ἀλλʼ ὅπως ὅτι πλεῖστα γενήσεται, καὶ τῶν μὲν ἀκουσίων ἀποτροπὰς αἰτεῖν τοὺς θεοὺς, οἷον λιμοῦ καὶ λοιμοῦ καὶ τῶν τοιούτων, ἃ δὲ μείζω μὲν τούτων κακοῖ, τῷ δʼ εὖ φρονεῖν ἔστι θεραπεῦσαι, ταῦτα μὴ βούλεσθαι; πότερον οὖν οὐδʼ εὔχεσθαι φήσετε ὑπὲρ τῆς ὁμονοίας; τί ποτʼ οὖν ἄλλο ὑμῖν αὐτοῖς ἀγαθὸν συνεύξεσθε; ἀλλὰ νὴ Δία τοῦτό γε ποιεῖν προθύμως; οὐκοῦν ἄτοπον τοὺς μὲν θεοὺς ἐνοχλεῖν, αὐτοὺς δὲ μὴ βούλεσθαι πράττειν ἅ γʼ ἐφʼ ὑμῖν εἶναι δοκεῖ τοῖς θεοῖς αὐτοῖς; καὶ μὴν εἴ γε τοῖς σώμασιν αὗται βαρύταται τῶν νόσων καὶ πλείστης δέονται τῆς ἐπιμελείας αἵτινες ἂν τῶν ἐντὸς ἅψωνται, πῶς οὐ καὶ πόλει ταῦτʼ εἶναι τῶν ἀτυχημάτων ἔσχατα χρὴ δοκεῖν ὑφʼ ὧν εἴσω φθείρεται; ἢ πολεμίους μὲν εἴσω τείχους παρελθόντας φοβερωτέρους κρίνομεν, αὐτοὺς δὲ ἐν μέσῃ τῇ πόλει πολεμεῖν ἀλλήλοις μικρόν τι νομιοῦμεν εἶναι; καὶ μὴν οὐδʼ ἐκεῖνον ἀποδέξομαι τὸν λόγον, ὡς ἄρα στάσις ἐμφύλιος τοσούτῳ πολέμου χαλεπώτερον, ὅσῳ πόλεμος εἰρήνης. ὁρῶ γὰρ πόλεμον μὲν εἰρήνης πολλάκις αἱρετώτερον συμβαίνοντα, στάσιν δὲ ὁμονοίας οὐδέποτε. πολεμήσασι μὲν γὰρ ἤδη πολλοῖς συνήνεγκε καὶ εἰς χρημάτων κτῆσιν καὶ πρὸς δόξαν καὶ πρὸς ἰσχὺν καὶ πάνθʼ ὅσʼ ἂν εἴποι τις, στάσει δὲ καὶ μίσει πρὸς ἀλλήλους χρώμενοι οὐδένες πώποτε τῶν ὄντων ἀγαθῶν ἀπώναντο, τοσοῦτον ἀπέσχον τοῦ προσκτήσασθαί γε ἕτερα. συνελόντι δʼ εἰπεῖν εἰρήνης μὲν ὑπαρχούσης τοσούτῳ χεῖρον στασιάζειν ἢ πολεμεῖν ἐπαρθῆναι, ὅσῳ χεῖρον ἑαυτοὺς κακῶς ποιεῖν ἢ ἑτέρους. ἐν πολέμῳ δὲ τὸ αὐτὸ τοῦτο τοσούτῳ χεῖρον, ὅσῳ πόλεμος εἰρήνης. καὶ μὴν οὐ νῦν μὲν δοκεῖ, πρότερον δʼ οὐκ ἐδόκει τῶν κακῶν ἔσχατον εἶναι. τοσούτῳ γὰρ μετριώτερον στάσεως ἡ τυραννὶς, ὅσῳ πρῶτον μὲν κουφότερον εἷς κακῶς ποιῶν πόλιν ἢ πάντες κύκλῳ, ἔπειτα ἐλευθερῶσαι μὲν πόλιν ὥστε στασιάζειν οὐδεὶς πώποτʼ εὖ φρονῶν ἠξίωσεν, ὑπὲρ δὲ τοῦ μὴ στασιάζειν τυράννους ἤδη τινὲς ἐξεπίτηδες ἐστήσαντο. καὶ μετὰ μέν γε τυράννου καὶ νόμους θεῖναι