χώραν τοῖς παροξυσμοῖς. πῶς γὰρ οὐχ ὡς ἀληθῶς ἄτοπον εἰς μὲν τοὺς ὑπὲρ τῆς πατρίδος λόγους πάντας ἂν ὡσαύτως ἔχειν, εἰ δεήσειεν, εἰς δʼ αὐτὸ τὸ σῶσαι τὴν πατρίδα καὶ τῇ τῶν λόγων εὐφημίᾳ περὶ αὐτῆς ἔχειν χρῆσθαι μὴ τολμᾶν ταυτὸν φρονῆσαι, ἀλλʼ ἔργῳ μὲν ἀπολλύειν, λόγῳ δὲ κοσμεῖν, καὶ τὴν Κλεομένους τοῦ Λακωνικοῦ νίκην ἀναμένειν, ὃς τὸ αὑτοῦ σῶμα κατεχόρδευσεν ἐκ ποδῶν ἀρξάμενος; ἢ τί πρὸς θεῶν οἴεσθε, εἰ τοῦτον ἕκαστος προθέμενοι τὸν ὅρον, ὅταν τοὺς ἐχθροὺς ἐκποδὼν ποιήσηται, τότε σωφρονῆσαι; ἆρʼ ἄλλο τι λείπεσθαι ἢ τοσούτων ἀνδρῶν καὶ γυναικῶν ἕνα καὶ μίαν λειφθῆναι, καθάπερ τοὺς ἐκ τοῦ κατακλυσμοῦ λέγουσι; καὶ τί τῶν γυναικῶν διοίσετε τῶν τὸν Πενθέα διασπασαμένων, ὅταν αὐτοὶ τὸ κοινὸν σῶμα τῆς πόλεως ταῖς ὑμετέραις αὐτῶν χερσὶ διασπάσησθε; δεῖ δὲ τοὺς μὲν πεπονθότας τὰ μὲν συμβεβηκότα καιρῷ τινι καὶ τύχῃ δοῦναι, τούτου δὲ μηδὲν μεῖζον κέρδος ἡγεῖσθαι, τοὺς δʼ αὖ δεδρακότας οἷς μὲν ἔπραξαν αἰσχύνεσθαι, μὴ φιλοτιμεῖσθαι, τῷ δὲ ἑκόντας ὑπάρξαι τῆς ὁμονοίας λῦσαι τὰ πρότερα ἀποχρῶντα, μισθὸν ἐκείνων θεμένους τὸ μὴ δοῦναι δίκην, νομίσαντας λαμβάνειν. ἡγοῦμαι δὲ τοσαῦτα ἐνεῖναι κακὰ τῇ στάσει ὥσθʼ ὑπὲρ μὲν ἄλλου τινὸς εἴ τις βούλοιτο ἀποτρέπειν, προσήκειν ὅσα βλάπτοι λέγειν, ὑπὲρ δὲ τούτου πᾶν τοὐναντίον λυσιτελεῖν σιωπᾶν μᾶλλον ἢ κινεῖν τὴν μνήμην ὧν ἕκαστοι πεπόνθασιν, ὅστις μὴ τοὐναντίον οὗ βούλεται μέλλει ποιήσειν. ἀλλʼ οὕς γε ὑπὲρ τοῦ ἑτέρου τις ἂν εἰπεῖν ἔχοι λόγους τῆς ὁμονοίας, εἰσὶ μὲν ἤδη μυρίοι, ὅμως δὲ χρὴ τοὺς ἐπῳδοὺς μιμήσασθαι, οἳ τὰς αὐτὰς φωνὰς φθεγγόμενοι πολλάκις οὕτως ἀνύτειν δοκοῦσι. μόνη μὲν γὰρ τὰς ἐκ Διὸς ὥρας βεβαιοῖ, μόνη δὲ ἅπαντα ἐπισφραγίζεται, τὰ μὲν κατὰ τὴν χώραν γεωργίαις κοσμοῦσα καὶ τῶν τε ὑπαρχόντων ἐπικαρπίας καὶ ἑτέρων κτῆσιν διδοῦσα, τὰ δʼ ἐν τῇ πόλει κατʼ εὐχὴν ἄγουσα, διʼ ἣν γάμοι τε ὡραῖοι καὶ ἐκδιδόναι καὶ λαμβάνειν εἰς οὕς τις βούλεται καὶ ὅθεν βούλεται, καὶ παίδων τροφαὶ καὶ παιδεία κατὰ τοὺς