ἀλλʼ ὅπως ὅτι πλεῖστα γενήσεται, καὶ τῶν μὲν ἀκουσίων ἀποτροπὰς αἰτεῖν τοὺς θεοὺς, οἷον λιμοῦ καὶ λοιμοῦ καὶ τῶν τοιούτων, ἃ δὲ μείζω μὲν τούτων κακοῖ, τῷ δʼ εὖ φρονεῖν ἔστι θεραπεῦσαι, ταῦτα μὴ βούλεσθαι; πότερον οὖν οὐδʼ εὔχεσθαι φήσετε ὑπὲρ τῆς ὁμονοίας; τί ποτʼ οὖν ἄλλο ὑμῖν αὐτοῖς ἀγαθὸν συνεύξεσθε; ἀλλὰ νὴ Δία τοῦτό γε ποιεῖν προθύμως; οὐκοῦν ἄτοπον τοὺς μὲν θεοὺς ἐνοχλεῖν, αὐτοὺς δὲ μὴ βούλεσθαι πράττειν ἅ γʼ ἐφʼ ὑμῖν εἶναι δοκεῖ τοῖς θεοῖς αὐτοῖς; καὶ μὴν εἴ γε τοῖς σώμασιν αὗται βαρύταται τῶν νόσων καὶ πλείστης δέονται τῆς ἐπιμελείας αἵτινες ἂν τῶν ἐντὸς ἅψωνται, πῶς οὐ καὶ πόλει ταῦτʼ εἶναι τῶν ἀτυχημάτων ἔσχατα χρὴ δοκεῖν ὑφʼ ὧν εἴσω φθείρεται; ἢ πολεμίους μὲν εἴσω τείχους παρελθόντας φοβερωτέρους κρίνομεν, αὐτοὺς δὲ ἐν μέσῃ τῇ πόλει πολεμεῖν ἀλλήλοις μικρόν τι νομιοῦμεν εἶναι; καὶ μὴν οὐδʼ ἐκεῖνον ἀποδέξομαι τὸν λόγον, ὡς ἄρα στάσις ἐμφύλιος τοσούτῳ πολέμου χαλεπώτερον, ὅσῳ πόλεμος εἰρήνης. ὁρῶ γὰρ πόλεμον μὲν εἰρήνης πολλάκις αἱρετώτερον συμβαίνοντα, στάσιν δὲ ὁμονοίας οὐδέποτε. πολεμήσασι μὲν γὰρ ἤδη πολλοῖς συνήνεγκε καὶ εἰς χρημάτων κτῆσιν καὶ πρὸς δόξαν καὶ πρὸς ἰσχὺν καὶ πάνθʼ ὅσʼ ἂν εἴποι τις, στάσει δὲ καὶ μίσει πρὸς ἀλλήλους χρώμενοι οὐδένες πώποτε τῶν ὄντων ἀγαθῶν ἀπώναντο, τοσοῦτον ἀπέσχον τοῦ προσκτήσασθαί γε ἕτερα. συνελόντι δʼ εἰπεῖν εἰρήνης μὲν ὑπαρχούσης τοσούτῳ χεῖρον στασιάζειν ἢ πολεμεῖν ἐπαρθῆναι, ὅσῳ χεῖρον ἑαυτοὺς κακῶς ποιεῖν ἢ ἑτέρους. ἐν πολέμῳ δὲ τὸ αὐτὸ τοῦτο τοσούτῳ χεῖρον, ὅσῳ πόλεμος εἰρήνης. καὶ μὴν οὐ νῦν μὲν δοκεῖ, πρότερον δʼ οὐκ ἐδόκει τῶν κακῶν ἔσχατον εἶναι. τοσούτῳ γὰρ μετριώτερον στάσεως ἡ τυραννὶς, ὅσῳ πρῶτον μὲν κουφότερον εἷς κακῶς ποιῶν πόλιν ἢ πάντες κύκλῳ, ἔπειτα ἐλευθερῶσαι μὲν πόλιν ὥστε στασιάζειν οὐδεὶς πώποτʼ εὖ φρονῶν ἠξίωσεν, ὑπὲρ δὲ τοῦ μὴ στασιάζειν τυράννους ἤδη τινὲς ἐξεπίτηδες ἐστήσαντο. καὶ μετὰ μέν γε τυράννου καὶ νόμους θεῖναι τῶν νομοθετῶν αὐτῶν ἤδη τινὲς εἶπον προσφέρειν,