τῶν νομοθετῶν αὐτῶν ἤδη τινὲς εἶπον προσφέρειν, στάσει δʼ ἢ συστῆναι τὸ πρῶτον ἢ συμμεῖναι πολιτείαν οὐδενὶ πώποτʼ ἔδοξεν ἐγχωρεῖν. καὶ μὴν τυραννούμεναι μὲν τῶν πόλεων ἤδη τινὲς εἴς τε μέγεθος καὶ κατασκευὴν ἐπέδοσαν, στάσει δὲ οἵτινες οὐκ ἐφθάρησαν οὐκ ἂν ἔχοιμεν εὑρεῖν. καίτοι πῶς εἰκὸς τοῖς μὲν τοὺς τυράννους ἀποκτιννύουσι δωρεὰς προειρηκέναι, τοῖς δὲ τὰς στάσεις καταλύουσι μηδὲ ὅσον πείθεσθαι βούλεσθαι; ὑμεῖς τοίνυν σεμνύνεσθε ὡς ὄντες ἐλεύθεροι καὶ τὴν δημοκρατίαν οὕτως ἐπαινεῖτε ὥστε μηδʼ ἂν ἀθάνατοι δέξαισθε γενέσθαι, εἰ μή τις ὑμᾶς ἐπὶ ταύτης ἐάσει μένειν τῆς πολιτείας. καίτοι πῶς οὐκ ἄλογον αὐτὴν μὲν οὕτω τιμᾶν, ταύτῃ δʼ ἐπηρεάζοντας μὴ θέλειν συνεῖναι, καὶ μοναρχίαν μὲν εἴ τις κατασκευάζοιτο, πικρῶς ἂν ἔχειν, ὃ δὲ τούτου τοσούτοις ὅσοις εἶπον δέδεικται χαλεπώτερον, τοῦτʼ αὔξειν ἑκόντας, καὶ μηδʼ ἐκεῖνο δύνασθαι λογίσασθαι ὡς οὐκ ἔστιν ὅπως, εἰ ταῦθʼ οὕτω πρόεισιν, οὐ κινδυνεύσετʼ ἀποστερηθῆναι τῆς δοκούσης ταύτης ἐλευθερίας· κἂν μὴ ἑκόντες ἐπιστρέψητε, ἄλλος ἀφίξεται ὅστις ὑμᾶς σώσει πρὸς βίαν. ὡς οὔτʼ ἀγνοεῖν τὰ τοιαῦτα τοῖς ἄρχουσι θεσμὸς οὔτʼ ἐν μηδενὶ ποιεῖσθαι λόγῳ. ὥστε εἰ μηδενὸς ἄλλου χάριν, τοῦ γʼ ὄντες ἐλεύθεροι ποιεῖν ὅ τι βούλεσθε, τῶν νυνὶ τούτων ἀπόστητε, ἵνα μὴ φοβῆσθε ἅμα ὅσον νῦν θαρρεῖτε καὶ μὴ φιλοτιμίαν ἀρχαίαν ἀποβάλητε. ἔστι δὴ τοῦ παρεληλυθότος χρόνου τοῦτʼ ἀπολαύειν, παραδείγμασι τοῖς γνωριμωτάτοις χρωμένους εἰς τὰ παρόντα, καὶ ταῦτα πρὸς μὲν ἄλλους τινὰς διεξιέναι μειρακιῶδες ἂν ἦν ἴσως, πρὸς δὲ ὑμᾶς καθαρῶς ὄντας Ἕλληνας καὶ τεθραμμένους ἐκ παίδων ἐν τούτοις οὐκ ἄχρηστον. τοῦτο μὲν τοίνυν εἰς τὴν τῶν Λακεδαιμονίων πόλιν ἀποβλέψατε, ὁμόφυλον ὑμῖν οὖσαν, ἣ μέχρι μὲν ἐστασίαζεν, οὐδεμιᾶς τῶν προσοίκων βελτίων ἦν, ἀλλὰ καὶ πολεμοῦσα ἡττᾶτο, ὡς λέγεται, τὰ πολλά· ἐπεὶ δὲ κατέστη διὰ τῶν Λυκούργου λόγων καὶ νόμων, ἡγεῖτο τῶν Ἑλλήνων καὶ κατὰ πόλεις καὶ κοινῇ. αὖθις δὲ τὸ τῶν Ἀθηναίων θεωρήσατε, οἳ στασιάζοντες μὲν οὔτε σφίσιν αὐτοῖς οὔτε ἑτέροις ἠδύναντʼ εἶναι χρήσιμοι, ἐπεὶ δὲ τῶν τυράννων ἀπαλλαγέντες ὡμονόησαν πρὸς ἀλλήλους, οὐ μόνον τὴν πόλιν, ἀλλὰ καὶ τὴν Ἑλλάδα ἠλευθέρωσαν ἐν τοῖς μεγίστοις καιροῖς. παραλαβόντες δὲ τὴν ἀρχὴν, ἕως μὲν μίαν γνώμην εἶχον, ἀντεῖχον μικροῦ δεῖν ἅπασιν ἀνθρώποις καὶ κατὰ γῆν καὶ κατὰ θάλατταν, ἐπεὶ δὲ διέστησαν, τὰ μὲν τείχη κατέσκαψαν, τὰς δὲ ναῦς παρέδωκαν. καὶ τοῦτο τοσοῦτον ἀτύχημα ἀτυχήσας ὁ δῆμος ἐκπεσὼν καὶ κατελθὼν αὖθις, ἐξὸν αὐτῷ τιμωρήσασθαι τοὺς ἐπαναστάντας καὶ πρὸς οὓς παρετάξαντο, ὁμονοεῖν εἵλετο, τὴν κοινὴν τῆς πόλεως σωτηρίαν προτέραν τῶν ἰδίων ἐγκλημάτων ποιησάμενος. καὶ γάρ τοι πάλιν εἰς τὰ πράγματʼ εἰσῆλθε, καὶ προὔστη τῶν Ἑλλήνων σχεδὸν ἐν μέρει πάντων. τοσοῦτον κακὸν ἡ στάσις ταῖς πόλεσι καὶ τοσοῦτον ἀγαθὸν τὸ θέλειν ὡς τάχιστα παύσασθαι. εἰ δὲ δεῖ καὶ τῶν ὑμετέρων προγόνων Ἀργείων ἀναμνησθῆναι, λέγεται καὶ τούτους ταραχθέντας ἐν ἀλλήλοις, Ἀθηναίων πρέσβεων ἀφικομένων ὡς αὐτοὺς καὶ διδαξάντων ὡς αὐτοὶ τὰ σφέτερʼ αὐτῶν ἔθεντο, ὑπακοῦσαι καὶ τὴν στάσιν ἐκποδὼν ἀνελόντας πάλιν εἰς ταυτὸν ἐλθεῖν. νῦν τοίνυν, ὦ ἄνδρες Ῥόδιοι, παρὰ πασῶν τῶν πόλεων τούτων χρὴ νομίζειν πρεσβείαν κοινὴν ἥκειν ὡς ὑμᾶς ἐπὶ τὰς διαλύσεις προκαλουμένην, προηγορεῖν δὲ ἡμᾶς συνδεομένους ἃ νομίζομεν πάντη βέλτιστα ὑμῖν εἶναι. καὶ μὴν οὐ ταυτόν γε τοῖς Ἀθηναίοις ὑμᾶς ποιῆσαι δεῖ οὐδὲ τοῖς ἐφʼ ὑμᾶς δανεισαμένοις συνεκτῖσαι τάλαντα ὅσα δὴ σημεῖον τῆς πίστεως, ἀλλʼ ἀζήμιος ἡ σωφροσύνη πρόκειται τούτων τε ὧν εἶπον ἐνθυμουμένοις καὶ μηκέτʼ εἰς πόλιν μίαν ἢ δευτέραν βλέπουσιν, ἀλλʼ εἰς τὰ κοινὰ τῶν Ἑλλήνων πράγματα καὶ πάσας τὰς πόλεις τὰς Ἑλληνίδας, αἷς οὔτε φάλαγγες ὁπλιτῶν ἐναντίον οὔθʼ ἱππέων πλῆθος οὔτʼ ἄλλʼ οὐδὲν τῶν δοκούντων εἶναι φοβερῶν, ἀλλʼ ἡ κατʼ ἀλλήλων στάσις καὶ ἀπιστία καὶ τὸ μήτε κοινῇ ταυτὸν φρονεῖν μήτʼ αὖ καθʼ ἑκάστους