πατρίους νόμους, καὶ ὑπὲρ γυναικῶν ἄδεια καὶ πίστεις συμβολαίων, καὶ ξένων ὑποδοχαὶ καὶ θεῶν θεραπεῖαι καὶ πρόσοδοι καὶ χοροὶ καὶ θυμηδίαι, ἔτι δὲ ἐκκλησίαι καὶ βουλευτήρια, ἃ θεῶν ἡ πρεσβυτάτη συνάγει Θέμις, καὶ πένησιν ἀφορμαὶ βίου καὶ πλουσίοις ἀπόλαυσις τῶν ὄντων, καὶ πρεσβύταις γηροκομηθῆναι καὶ νέοις ἐν κόσμῳ ζῆν, καὶ τὸ λεγόμενον δὴ τοῦτο πάντα κοινὰ, ὥσπερ τὸ τοῦ ἡλίου φῶς, ὑφʼ ᾧ σωζόμεθα. καίτοι πῶς οὐκ ἄλογον τῶν μὲν πολιτευομένων τούτους μάλιστα ἐπαινεῖν οἵτινες ἂν πλείστας ὑμῖν τὰς εὐφροσύνας παρασκευάζωσιν, ἢ θεάματα ἀνευρίσκοντες, ἢ χρήματα νέμοντες, ἢ κοσμοῦντες ἑνί γέ τῳ τρόπῳ τὴν πόλιν, αὐτοὺς δὲ τοσούτων ἀγαθῶν ἑκόντας ἀποστατεῖν, ὥσπερ ἄλλοις τισὶν, ἀλλʼ οὐχ ὑμῖν αὐτοῖς λυμαινομένους; δεῖ τοίνυν ὥσπερ ζωγράφου τινὸς εἰκόνας ἀμφοῖν προτεθεικότος βλέποντας ἐναλλὰξ εἰς ἑκατέραν, ἢ καὶ ποιητοῦ τινος διηγουμένου, ὡς ἡ μὲν εὐσχήμων καὶ εὐπαγὴς καὶ εὔχρους καὶ εὔχαρις καὶ ὁμολογοῦσα ἑαυτῇ διὰ πάντων ἀκριβῶς ἐκ θεῶν ἥκουσα ἐπὶ γῆν, ἡ δʼ ἑτέρα θεαμάτων πάντων πικρότατον, τὴν μὲν κεφαλὴν ὑπτία, τὰ δὲ χείλη πελιδνὴ, τοὺς δὲ ὀφθαλμοὺς ἀπεστραμμένη, διεφθαρμένη, ἐξῳδηκυῖα, δάκρυσι νεορράντοις ἀεὶ συνεχομένη, τὼ χεῖρε ἀκρατὴς, τὸ ξίφος εἴσω πρὸς τὸ στῆθος φέρουσα, ἐπὶ λεπτῶν τῶν ποδῶν καὶ σκολιῶν αἰωρουμένη, περὶ δὲ αὐτὴν ὥσπερ δίκτυον ἐν κύκλῳ ζόφος καὶ σκότος, ὑφʼ ὧν τὰ πολλὰ μνήμασιν ἀνθʼ ἱερῶν ἐνδιαιτᾶται. πρὸς ταῦτα χρὴ βλέποντας οὕτω τὴν αἵρεσιν ποιεῖσθαι, δοκιμάζοντας ἐπὶ σχολῆς ὁποτέρᾳ βέλτιον συνεῖναι. καὶ μὴν ἅπασι μὲν ἀνθρώποις τοῦ παντὸς ἄξιον σπουδάζειν ὑπὲρ τῆς ὁμονοίας· ὅσῳ δὲ ὑμῖν μάλιστα τῶν ἄλλων οὐ πολλοῦ λόγου δεῖξαι, οἳ τὸ μὲν ἀρχαῖον ἐστὲ Δωριεῖς ἐκ Πελοποννήσου, μόνοι δὲ εἰς τοῦτον τὸν χρόνον Ἕλληνες διὰ παντὸς, Ἡρακλείδαις δὲ καὶ Ἀσκληπιάδαις ἀρχηγέταις καὶ βασιλεῦσι κέχρησθε. πρὸς δὲ τούτοις ἡ πόλις ὑμῶν καλλίστη τῶν Ἑλληνίδων διὰ πάσης τῆς κατασκευῆς. καίτοι δεινὸν τῶν μὲν σωμάτων τῶν καλῶν καὶ τοῖς