τοὺς ἥττους ἑκόντες διαφθείρωσι τῇ σφετέρᾳ λυμαίνονται φιλοτιμίᾳ. τὸ γὰρ εἶναι τοὺς ἥττους κέρδος τοῖς κρείττοσιν, εἴπερ ἕξουσιν ὧν ἔσονται κρείττους δεικνύναι, τοὺς δὲ ἀπολειπομένους ἢ ταῖς οὐσίαις ἢ κατὰ τὴν ἄλλην τύχην, ὅτι τοῖς μείζοσιν, ἐὰν ἐπηρεάζωσι, τῇ σφετέρᾳ λυμαίνονται σωτηρίᾳ πολὺ μᾶλλον ἢ εἰ τὸ τεῖχος ἑκόντες καθῄρουν. νόμος γάρ ἐστιν οὗτος φύσει κείμενος ἀληθῶς ὑπὸ τῶν κρειττόνων καταδειχθεὶς, ἀκούειν τὸν ἥττω τοῦ κρείττονος. κἄν τις ἐλευθερίας σύμβολον ποιῆται τὸ διαφθείρειν τὸν νόμον, αὑτὸν ἐξαπατᾷ καὶ ποιεῖ παραπλήσιον ὥσπερ ἂν εἰ κοινῇ πάντες ἄνθρωποι τοῖς θεοῖς φθονήσαντες, εἶτα μὴ νομίζοιεν. εἰ δέ τις ὑμῶν τῷ πολλὰ καὶ δεινὰ πεπονθέναι πρὶν λαβεῖν δίκην, οὐκ ἀνεκτὸν ἡγεῖται καταλύσασθαι, πρῶτον μὲν αὑτῷ τοὔμπαλιν διάκειται. εἰ γὰρ τοσούτων καὶ τηλικούτων κακῶν ἡ στάσις αἰτία γίγνεται ὥστʼ ἀβίωτον νομίζειν εἰ μή τις ὁπωσοῦν δίκην λήψεται, πῶς οὐ φεύγειν κράτιστον ἀπʼ αὐτῆς; ἔστι γὰρ εὖ φρονούντων ὧν μὲν εὐφραινόντων πεπείρανται μὴ θέλειν ἀφίστασθαι, ἃ δʼ οὕτως σκληρὰ καὶ ταραχώδη καὶ πανταχοῦ μεστὰ ἀηδίας εὑρήκασι, τούτων ὡς τάχιστα παύσασθαι, μὴ τὸ κακὸν τοῦ κακοῦ φάρμακον ἡγουμένους, ἀλλὰ νομίζοντας μνήμην καὶ λήθην δύο προσρήματα ἐναντίω δυοῖν ἐναντίοιν εἶναι πραγμάτοιν, καὶ δεῖν τὰ μὲν χρηστὰ τῇ μνήμῃ σημειοῦσθαι, τὰ δὲ φαῦλα τῇ λήθη παραγράφεσθαι. ἔπειθʼ ὅταν καὶ παντάπασιν ὁ θυμὸς προσίστηται, τὸν ἀρχαῖον ἀντίπαλον παραλαμβάνοντας αὐτοῦ δεῖ τὸν λογισμὸν ὡδὶ λέγειν πρὸς αὑτοὺς, ἡμεῖς ἐσμὲν Ῥόδιοι, κἄν τις ἡμῖν Ἑλλήνων ἢ βαρβάρων εὐγενείας ἀμφισβητῇ, βουλοίμεθʼ ἂν αὐτοῦ κρατεῖν. οὐκοῦν ὅτε τοῦτο βουλόμεθα, ἡ πατρὶς ἡμῖν σωστέα κοινῇ, ἵνʼ ἔχοιμεν ἐφʼ ᾗ φρονοῖμεν. οὐκοῦν στασιαζόντων μὲν ἀπόλλυται, μιᾷ δὲ γνώμῃ χρησαμένων ἅμα καλλίων καὶ μείζων γίγνεται. τί οὖν ἡμᾶς αὐτοὺς καταλύομεν; ταῦθʼ εἷς ἕκαστος εἰ πρὸς αὑτὸν εἰπεῖν ἐθελήσειεν, οὐ δώσει