<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0284.tlg044.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Jebb_page" xml:base="urn:cts:greekLit:tlg0284.tlg044.perseus-grc2" n="558"><p> ὑπὲρ ὑμῶν δικαίως ἂν συγγνώμης τυγχάνοιμι. ὃν μὲν οὖν τρόπον διετέθην ἐπὶ τῇ περὶ τὸν σεισμὸν συμφορᾷ καὶ ὁποῖόν τινα ἐμαυτὸν παρέσχον τοῖς πρεσβεύσασιν ὑμῶν εἰς Αἴγυπτον κατʼ ἐκείνους τοὺς χρόνους, παρʼ αὐτῶν κάλλιστʼ ἂν πύθοισθε. ἀγγελλομένων δέ μοι πολλῷ δεινοτέρων, εἰ οἷόν τε εἰπεῖν, τῶν νῦν, ὅτι ἀπιστεῖτε ὑμῖν αὐτοῖς καὶ διῄρησθε καὶ ταραχὰς οὐ προσηκούσας ὑμῖν ταράττεσθε, οὔθʼ ὅπως χρὴ πιστεύειν οὔθʼ ὅπως ἀπιστεῖν εἶχον. οἵ τε γὰρ ἀγγέλλοντες ὑμέτεροι πολῖται καὶ τἄλλα τῶν ἀξιοπίστων καὶ καθʼ ὑμῶν τὸ παραδέξασθαι <pb xml:id="v.1.p.825"/> ῥᾳδίως τοιαύτας αἰτίας οὐκ ἐνῆν. εἰ μὲν οὖν περιῆν Τέρπανδρος ὁ Λέσβιος, ἐκεῖνον ἂν ὑμῖν συνευξάμην ἐλθεῖν· ἐπεὶ δὲ λόγῳ ψιλῷ δεῖ πείσαντα καταστήσασθαι τὰ πράγματα, ἐμαυτοῦ τὸ ἀγώνισμα ποιοῦμαι. πρῶτον μὲν οὖν ἐκεῖνο ἐνθυμήθητε ὅτι ὑπὲρ μὲν ἄλλου τινὸς πράγματος οἷόν τέ ἐστι καὶ τοὺς ἐναντίους λόγους διελθεῖν, ὑπὲρ δὲ τῆς ὁμονοίας οὐδεὶς πώποτε ἠμφισβήτησε τὸ μὴ οὐ μέγιστον εἶναι τῶν ἀγαθῶν ταῖς πόλεσιν. ἀλλʼ ὑπὲρ μὲν τῶν πολιτειῶν αὐτῶν καὶ τῶν ἐν αὐταῖς νομίμων χωρὶς ἕκαστοι φρονοῦσι, τὸ δʼ ἐν ἁπάσῃ τῇ πολιτείᾳ μηδὲν ἐναντιώτερον εἶναι στάσεως μηδʼ ὅ τι μᾶλλον τοῖς καθεστηκόσι λυμαίνεται, τουτὶ δʼ ὡσπερεὶ μιᾷ φωνῇ νενίκηκε. καίτοι πῶς οὐκ ἄτοπον περὶ αὐτοῦ μὲν τούτου πάντας συμφρονεῖν, ὡς καλὸν ἡ ὁμόνοια καὶ σωτήριον, ταύτης δὲ ἀμελήσαντας ἐρίζειν ἀλλήλοις ἀξιοῦν, καὶ ταῦτα ἀνήνυτα, καὶ τὰ μηδενὶ τῶν ἄλλων Ἑλλήνων ἢ βαρβάρων ἀγνοεῖν ἔχοντα καλῶς, ταῦτα ἐκφυγεῖν Ῥοδίους;</p><p rend="align(indent)">οὐ μὴν οὐδʼ εἰδέναι μὲν φάσκειν, ἑκόντας δὲ ὀλιγωρεῖν τῆς σωτηρίας ἀνθρώπινον. ἥδιστα δʼ ἄν μοι δοκῶ τοῦτʼ ἐπιτιμηθῆναι, ὡς ἀρχαῖα λέγων καὶ οὐδʼ ὁτιοῦν καινὸν εὑρηκώς. πῶς γὰρ οὐκ ἄτοπον τῷ μὲν λέγοντι μέμφεσθαι ὡς λίαν γνώριμα καὶ παλαιὰ καὶ πᾶσι δοκοῦντα συμβουλεύει, αὐτοὺς δὲ μὴ τολμᾶν χρῆσθαι τοῖς οὕτω φανεροῖς, ἀλλὰ μὴ μόνον πρὸς αὑτοὺς στασιαστικῶς ἔχειν, ἀλλὰ καὶ παντὶ τῷ μέχρι τούτου χρόνῳ διαφέρεσθαι; ἐγὼ δʼ οὔτε τὸν σύμβουλον οὔτε τοὺς χρωμένους ἡγοῦμαι τοῦτο δεῖν σκοπεῖν, τὸν μὲν ὅπως ἐρεῖ ταῦτα ἃ μηδεὶς, </p></div></div></body></text></TEI>