ἀλλοτρίοις πλείω τὴν πρόνοιαν εἶναι, ὑμᾶς δὲ τῶν ὑμετέρων αὐτῶν καλῶν μὴ φείδεσθαι. ἐνθυμήθητε δὲ ὅσην φιλοτιμίαν ὑμῖν ἔχει τὰ ὑπὸ τῶν ποιητῶν εἰς ὑμᾶς εἰρημένα, ὧν ἐγὼ τοὺς λόγους ὑπερβὰς τῆς Ὁμήρου μόνης μαρτυρίας μνησθήσομαι. ἔχει δὲ αὕτη πῶς; οἳ Ῥόδον ἀμφενέμοντο διὰ τρίχα κοσμηθέντες, Λίνδον, Ἰηλυσσόν τε καὶ ἀργινόεντα Κάμειρον. δάκνομαι μὲν ἔγωγʼ ἤδη πρὸς τὸ ῥῆμα, σκοπῶν ὡς ἀναξίως αὐτοῦ διακείμεθα, οὐδενὶ κόσμῳ νῦν ἀγόμενοι. τὰ δὲ λοιπὰ ποῖʼ ἄττα τῆς μαρτυρίας; τριχθὰ δὲ ᾤκηθεν καταφυλαδὸν ἠδὲ φίληθεν ἐκ Διὸς, ὅστε θεοῖσι καὶ ἀνθρώποισιν ἀνάσσει. ἐνθυμεῖσθʼ ὅτι πάντα σχεδὸν εὐφημήσας εἰς τοὺς Ἕλληνας ὁ ποιητὴς τὰ μέγιστα τῶν πάντων ὑμῖν ἀνέθηκε. πότερον οὖν στασιάζοντες καὶ τεταραγμένοι καὶ ὑμᾶς αὐτοὺς μισοῦντες μᾶλλον ἂν εἶναι θεοφιλεῖς ἡγεῖσθε καὶ τὰ παρὰ τοῦ ποιητοῦ βεβαιοῦν, ἢ διʼ εὐνομίας καὶ ὁμονοίας ἄγοντες τὴν πόλιν; εἶεν. θεοφιλεῖς δὲ ὄντες πότερον στασιάζειν καὶ ταράττεσθαι καὶ κατάραις ἐχθρῶν συζῆν μᾶλλον ἂν οἴεσθε ἢ τοὐναντίον ὡς αἱ τῶν σωφρόνων εὐχαὶ πράττειν, τιμᾶν μὲν τοὺς θεοὺς, γνωρίζειν δὲ ἀλλήλους, εὐθενεῖν δὲ τοῖς ἅπασιν; οὐκοῦν ἐπειδὴ διʼ ἀμφοτέρων ἡ μὲν στάσις ὑμῶν ἀλλότριον καὶ θεοῖς ἐχθρὸν, ἡ δὲ ὁμόνοια μόνον σωτήριον φαίνεται, προσήκει δήπουθεν ὡς ἐν χρημάτων λογισμῷ τὸ συμβαῖνον δέχεσθαι. καὶ μὴν οὐδʼ ἐκεῖνο εὔλογον, τοὺς μὲν προγόνους ὑμῶν τριχῆ πρότερον μεμερισμένους συνελθεῖν εἰς ταυτὸν ὑπὲρ τῆς πρὸς ἀλλήλους ὁμονοίας καὶ πίστεως καὶ μίαν ἐξ ἁπασῶν πόλιν οἰκῆσαι, ὑμᾶς δὲ ἐκ μιᾶς πόλεως πολλὰς ἀποφῆναι τῷ διῃρῆσθαι. ὑπερβολὴ δʼ ἂν γένοιτο, εἰ τριχῆ μὲν οἰκοῦντες ἓν καὶ ταυτὸν φρονοῦντες ἐδείκνυσθʼ, ὁμοῦ δʼ ὄντες ἀλλήλοις πολεμήσετε. οὐκ αἰσχύνεσθε τὸν Ἥλιον, ὃς τοῖς μὲν ἄλλοις θεατής ἐστι τῶν γιγνομένων, ὑμῶν δὲ καὶ ἀρχηγέτης; οὐχ ἕκαστος ὑμῶν τὴν παροῦσαν ἡμέραν ἡγήσεται ταύτην πρώτην εἶναι τῇ νήσῳ τῆς γενέσεως, ὅτʼ ἐκ τῆς θαλάττης ἀνῄει δῶρον τῷ θεῷ; οὐχ ὅπως μὴ τῶν ἱεροσύλων φαυλότερος φανεῖται λυμαινόμενος τῷ κλήρῳ τοῦ θεοῦ φροντιεῖ; οὐ τὰς χεῖρας ἄρας ἄνω σὺν αἰδοῖ καὶ δέει συγγνώμην αἰτήσει τῶν μέχρι τοῦδε ἡμαρτημένων τοὺς θεοὺς, ἀλλʼ ὥσπερ ἐν σκοτομαίνῃ φθείρεσθε τὴν ἱερὰν τοῦ ἡλίου πόλιν νεμόμενοι; ἢ νομίζετε τοὺς σὺν Ὀδυσσεῖ Κεφαλλῆνας οὕτως ἐναγεῖς εἶναι τοῦ θεοῦ δόξειν ὡς ὑμᾶς, εἰ διαπορθήσετʼ αὐτῷ τὴν πόλιν; καὶ μὴν εἰ καὶ τοῦτο δεῖ προσθεῖναι, κἀκεῖνοι μέχρι μὲν τῆς ἀρίστης γνώμης ἠκροῶντο καὶ ὡμονόουν, ἀπείχοντο τῶν βοῶν καὶ ἐσώζοντο. ἐπεὶ δὲ διέστησαν. ἀπώλοντο πλὴν ἑνὸς τοῦ τὰ βέλτιστα συμβουλεύοντος. ἀποβλέψατε δὴ καὶ πρὸς τοὺς τρίποδας τοὺς ἐν Διονύσου τουτουσὶ, πάντως δὲ χαίρετε αὐτοὺς προσορῶντες. ἆρʼ οὖν ποτʼ ἂν οὗτοι σταθῆναι δοκοῦσιν ὑμῖν, τῶν χορῶν ἐν αὐτοῖς μαχομένων; ἢ τοῦτό γε εὔδηλον ὅτι κἂν εἰ μὴ τἀναντία μηδʼ ἄλλος ἄλλο τι, ταὐτὰ δὲ ῥήματα μὴ κατὰ ταυτὸν ἅπαντες ᾖδον, φεύγειν λοιπὸν ἦν αὐτοῖς; καὶ μὴν οὐδεὶς χορὸς ἀσύμφωνος οὕτως ἄωρον θέαμα ὡς ὁ Ῥοδίων δῆμος μὴ ταυτὸν φθεγγόμενος. εἶεν. οἱ δὲ τοὺς λῃστὰς ἐκεῖνοι καταδιώξαντες καὶ τὰ νεώρια κοσμήσαντες τοῖς ἐμβόλοις καὶ ταῖς μεγάλαις ἐκείναις τριήρεσιν, ἃς ἡμεῖς εἴδομεν πρὸ τοῦ σεισμοῦ, πρὸς θεῶν εἰ μὴ Τυρρηνοῖς μηδὲ τοῖς πλοίοις τοῖς λῃστικοῖς, ἀλλʼ αὐτοῖς κατὰ ναῦν ἐμάχοντο, ἆρʼ ἄν ποτε τῆς θαλάττης ἦρξαν, ἢ τοὺς κόσμους τούτους εἰσήγαγον εἰς τὴν πόλιν, ἢ φιλοτιμεῖσθαι τοῖς ἐξ αὑτῶν ἐπὶ τοῖς ἔργοις τούτοις κατέλιπον; ἀλλʼ, οἶμαι, περὶ σωτηρίας ἂν αὐτοῖς πρότερον ἐγένετο. εἶτα ἐν νηὶ μὲν στάσις οὐχὶ σωτήριον, ἐν δὲ πόλει καὶ ταύτῃ περιρρύτῳ φθείρειν ἀλλήλους συνεζευγμένους σῶφρον, ἢ τὰ Λεσβίων καὶ τὰ Μυτιληναίων κακὰ μιμεῖσθαι Ῥοδίους ὄντας; ἀλλὰ πολλῷ βέλτιον ἦν ἐκείνους τῆς ὑμετέρας εὐνομίας ἐπιθυμήσαντας ὁρᾶσθαι ἢ τῆς ἐκείνων δυστυχίας ὑμᾶς ὑπομεῖναι μιμητὰς γενέσθαι. καίτοι πρέποντα μὲν ἄν τις ἔχοι καὶ πρὸς ἐκείνους εἰπεῖν καὶ ἱκνούμενα, ἄνδρες Λέσβιοι ποῖ προήχθητε; οἳ φατὲ μὲν τὴν νῆσον ἅπασαν ὑμῖν εἶναι μουσικὴν καὶ τούτου τὴν Ὀρφέως κεφαλὴν