στάσει δʼ ἢ συστῆναι τὸ πρῶτον ἢ συμμεῖναι πολιτείαν οὐδενὶ πώποτʼ ἔδοξεν ἐγχωρεῖν. καὶ μὴν τυραννούμεναι μὲν τῶν πόλεων ἤδη τινὲς εἴς τε μέγεθος καὶ κατασκευὴν ἐπέδοσαν, στάσει δὲ οἵτινες οὐκ ἐφθάρησαν οὐκ ἂν ἔχοιμεν εὑρεῖν. καίτοι πῶς εἰκὸς τοῖς μὲν τοὺς τυράννους ἀποκτιννύουσι δωρεὰς προειρηκέναι, τοῖς δὲ τὰς στάσεις καταλύουσι μηδὲ ὅσον πείθεσθαι βούλεσθαι; ὑμεῖς τοίνυν σεμνύνεσθε ὡς ὄντες ἐλεύθεροι καὶ τὴν δημοκρατίαν οὕτως ἐπαινεῖτε ὥστε μηδʼ ἂν ἀθάνατοι δέξαισθε γενέσθαι, εἰ μή τις ὑμᾶς ἐπὶ ταύτης ἐάσει μένειν τῆς πολιτείας. καίτοι πῶς οὐκ ἄλογον αὐτὴν μὲν οὕτω τιμᾶν, ταύτῃ δʼ ἐπηρεάζοντας μὴ θέλειν συνεῖναι, καὶ μοναρχίαν μὲν εἴ τις κατασκευάζοιτο, πικρῶς ἂν ἔχειν, ὃ δὲ τούτου τοσούτοις ὅσοις εἶπον δέδεικται χαλεπώτερον, τοῦτʼ αὔξειν ἑκόντας, καὶ μηδʼ ἐκεῖνο δύνασθαι λογίσασθαι ὡς οὐκ ἔστιν ὅπως, εἰ ταῦθʼ οὕτω πρόεισιν, οὐ κινδυνεύσετʼ ἀποστερηθῆναι τῆς δοκούσης ταύτης ἐλευθερίας· κἂν μὴ ἑκόντες ἐπιστρέψητε, ἄλλος ἀφίξεται ὅστις ὑμᾶς σώσει πρὸς βίαν. ὡς οὔτʼ ἀγνοεῖν τὰ τοιαῦτα τοῖς ἄρχουσι θεσμὸς οὔτʼ ἐν μηδενὶ ποιεῖσθαι λόγῳ. ὥστε εἰ μηδενὸς ἄλλου χάριν, τοῦ γʼ ὄντες ἐλεύθεροι ποιεῖν ὅ τι βούλεσθε, τῶν νυνὶ τούτων ἀπόστητε, ἵνα μὴ φοβῆσθε ἅμα ὅσον νῦν θαρρεῖτε καὶ μὴ φιλοτιμίαν ἀρχαίαν ἀποβάλητε. ἔστι δὴ τοῦ παρεληλυθότος χρόνου τοῦτʼ ἀπολαύειν, παραδείγμασι τοῖς γνωριμωτάτοις χρωμένους εἰς τὰ παρόντα, καὶ ταῦτα πρὸς μὲν ἄλλους τινὰς διεξιέναι μειρακιῶδες ἂν ἦν ἴσως, πρὸς δὲ ὑμᾶς καθαρῶς ὄντας Ἕλληνας καὶ τεθραμμένους ἐκ παίδων ἐν τούτοις οὐκ ἄχρηστον. τοῦτο μὲν τοίνυν εἰς τὴν τῶν Λακεδαιμονίων πόλιν ἀποβλέψατε, ὁμόφυλον ὑμῖν οὖσαν, ἣ μέχρι μὲν ἐστασίαζεν, οὐδεμιᾶς τῶν προσοίκων βελτίων ἦν, ἀλλὰ καὶ πολεμοῦσα ἡττᾶτο, ὡς λέγεται, τὰ πολλά· ἐπεὶ δὲ κατέστη διὰ τῶν Λυκούργου λόγων καὶ νόμων, ἡγεῖτο τῶν Ἑλλήνων καὶ κατὰ πόλεις καὶ κοινῇ. αὖθις δὲ τὸ τῶν