ὑγιαίνειν αἴτιον τῆς τοσαύτης μεταβολῆς ἐγένετο. καὶ μηδεὶς ὑμῶν ἐν ἀδείᾳ ποιείσθω τὸ τοὺς καιροὺς ἑτέρους εἶναι, ἀλλʼ ἐκεῖνο κοινὸν ἐνθυμείσθω κατὰ πάσης στάσεως ὅτι τῶν παρόντων ἀγαθῶν ἀεὶ πέφυκεν ἀποστερεῖν. χωρὶς δὲ τούτων, ὦ ἄνδρες Ῥόδιοι, καὶ ἡ συμφορὰ μείζων, εἰ τοιούτων καιρῶν ἐν οἷς φόβος μὲν οὐδεὶς οὐδὲ κίνδυνος, εὐδαιμονίας δὲ ἀπολαύειν ὁπόσης τις βούλεται πάρεστι, τὸ ἐπιβάλλον ἐφʼ ὑμᾶς μέρος ὥσπερ θεωρικοῦ προήσεσθε ἐξεπίτηδες. μέχρι μὲν γὰρ διειστήκει τὰ τῶν Ἑλλήνων, εἰκὸς ἦν συνοίσειν καὶ τοὺς μὲν ταῦτα, τοὺς δὲ ἐκεῖνα ὑμῶν αἱρεῖσθαι. νῦν δὲ τίς ἢ στάσεως ἀφορμὴ, ἢ ῥᾳστώνης οὐκ ἐξουσία; οὐ κοινὴ μὲν ἅπασα γῆ, βασιλεὺς δὲ εἷς, νόμοι δὲ κοινοὶ πᾶσι, πολιτεύεσθαι δὲ καὶ σιωπᾶν καὶ ἀπαίρειν καὶ μένειν ἄδεια ὁπόσην τις βούλεται; τί οὖν δεῖ κακῶν ἐπεισάκτων, ἢ μανίας τοῖς πᾶσι περιττῆς; ἀλλὰ γὰρ οὐχ ὡς ἔσχατον ἡ στάσις τῶν κακῶν δεῖξαι χαλεπώτατον, ἀλλʼ ὅπως αὐτῆς ἀπαλλάξεσθε, τοῦτʼ ἴσως ἔργον εὑρεῖν. οὐ γὰρ ἀγνοίᾳ τοῦ συμφέροντος ἁμαρτάνειν μοι δοκεῖτε τοσοῦτον, ὅσον, εἰ οἷόν τε εἰπεῖν, ἀπονοίᾳ τινὶ καὶ τῶν διαφορῶν ἑκόντες ἡττώμενοι. λέγω δὴ κεφάλαιον, πρῶτον μὲν ὀργὴν ἅπασαν ἀπελθεῖν ἐκποδὼν ὡσπερεὶ πολιορκίαν, τὰ ἑαυτῆς ἔχουσαν· ὡς οὐ τῷ θυμῷ κάλλιστα τὰ πράγματα κρίνεται. ἔπειτα φθόνον καὶ πλεονεξίαν ἑκατέρωθεν περιελεῖν· φθόνον μὲν λέγω τῶν ἐλαττόνων τοῖς μείζοσι, πλεονεξίαν δὲ εἰς τοὺς ἥττους τῶν μειζόνων· συνελόντι δʼ εἰπεῖν οἰκίας σχῆμα καὶ τύπον μιμήσασθαι. τί δὴ τοῦτʼ ἐστίν; εἰσὶν ἄρχοντες ἐν οἰκίᾳ, πατέρες παίδων καὶ δούλων δεσπόται. πῶς οὖν οὗτοι καλῶς οἰκοῦσιν; ὅταν οἱ μὲν ἄρχοντες μὴ πάντʼ ἐξεῖναι νομίζωσιν ἑαυτοῖς, ἀλλʼ ἑκόντες ὑφαιρῶσι τῆς ἐξουσίας, οἱ δʼ ὅ τι ἂν δοκῇ τοῖς κρείττοσιν ὡς ἐξὸν δέχωνται. ἄνευ δὲ ταύτης τῆς ἑκατέρωθεν εὐγνωμοσύνης οὐ ῥᾴδιον εὑρεῖν οἰκίαν ἥτις σωθήσεται. τοῦτο τοίνυν καὶ ἐπὶ τὰ κοινὰ τῆς πόλεως πράγματα ἀγαγεῖν ἔμοιγε δοκεῖ νῦν, λογιζομένους τοὺς μὲν