αἰτιᾶσθε, αὐτοὶ δʼ οὐκ αἰσχύνεσθε οὕτως ἀμούσως διακείμενοι; καὶ κιθαρῳδοῖς μέν ποτε τοὺς Ἕλληνας ἐνικᾶτε, τῷ δʼ ὑπὲρ ὑμῶν αὐτῶν μὴ δύνασθαι βουλεύσασθαι κινδυνεύετε ἡττᾶσθαι καὶ πάντων ἀνθρώπων; καὶ πρότερον μὲν παρʼ ὑμῶν ἑτέρωσε βαδίζοντες ἔπαυον τὰς στάσεις, νῦν δὲ οὐδὲ παρʼ ὑμῖν αὐτοῖς ὑμᾶς αὐτοὺς γνῶναι δύνασθε; ταῦτʼ ἔμοιγε δοκεῖ τις ἂν ὀρθῶς καὶ ὑπὲρ αὐτῶν εἰπεῖν νουθετῶν. οὐ μὴν ἀλλʼ ἐκείνοις μὲν, ὡς ἔοικεν, ἐκ παλαιοῦ τὸ ἄλογον τοῦτο τῆς δυστυχίας συνείμαρται καὶ πολλάκις ἠλέγχθησαν οὐχ ὡς δεῖ διακείμενοι, ὑμῖν δὲ οὐδαμόθεν προσήκει τὸ νόσημα, οὓς ἡμεῖς, καὶ ὅτε ἦμεν παρʼ ὑμῖν, τότε ἑωρῶμεν κἀν ταῖς ἐκκλησίαις οὐ μόνον μιᾷ φωνῇ χρωμένους, ἀλλʼ εἰ οἷόν τʼ εἰπεῖν, καὶ ἑνὶ ῥήματι ὡς τὸ πολὺ—ὀρθῶς γὰρ καὶ στεφάνου καὶ τοιαῦθʼ ὑμῖν ἤρκει καὶ τοὔνομα τοῦ δημηγοροῦντος ἀνειπεῖν ἐνίοτε, γάνυσθαι δὲ ἦν ὁρῶντα— καὶ ἀντὶ τῆς χειροτονίας τῷ νεύματι τῆς κεφαλῆς χρωμένους. ὥστε μόνους ἄν τις ὑμᾶς ἔφη διʼ αἰῶνος ἄγειν ἐκεχειρίαν· ὧν οὐκ ἄξια πυνθάνομαι τὰ νῦν, οὐδὲ μικρόν τι καὶ ἄγνωστον τοῦ ῥυθμοῦ παραλλάττοντα. λυπηρὸν δέ μοι κἀκεῖνο, εἰ τοῖς μὲν ἐκ γενετῆς ὀνόμασιν οὕτω σφόδρα ἑλληνίζοντες ἐφαίνεσθε, ὥστʼ οὐδὲν ἦν εὑρεῖν ὡς ἔπος εἰπεῖν παρʼ ὑμῖν ὄνομα ὅ τι μὴ Δώριον, ἀπὸ τῶν ὑμετέρων ξένων ἀρξάμενα, ἐν δὲ τῇ πολιτείᾳ τὴν πάτριον ἁρμονίαν καὶ τὴν ἀληθῶς Δωριστὶ μεθέντες κακῶν ξενικῶν καὶ πᾶσι μᾶλλον ἢ ὑμῖν προσηκόντων κληρονομήσετε. μηδαμῶς, ὦ ἄνδρες καλοί τε καὶ ἀγαθοὶ, ἀλλʼ ἐνθυμηθέντες τὸ πάλαι τοῦτο ᾀδόμενον, ὅτι τῶν μὲν ἡμαρτημένων ἔνθεν καὶ ἔνθεν οὐκ ἔστʼ ἀνελεῖν οὐδὲν, ἀλλʼ ἔχει πέρας οἷον ὁ καιρὸς ἤνεγκεν, ἀκεσταὶ δὲ τῶν ἀγαθῶν φρένες, ὡς ὁ τῶν Ῥοδίων φησὶν ἐπαινέτης, καὶ τὸ μὲν ἐξ ἀρχῆς ἀναμαρτήτους φῦναι θεῶν καὶ τῶν ἐπὶ γῆς οὐδεὶς ἀναμάρτητος, τὸ δὲ τοῖς εὖ λέγουσιν ἐθελῆσαι πεισθῆναι πρέπον ὑμῖν καὶ τῷ θεῷ μάλιστʼ ἂν οὕτω χαρίζεσθαι νομίσαντες, ᾧ τὸ ῥῆμα τοῦθʼ ὁ ποιητὴς καθιέρωκεν ὄντι θαλαττίῳ, ὅς κε θεοῖς ἐπιπείθηται, καὶ πρὸς