<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0284.tlg044.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Jebb_page" xml:base="urn:cts:greekLit:tlg0284.tlg044.perseus-grc2" n="567"><p> χώραν τοῖς παροξυσμοῖς. πῶς γὰρ οὐχ ὡς ἀληθῶς ἄτοπον εἰς μὲν τοὺς ὑπὲρ τῆς πατρίδος λόγους πάντας ἂν ὡσαύτως ἔχειν, εἰ δεήσειεν, εἰς δʼ αὐτὸ τὸ σῶσαι τὴν πατρίδα καὶ τῇ τῶν λόγων εὐφημίᾳ περὶ αὐτῆς ἔχειν χρῆσθαι μὴ τολμᾶν ταυτὸν φρονῆσαι, ἀλλʼ ἔργῳ μὲν ἀπολλύειν, λόγῳ δὲ κοσμεῖν, καὶ τὴν Κλεομένους τοῦ Λακωνικοῦ νίκην ἀναμένειν, ὃς τὸ αὑτοῦ σῶμα κατεχόρδευσεν ἐκ ποδῶν ἀρξάμενος; ἢ τί πρὸς θεῶν οἴεσθε, εἰ τοῦτον ἕκαστος προθέμενοι τὸν ὅρον, ὅταν τοὺς ἐχθροὺς ἐκποδὼν ποιήσηται, τότε σωφρονῆσαι; ἆρʼ ἄλλο τι λείπεσθαι ἢ τοσούτων ἀνδρῶν καὶ γυναικῶν ἕνα καὶ μίαν λειφθῆναι, καθάπερ τοὺς ἐκ τοῦ κατακλυσμοῦ λέγουσι; καὶ τί τῶν γυναικῶν διοίσετε τῶν τὸν Πενθέα διασπασαμένων, ὅταν αὐτοὶ τὸ κοινὸν σῶμα τῆς πόλεως ταῖς ὑμετέραις αὐτῶν χερσὶ διασπάσησθε; δεῖ δὲ τοὺς μὲν πεπονθότας τὰ μὲν συμβεβηκότα καιρῷ τινι καὶ τύχῃ δοῦναι, τούτου δὲ μηδὲν μεῖζον κέρδος ἡγεῖσθαι, τοὺς δʼ αὖ δεδρακότας οἷς <pb xml:id="v.1.p.837"/> μὲν ἔπραξαν αἰσχύνεσθαι, μὴ φιλοτιμεῖσθαι, τῷ δὲ ἑκόντας ὑπάρξαι τῆς ὁμονοίας λῦσαι τὰ πρότερα ἀποχρῶντα, μισθὸν ἐκείνων θεμένους τὸ μὴ δοῦναι δίκην, νομίσαντας λαμβάνειν.</p><p rend="align(indent)">ἡγοῦμαι δὲ τοσαῦτα ἐνεῖναι κακὰ τῇ στάσει ὥσθʼ ὑπὲρ μὲν ἄλλου τινὸς εἴ τις βούλοιτο ἀποτρέπειν, προσήκειν ὅσα βλάπτοι λέγειν, ὑπὲρ δὲ τούτου πᾶν τοὐναντίον λυσιτελεῖν σιωπᾶν μᾶλλον ἢ κινεῖν τὴν μνήμην ὧν ἕκαστοι πεπόνθασιν, ὅστις μὴ τοὐναντίον οὗ βούλεται μέλλει ποιήσειν. ἀλλʼ οὕς γε ὑπὲρ τοῦ ἑτέρου τις ἂν εἰπεῖν ἔχοι λόγους τῆς ὁμονοίας, εἰσὶ μὲν ἤδη μυρίοι, ὅμως δὲ χρὴ τοὺς ἐπῳδοὺς μιμήσασθαι, οἳ τὰς αὐτὰς φωνὰς φθεγγόμενοι πολλάκις οὕτως ἀνύτειν δοκοῦσι. μόνη μὲν γὰρ τὰς ἐκ Διὸς ὥρας βεβαιοῖ, μόνη δὲ ἅπαντα ἐπισφραγίζεται, τὰ μὲν κατὰ τὴν χώραν γεωργίαις κοσμοῦσα καὶ τῶν τε ὑπαρχόντων ἐπικαρπίας καὶ ἑτέρων κτῆσιν διδοῦσα, τὰ δʼ ἐν τῇ πόλει κατʼ εὐχὴν ἄγουσα, διʼ ἣν γάμοι τε ὡραῖοι καὶ ἐκδιδόναι καὶ λαμβάνειν εἰς οὕς τις βούλεται καὶ ὅθεν βούλεται, καὶ παίδων τροφαὶ καὶ παιδεία κατὰ τοὺς πατρίους νόμους, καὶ ὑπὲρ γυναικῶν ἄδεια καὶ πίστεις </p></div></div></body></text></TEI>