ποιείσθω τὸ τοὺς καιροὺς ἑτέρους εἶναι, ἀλλʼ ἐκεῖνο κοινὸν ἐνθυμείσθω κατὰ πάσης στάσεως ὅτι τῶν παρόντων ἀγαθῶν ἀεὶ πέφυκεν ἀποστερεῖν. χωρὶς δὲ τούτων, ὦ ἄνδρες Ῥόδιοι, καὶ ἡ συμφορὰ μείζων, εἰ τοιούτων καιρῶν ἐν οἷς φόβος μὲν οὐδεὶς οὐδὲ κίνδυνος, εὐδαιμονίας δὲ ἀπολαύειν ὁπόσης τις βούλεται πάρεστι, τὸ ἐπιβάλλον ἐφʼ ὑμᾶς μέρος ὥσπερ θεωρικοῦ προήσεσθε ἐξεπίτηδες. μέχρι μὲν γὰρ διειστήκει τὰ τῶν Ἑλλήνων, εἰκὸς ἦν συνοίσειν καὶ τοὺς μὲν ταῦτα, τοὺς δὲ ἐκεῖνα ὑμῶν αἱρεῖσθαι. νῦν δὲ τίς ἢ στάσεως ἀφορμὴ, ἢ ῥᾳστώνης οὐκ ἐξουσία; οὐ κοινὴ μὲν ἅπασα γῆ, βασιλεὺς δὲ εἷς, νόμοι δὲ κοινοὶ πᾶσι, πολιτεύεσθαι δὲ καὶ σιωπᾶν καὶ ἀπαίρειν καὶ μένειν ἄδεια ὁπόσην τις βούλεται; τί οὖν δεῖ κακῶν ἐπεισάκτων, ἢ μανίας τοῖς πᾶσι περιττῆς; ἀλλὰ γὰρ οὐχ ὡς ἔσχατον ἡ στάσις τῶν κακῶν δεῖξαι χαλεπώτατον, ἀλλʼ ὅπως αὐτῆς ἀπαλλάξεσθε, τοῦτʼ ἴσως ἔργον εὑρεῖν. οὐ γὰρ ἀγνοίᾳ τοῦ συμφέροντος ἁμαρτάνειν μοι δοκεῖτε τοσοῦτον, ὅσον, εἰ οἷόν τε εἰπεῖν, ἀπονοίᾳ τινὶ καὶ τῶν διαφορῶν ἑκόντες ἡττώμενοι. λέγω δὴ κεφάλαιον, πρῶτον μὲν ὀργὴν ἅπασαν ἀπελθεῖν ἐκποδὼν ὡσπερεὶ πολιορκίαν, τὰ ἑαυτῆς ἔχουσαν· ὡς οὐ τῷ θυμῷ κάλλιστα τὰ πράγματα κρίνεται. ἔπειτα φθόνον καὶ πλεονεξίαν ἑκατέρωθεν περιελεῖν· φθόνον μὲν λέγω τῶν ἐλαττόνων τοῖς μείζοσι, πλεονεξίαν δὲ εἰς τοὺς ἥττους τῶν μειζόνων· συνελόντι δʼ εἰπεῖν οἰκίας σχῆμα καὶ τύπον μιμήσασθαι. τί δὴ τοῦτʼ ἐστίν; εἰσὶν ἄρχοντες ἐν οἰκίᾳ, πατέρες παίδων καὶ δούλων δεσπόται. πῶς οὖν οὗτοι καλῶς οἰκοῦσιν; ὅταν οἱ μὲν ἄρχοντες μὴ πάντʼ ἐξεῖναι νομίζωσιν ἑαυτοῖς, ἀλλʼ ἑκόντες ὑφαιρῶσι τῆς ἐξουσίας, οἱ δʼ ὅ τι ἂν δοκῇ τοῖς κρείττοσιν ὡς ἐξὸν δέχωνται. ἄνευ δὲ ταύτης τῆς ἑκατέρωθεν εὐγνωμοσύνης οὐ ῥᾴδιον εὑρεῖν οἰκίαν ἥτις σωθήσεται. τοῦτο τοίνυν καὶ ἐπὶ τὰ κοινὰ τῆς πόλεως πράγματα ἀγαγεῖν ἔμοιγε δοκεῖ νῦν, λογιζομένους τοὺς μὲν ἀξιοῦντας εἶναι κρείττους ὅ τι ἂν