ δὲ ᾤκηθεν καταφυλαδὸν ἠδὲ φίληθεν ἐκ Διὸς, ὅστε θεοῖσι καὶ ἀνθρώποισιν ἀνάσσει. ἐνθυμεῖσθʼ ὅτι πάντα σχεδὸν εὐφημήσας εἰς τοὺς Ἕλληνας ὁ ποιητὴς τὰ μέγιστα τῶν πάντων ὑμῖν ἀνέθηκε. πότερον οὖν στασιάζοντες καὶ τεταραγμένοι καὶ ὑμᾶς αὐτοὺς μισοῦντες μᾶλλον ἂν εἶναι θεοφιλεῖς ἡγεῖσθε καὶ τὰ παρὰ τοῦ ποιητοῦ βεβαιοῦν, ἢ διʼ εὐνομίας καὶ ὁμονοίας ἄγοντες τὴν πόλιν; εἶεν. θεοφιλεῖς δὲ ὄντες πότερον στασιάζειν καὶ ταράττεσθαι καὶ κατάραις ἐχθρῶν συζῆν μᾶλλον ἂν οἴεσθε ἢ τοὐναντίον ὡς αἱ τῶν σωφρόνων εὐχαὶ πράττειν, τιμᾶν μὲν τοὺς θεοὺς, γνωρίζειν δὲ ἀλλήλους, εὐθενεῖν δὲ τοῖς ἅπασιν; οὐκοῦν ἐπειδὴ διʼ ἀμφοτέρων ἡ μὲν στάσις ὑμῶν ἀλλότριον καὶ θεοῖς ἐχθρὸν, ἡ δὲ ὁμόνοια μόνον σωτήριον φαίνεται, προσήκει δήπουθεν ὡς ἐν χρημάτων λογισμῷ τὸ συμβαῖνον δέχεσθαι. καὶ μὴν οὐδʼ ἐκεῖνο εὔλογον, τοὺς μὲν προγόνους ὑμῶν τριχῆ πρότερον μεμερισμένους συνελθεῖν εἰς ταυτὸν ὑπὲρ τῆς πρὸς ἀλλήλους ὁμονοίας καὶ πίστεως καὶ μίαν ἐξ ἁπασῶν πόλιν οἰκῆσαι, ὑμᾶς δὲ ἐκ μιᾶς πόλεως πολλὰς ἀποφῆναι τῷ διῃρῆσθαι. ὑπερβολὴ δʼ ἂν γένοιτο, εἰ τριχῆ μὲν οἰκοῦντες ἓν καὶ ταυτὸν φρονοῦντες ἐδείκνυσθʼ, ὁμοῦ δʼ ὄντες ἀλλήλοις πολεμήσετε. οὐκ αἰσχύνεσθε τὸν Ἥλιον, ὃς τοῖς μὲν ἄλλοις θεατής ἐστι τῶν γιγνομένων, ὑμῶν δὲ καὶ ἀρχηγέτης; οὐχ ἕκαστος ὑμῶν τὴν παροῦσαν ἡμέραν ἡγήσεται ταύτην πρώτην εἶναι τῇ νήσῳ τῆς γενέσεως, ὅτʼ ἐκ τῆς θαλάττης ἀνῄει δῶρον τῷ θεῷ; οὐχ ὅπως μὴ τῶν