ἀξιοῦντας εἶναι κρείττους ὅ τι ἂν τοὺς ἥττους ἑκόντες διαφθείρωσι τῇ σφετέρᾳ λυμαίνονται φιλοτιμίᾳ. τὸ γὰρ εἶναι τοὺς ἥττους κέρδος τοῖς κρείττοσιν, εἴπερ ἕξουσιν ὧν ἔσονται κρείττους δεικνύναι, τοὺς δὲ ἀπολειπομένους ἢ ταῖς οὐσίαις ἢ κατὰ τὴν ἄλλην τύχην, ὅτι τοῖς μείζοσιν, ἐὰν ἐπηρεάζωσι, τῇ σφετέρᾳ λυμαίνονται σωτηρίᾳ πολὺ μᾶλλον ἢ εἰ τὸ τεῖχος ἑκόντες καθῄρουν. νόμος γάρ ἐστιν οὗτος φύσει κείμενος ἀληθῶς ὑπὸ τῶν κρειττόνων καταδειχθεὶς, ἀκούειν τὸν ἥττω τοῦ κρείττονος. κἄν τις ἐλευθερίας σύμβολον ποιῆται τὸ διαφθείρειν τὸν νόμον, αὑτὸν ἐξαπατᾷ καὶ ποιεῖ παραπλήσιον ὥσπερ ἂν εἰ κοινῇ πάντες ἄνθρωποι τοῖς θεοῖς φθονήσαντες, εἶτα μὴ νομίζοιεν. εἰ δέ τις ὑμῶν τῷ πολλὰ καὶ δεινὰ πεπονθέναι πρὶν λαβεῖν δίκην, οὐκ ἀνεκτὸν ἡγεῖται καταλύσασθαι, πρῶτον μὲν αὑτῷ τοὔμπαλιν διάκειται. εἰ γὰρ τοσούτων καὶ τηλικούτων κακῶν ἡ στάσις αἰτία γίγνεται ὥστʼ ἀβίωτον νομίζειν εἰ μή τις ὁπωσοῦν δίκην λήψεται, πῶς οὐ φεύγειν κράτιστον ἀπʼ αὐτῆς; ἔστι γὰρ εὖ φρονούντων ὧν μὲν εὐφραινόντων πεπείρανται μὴ θέλειν ἀφίστασθαι, ἃ δʼ οὕτως σκληρὰ καὶ ταραχώδη καὶ πανταχοῦ μεστὰ ἀηδίας εὑρήκασι, τούτων ὡς τάχιστα παύσασθαι, μὴ τὸ κακὸν τοῦ κακοῦ φάρμακον ἡγουμένους, ἀλλὰ νομίζοντας μνήμην καὶ λήθην δύο προσρήματα ἐναντίω δυοῖν ἐναντίοιν εἶναι πραγμάτοιν, καὶ δεῖν τὰ μὲν χρηστὰ τῇ μνήμῃ σημειοῦσθαι, τὰ δὲ φαῦλα τῇ λήθη παραγράφεσθαι. ἔπειθʼ ὅταν καὶ παντάπασιν ὁ θυμὸς προσίστηται, τὸν ἀρχαῖον ἀντίπαλον παραλαμβάνοντας αὐτοῦ δεῖ τὸν λογισμὸν ὡδὶ λέγειν πρὸς αὑτοὺς, ἡμεῖς ἐσμὲν Ῥόδιοι, κἄν τις ἡμῖν Ἑλλήνων ἢ βαρβάρων εὐγενείας ἀμφισβητῇ, βουλοίμεθʼ ἂν αὐτοῦ κρατεῖν. οὐκοῦν ὅτε τοῦτο βουλόμεθα, ἡ πατρὶς ἡμῖν σωστέα κοινῇ, ἵνʼ ἔχοιμεν ἐφʼ ᾗ φρονοῖμεν. οὐκοῦν στασιαζόντων μὲν ἀπόλλυται, μιᾷ δὲ γνώμῃ χρησαμένων ἅμα καλλίων καὶ μείζων γίγνεται. τί οὖν ἡμᾶς αὐτοὺς καταλύομεν; ταῦθʼ εἷς ἕκαστος εἰ πρὸς αὑτὸν εἰπεῖν ἐθελήσειεν, οὐ δώσει