πραττούσης μικρὸν ὄφελος τοῖς ἅπασι, κοινῇ δὲ εὐθενοῦντας καὶ τοῖς ἰδίοις οἴκοις ἄμεινον πράττειν εἰκός ἐστιν. εἰ τοίνυν καὶ τοῖς μέλλουσιν οἰκήσειν οἰκίαν ἤδη συνεύχεσθαι καιρὸν ἡγεῖτο ὁ σύμβουλος περὶ τῆς ὁμονοίας, ἦ που τούς γε ἐκ παλαιοῦ πόλιν οἰκοῦντας καὶ ταύτην οὕτως ἐπιφανῆ πάντα τἄλλα δεύτερα τούτου νομιστέον αὐτοῖς. εἶεν. τριχῆ γὰρ δὴ διαστησώμεθα, καὶ θεωρήσαντες μίαν οἰκίαν ἐκ πόλεως πρῶτον, εἶτα εἰς ἄνδρα ἕνα ἀναβῶμεν τῷ λόγῳ καὶ σκεψώμεθα ποῖός τις ᾧ τις οὐκ ἂν αἰσχύναιτο ὁμοιούμενος. ἀλλʼ ἐνταῦθα καὶ μάλιστʼ ἂν κατίδοιμεν τὸ διαπεφευγὸς τῆς ὁμονοίας ἀγαθόν. τίς γὰρ οὕτως ἔξω τοῦ φρονεῖν ἢ τίς οὕτως ἄπειρος τῶν ἐν τῇ φύσει ὅστις ἂν τὸν εἰκῆ καὶ ῥᾳδίως μεταβαλλόμενον καὶ μηδέποτε ἐν ταὐτῷ μένοντα μηδὲ ἃ γνοίη φυλάττοντα τοῦ διὰ τέλους χρηστοῦ καὶ βεβαίου προέλοιτʼ ἂν εἰς χρῆσιν; οἷον τίς ἂν ἢ κηδεῦσαι τῷ τοιούτῳ πρὸ τοῦ ἑτέρου βούλοιτο, ἢ συμβαλεῖν, ἢ συσκηνῶσαι, ἤ τι τῶν πᾶσι κοινῶν, ὁπόσαι πράξεις κατʼ ἀνθρώπους μετασχεῖν, ὅστις μηδʼ αὐτὸς οἶδεν ὃ βούλεται, ἀλλʼ ὥσπερ Εὔριπος ἄνω καὶ κάτω φέρεται, πολεμῶν καὶ στασιάζων αὐτὸς ἑαυτῷ; οὐκοῦν ὅ γʼ ἐναντίος τούτῳ νικᾷ πᾶσι τοῖς κριταῖς, ὅστις ἁπλοῦς, γενναῖος, ἀψευδὴς, ταὐτὰ γιγνώσκων περὶ τῶν αὐτῶν, ὁμονοῶν ὡς οἷόν τε μάλιστα αὐτὸς αὑτῷ. πῶς οὖν οὐκ ἄτοπον δυοῖν ἀνδροῖν ὑποκειμένοιν, τοῦ μὲν κατὰ τὴν στασιάζουσαν πόλιν, τοῦ δὲ ὡς δεῖ τὴν ὁμονοοῦσαν ἔχειν, τὸν μὲν ὡς ἀνίατον κακίζοντας, τῷ δὲ ὡς ἀρίστῳ τιθεμένους μὴ διασώσασθαι τὸ εἰκὸς, ἀλλʼ ᾧ τις ἀπεύξαιτʼ ἂν μὴ συντυχεῖν, πῶς χρὴ τοῦτον εἰς τὰ κοινὰ φανῆναι μιμουμένους; καὶ μὴν οὐδὲν ὄνειδος τοῖς ἰδιώταις οὕτως προσήκει φεύγειν ὡς πόλει κοινῇ. ὅσῳ γὰρ μεῖζον τὸ σχῆμα καὶ ὅσῳ πλείους οἱ συνεισόμενοι, τοσούτῳ μᾶλλον καθαρεύειν ἁπάντων εἰκός ἐστι τῶν αἰσχρῶν. χωρὶς δὲ τούτων οὐδὲ ὁ κίνδυνος παραπλήσιος. ἰδιώτης μὲν γὰρ οὐχ ἑστὼς τὴν γνώμην οὐδὲν μᾶλλον αὐτόχειρ αὑτοῦ γίγνεται, ἀλλʼ ὅσον δοκεῖν εἶναι φαῦλος, τοσοῦτον ζημιοῦται· πόλις δὲ διεστῶσα πρῶτον μὲν διπλῆν φέρεται τὴν ἄνοιαν,