<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0284.tlg044.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Jebb_page" xml:base="urn:cts:greekLit:tlg0284.tlg044.perseus-grc2" n="559"><p> τοὺς δʼ ὅπως ἀκούσονται ταῦθʼ ἃ μὴ πρότερον, ἀλλʼ ὅ τι μέλλει κοινῇ συνοίσειν, τοῦτο καὶ λέγειν προαιρεῖσθαι. οὐδὲ γὰρ ἐν ταῖς τοῦ σώματος χρείαις τοῦθʼ ἡμῶν ἕκαστος ἐσπούδακεν, ὅπως τι καινὸν ἀκούσεται, ἀλλʼ οὗτος ἄριστος ἰατρὸς ὅστις ἂν ὑγιεῖς ποιεῖν ἐπίστηται· οὐδʼ ἔσθʼ ὅστις ὑμῶν ἀγανακτήσει, ἐὰν διὰ τῶν αὐτῶν σωθῆ διʼ ὧν τις ἤδη καὶ πρότερον. οὐ μὴν ἀλλʼ ἔγωγε βουλοίμην ἂν ὥσπερ κἀνταῦθʼ ὑμῖν ἔχειν ἡγοῦμαι χαρίσασθαι τῷ τι καὶ πλεῖον ἂν εἰπεῖν ὧν οἱ πρὸ ἡμῶν τοῖς ὁμοίοις ἐγκεχειρηκότες, οὕτως καὶ ὑμᾶς ὑμῖν αὐτοῖς ἐθελῆσαι χαρίσασθαι καὶ μὴ μόνον τὸν χρόνον τοῦτον ὃν νῦν ἀκροᾶσθε τούτου τοῦ λόγου ταὐτὰ φρονῆσαι περὶ τῶν λεγομένων, [ἀλλὰ καὶ ἐν τοῖς μετὰ ταῦτα]—πείσεσθε γὰρ σαφῶς αὐτῷ, εὖ οἶδα ἐγὼ τὴν ὑμετέραν δεξιότητα καὶ φιληκοΐαν—ἀλλὰ καὶ περὶ τῶν πρὸς ὑμᾶς αὐτοὺς μιᾷ γνώμῃ τὸ λοιπὸν χρῆσθαι καὶ τὴν ἔργῳ πίστιν ὡς ἥσθητε τῷ λόγῳ προσθεῖναι. οἶμαι δὲ ἅπαντας ἂν ὑμᾶς συμφῆσαι, ὥσπερ τῶν ἐν τοῖς δικαστηρίοις λόγων τούτους ἀληθεστάτους ἡγεῖσθε, ὧν ἂν πλεῖστοι καὶ γνωριμώτατοι μάρτυρες ὦσιν, οὕτως καὶ τῶν εἰς συμβουλὴν ἡκόντων οἷς ἂν πλεῖστοι καὶ σπουδαιότατοι μάρτυρες ὦσι, τούτοις μάλιστα χρῆναι πιστεύειν. τοῦτο τοίνυν εἰς Ὅμηρον τὸν κοινὸν τῶν Ἑλλήνων σύμβουλον καὶ προστάτην ἀνενέγκατε, ὃς ἐποίησε τὸν σοφώτατον τῶν τότε Ἑλλήνων τῇ Ναυσικάᾳ συνευχόμενον ἔτʼ οὔσῃ κόρῃ ἄνδρα τε καὶ οἶκον καὶ ὁμοφροσύνην ὀπάσαι τοὺς θεοὺς αὐτοῖς· <pb xml:id="v.1.p.827"/> <quote rend="blockquote">οὐ μὲν γὰρ τοῦδε κρεῖσσον καὶ ἄρειον, <l/> ἢ ὅθʼ ὁμοφρονέοντε νοήμασιν οἶκον ἔχητον <l/> ἀνὴρ ἠδὲ γυνή· πόλλʼ ἄλγεα δυσμενέεσσι, <l/> χάρματα δʼ εὐμενέτησι· μάλιστα δέ τʼ ἔκλυον αὐτοῦ.</quote> καίτοι μὴ νομίζετε ἑτέρως μὲν ἂν μίαν οἰκίαν καλῶς οἰκῆσαι, ἑτέρως δʼ ἂν πόλιν τὴν πᾶσαν, ἀλλʼ εἰ μία τῶν καθʼ ἕνα ἐστὶν οἰκιῶν σωτηρία τὸ ταὐτὰ φρονεῖν, πολὺ μᾶλλον τὰς πόλεις οὕτω δεῖν ἔχειν, ὅσῳ μιᾶς μὲν οἰκίας διαστάσης εὐκόλως ἴασις εὑρίσκεται, πόλεως δὲ οὐδʼ εὑρεῖν ῥᾳδία γίγνεται· καὶ μιᾶς μὲν οἰκίας εὖ τε καὶ χεῖρον </p></div></div></body></text></TEI>