<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0284.tlg044.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Jebb_page" xml:base="urn:cts:greekLit:tlg0284.tlg044.perseus-grc2" n="564"><p>Ἀθηναίων θεωρήσατε, οἳ στασιάζοντες μὲν οὔτε σφίσιν αὐτοῖς οὔτε ἑτέροις ἠδύναντʼ εἶναι χρήσιμοι, ἐπεὶ δὲ τῶν τυράννων ἀπαλλαγέντες ὡμονόησαν πρὸς ἀλλήλους, οὐ μόνον τὴν πόλιν, ἀλλὰ καὶ τὴν Ἑλλάδα ἠλευθέρωσαν ἐν τοῖς μεγίστοις καιροῖς. παραλαβόντες δὲ τὴν ἀρχὴν, ἕως μὲν μίαν γνώμην εἶχον, ἀντεῖχον μικροῦ δεῖν ἅπασιν ἀνθρώποις καὶ κατὰ γῆν καὶ κατὰ θάλατταν, ἐπεὶ δὲ διέστησαν, τὰ μὲν τείχη κατέσκαψαν, τὰς δὲ ναῦς παρέδωκαν. καὶ τοῦτο τοσοῦτον ἀτύχημα ἀτυχήσας ὁ δῆμος ἐκπεσὼν καὶ κατελθὼν αὖθις, ἐξὸν αὐτῷ τιμωρήσασθαι τοὺς ἐπαναστάντας καὶ πρὸς οὓς παρετάξαντο, ὁμονοεῖν εἵλετο, τὴν κοινὴν τῆς πόλεως σωτηρίαν προτέραν τῶν ἰδίων <pb xml:id="v.1.p.833"/> ἐγκλημάτων ποιησάμενος. καὶ γάρ τοι πάλιν εἰς τὰ πράγματʼ εἰσῆλθε, καὶ προὔστη τῶν Ἑλλήνων σχεδὸν ἐν μέρει πάντων. τοσοῦτον κακὸν ἡ στάσις ταῖς πόλεσι καὶ τοσοῦτον ἀγαθὸν τὸ θέλειν ὡς τάχιστα παύσασθαι. εἰ δὲ δεῖ καὶ τῶν ὑμετέρων προγόνων Ἀργείων ἀναμνησθῆναι, λέγεται καὶ τούτους ταραχθέντας ἐν ἀλλήλοις, Ἀθηναίων πρέσβεων ἀφικομένων ὡς αὐτοὺς καὶ διδαξάντων ὡς αὐτοὶ τὰ σφέτερʼ αὐτῶν ἔθεντο, ὑπακοῦσαι καὶ τὴν στάσιν ἐκποδὼν ἀνελόντας πάλιν εἰς ταυτὸν ἐλθεῖν. νῦν τοίνυν, ὦ ἄνδρες Ῥόδιοι, παρὰ πασῶν τῶν πόλεων τούτων χρὴ νομίζειν πρεσβείαν κοινὴν ἥκειν ὡς ὑμᾶς ἐπὶ τὰς διαλύσεις προκαλουμένην, προηγορεῖν δὲ ἡμᾶς συνδεομένους ἃ νομίζομεν πάντη βέλτιστα ὑμῖν εἶναι. καὶ μὴν οὐ ταυτόν γε τοῖς Ἀθηναίοις ὑμᾶς ποιῆσαι δεῖ οὐδὲ τοῖς ἐφʼ ὑμᾶς δανεισαμένοις συνεκτῖσαι τάλαντα ὅσα δὴ σημεῖον τῆς πίστεως, ἀλλʼ ἀζήμιος ἡ σωφροσύνη πρόκειται τούτων τε ὧν εἶπον ἐνθυμουμένοις καὶ μηκέτʼ εἰς πόλιν μίαν ἢ δευτέραν βλέπουσιν, ἀλλʼ εἰς τὰ κοινὰ τῶν Ἑλλήνων πράγματα καὶ πάσας τὰς πόλεις τὰς Ἑλληνίδας, αἷς οὔτε φάλαγγες ὁπλιτῶν ἐναντίον οὔθʼ ἱππέων πλῆθος οὔτʼ ἄλλʼ οὐδὲν τῶν δοκούντων εἶναι φοβερῶν, ἀλλʼ ἡ κατʼ ἀλλήλων στάσις καὶ ἀπιστία καὶ τὸ μήτε κοινῇ ταυτὸν φρονεῖν μήτʼ αὖ καθʼ ἑκάστους ὑγιαίνειν αἴτιον τῆς τοσαύτης μεταβολῆς ἐγένετο. καὶ μηδεὶς ὑμῶν ἐν ἀδείᾳ </p></div></div></body></text></TEI>