εἰ μὲν οὕτως εἶχον, ὦ ἄνδρες Ῥόδιοι, τὸ σῶμα, ὡς ἐγώ τε ἂν ἐβουλόμην καὶ ὑμεῖς συνεύξεσθε, αὐτὸς ἂν ὑμῖν διαβὰς εἰς λόγους ἦλθον πολλῶν ἕνεκα· ἐπεὶ δʼ ἴσως καὶ πρὸς ὑμᾶς ἀφῖκται λόγος ὡς διακείμεθα, ὑπὲρ μὲν τῶν κατʼ ἐμαυτὸν τοῖς θεοῖς ἐπιτρέπω, διʼ οὓς καὶ εἰς τοῦτον ἐσώθην τὸν χρόνον· πρὸς δὲ ὑμᾶς ὑπόλοιπον ἦν πέμψαι τὸ βιβλίον, καὶ τοῦτον τὸν τρόπον συγγενέσθαι τὴν πρώτην. εἰκότως δʼ ἂν οὐ περίεργος νομιζοίμην ἐν πατρίδος μοίρᾳ τὴν πόλιν ὑμῶν ἄγων. Ἑλλήνων τε γὰρ οὐκ εἰς ἐσχάτους δοκοῦντα τελεῖν παντὸς τοῦ Ἑλληνικοῦ κήδεσθαι νομίζειν αὑτῷ προσήκειν οὐ μάταιος ὁ λογισμὸς, τῶν τε πρὸς ὑμᾶς ἰδίᾳ μοι δικαίων ὑπαρχόντων οὐδʼ ὑμεῖς ἐπιλέλησθε· ἀνθʼ ὧν καὶ λέγειν καὶ πράττειν ὁτιοῦν ἀξιῶν ὑπὲρ ὑμῶν δικαίως ἂν συγγνώμης τυγχάνοιμι. ὃν μὲν οὖν τρόπον διετέθην ἐπὶ τῇ περὶ τὸν σεισμὸν συμφορᾷ καὶ ὁποῖόν τινα ἐμαυτὸν παρέσχον τοῖς πρεσβεύσασιν ὑμῶν εἰς Αἴγυπτον κατʼ ἐκείνους τοὺς χρόνους, παρʼ αὐτῶν κάλλιστʼ ἂν πύθοισθε. ἀγγελλομένων δέ μοι πολλῷ δεινοτέρων, εἰ οἷόν τε εἰπεῖν, τῶν νῦν, ὅτι ἀπιστεῖτε ὑμῖν αὐτοῖς καὶ διῄρησθε καὶ ταραχὰς οὐ προσηκούσας ὑμῖν ταράττεσθε, οὔθʼ ὅπως χρὴ πιστεύειν οὔθʼ ὅπως ἀπιστεῖν εἶχον. οἵ τε γὰρ ἀγγέλλοντες ὑμέτεροι πολῖται καὶ τἄλλα τῶν ἀξιοπίστων καὶ καθʼ ὑμῶν τὸ παραδέξασθαι ῥᾳδίως τοιαύτας αἰτίας οὐκ ἐνῆν. εἰ μὲν οὖν περιῆν Τέρπανδρος ὁ Λέσβιος, ἐκεῖνον ἂν ὑμῖν συνευξάμην ἐλθεῖν· ἐπεὶ δὲ λόγῳ ψιλῷ δεῖ πείσαντα καταστήσασθαι τὰ πράγματα, ἐμαυτοῦ τὸ ἀγώνισμα ποιοῦμαι. πρῶτον μὲν οὖν ἐκεῖνο ἐνθυμήθητε ὅτι ὑπὲρ μὲν ἄλλου τινὸς πράγματος οἷόν τέ ἐστι καὶ τοὺς ἐναντίους λόγους διελθεῖν, ὑπὲρ δὲ τῆς ὁμονοίας οὐδεὶς πώποτε ἠμφισβήτησε τὸ μὴ οὐ μέγιστον εἶναι τῶν ἀγαθῶν ταῖς πόλεσιν. ἀλλʼ ὑπὲρ μὲν τῶν πολιτειῶν αὐτῶν καὶ τῶν ἐν αὐταῖς νομίμων χωρὶς ἕκαστοι φρονοῦσι, τὸ δʼ ἐν ἁπάσῃ τῇ πολιτείᾳ μηδὲν ἐναντιώτερον εἶναι στάσεως μηδʼ ὅ τι μᾶλλον τοῖς καθεστηκόσι λυμαίνεται, τουτὶ δʼ ὡσπερεὶ μιᾷ φωνῇ νενίκηκε. καίτοι πῶς οὐκ ἄτοπον περὶ αὐτοῦ μὲν τούτου πάντας συμφρονεῖν, ὡς καλὸν ἡ ὁμόνοια καὶ σωτήριον, ταύτης δὲ ἀμελήσαντας ἐρίζειν ἀλλήλοις ἀξιοῦν, καὶ ταῦτα ἀνήνυτα, καὶ τὰ μηδενὶ τῶν ἄλλων Ἑλλήνων ἢ βαρβάρων ἀγνοεῖν ἔχοντα καλῶς, ταῦτα ἐκφυγεῖν Ῥοδίους; οὐ μὴν οὐδʼ εἰδέναι μὲν φάσκειν, ἑκόντας δὲ ὀλιγωρεῖν τῆς σωτηρίας ἀνθρώπινον. ἥδιστα δʼ ἄν μοι δοκῶ τοῦτʼ ἐπιτιμηθῆναι, ὡς ἀρχαῖα λέγων καὶ οὐδʼ ὁτιοῦν καινὸν εὑρηκώς. πῶς γὰρ οὐκ ἄτοπον τῷ μὲν λέγοντι μέμφεσθαι ὡς λίαν γνώριμα καὶ παλαιὰ καὶ πᾶσι δοκοῦντα συμβουλεύει, αὐτοὺς δὲ μὴ τολμᾶν χρῆσθαι τοῖς οὕτω φανεροῖς, ἀλλὰ μὴ μόνον πρὸς αὑτοὺς στασιαστικῶς ἔχειν, ἀλλὰ καὶ παντὶ τῷ μέχρι τούτου χρόνῳ διαφέρεσθαι; ἐγὼ δʼ οὔτε τὸν σύμβουλον οὔτε τοὺς χρωμένους ἡγοῦμαι τοῦτο δεῖν σκοπεῖν, τὸν μὲν ὅπως ἐρεῖ ταῦτα ἃ μηδεὶς, τοὺς δʼ ὅπως ἀκούσονται ταῦθʼ ἃ μὴ πρότερον, ἀλλʼ ὅ τι μέλλει κοινῇ συνοίσειν, τοῦτο καὶ λέγειν προαιρεῖσθαι. οὐδὲ γὰρ ἐν ταῖς τοῦ σώματος χρείαις τοῦθʼ ἡμῶν ἕκαστος ἐσπούδακεν, ὅπως τι καινὸν ἀκούσεται, ἀλλʼ οὗτος ἄριστος ἰατρὸς ὅστις ἂν ὑγιεῖς ποιεῖν ἐπίστηται· οὐδʼ ἔσθʼ ὅστις ὑμῶν ἀγανακτήσει, ἐὰν διὰ τῶν αὐτῶν σωθῆ διʼ ὧν τις ἤδη καὶ πρότερον. οὐ μὴν ἀλλʼ ἔγωγε βουλοίμην ἂν ὥσπερ κἀνταῦθʼ ὑμῖν ἔχειν ἡγοῦμαι χαρίσασθαι τῷ τι καὶ πλεῖον ἂν εἰπεῖν ὧν οἱ πρὸ ἡμῶν τοῖς ὁμοίοις ἐγκεχειρηκότες, οὕτως καὶ ὑμᾶς ὑμῖν αὐτοῖς ἐθελῆσαι χαρίσασθαι καὶ μὴ μόνον τὸν χρόνον τοῦτον ὃν νῦν ἀκροᾶσθε τούτου τοῦ λόγου ταὐτὰ φρονῆσαι περὶ τῶν λεγομένων, [ἀλλὰ καὶ ἐν τοῖς μετὰ ταῦτα]—πείσεσθε γὰρ σαφῶς αὐτῷ, εὖ οἶδα ἐγὼ τὴν ὑμετέραν δεξιότητα καὶ φιληκοΐαν—ἀλλὰ καὶ περὶ τῶν πρὸς ὑμᾶς αὐτοὺς μιᾷ γνώμῃ τὸ λοιπὸν χρῆσθαι καὶ τὴν ἔργῳ πίστιν ὡς ἥσθητε τῷ λόγῳ προσθεῖναι. οἶμαι δὲ ἅπαντας ἂν ὑμᾶς συμφῆσαι, ὥσπερ τῶν ἐν τοῖς δικαστηρίοις λόγων τούτους ἀληθεστάτους ἡγεῖσθε, ὧν ἂν πλεῖστοι καὶ γνωριμώτατοι μάρτυρες ὦσιν, οὕτως καὶ τῶν εἰς συμβουλὴν ἡκόντων οἷς ἂν πλεῖστοι καὶ σπουδαιότατοι μάρτυρες ὦσι, τούτοις μάλιστα χρῆναι πιστεύειν. τοῦτο τοίνυν εἰς Ὅμηρον τὸν κοινὸν τῶν Ἑλλήνων σύμβουλον καὶ προστάτην ἀνενέγκατε, ὃς ἐποίησε τὸν σοφώτατον τῶν τότε Ἑλλήνων τῇ Ναυσικάᾳ συνευχόμενον ἔτʼ οὔσῃ κόρῃ ἄνδρα τε καὶ οἶκον καὶ ὁμοφροσύνην ὀπάσαι τοὺς θεοὺς αὐτοῖς· οὐ μὲν γὰρ τοῦδε κρεῖσσον καὶ ἄρειον, ἢ ὅθʼ ὁμοφρονέοντε νοήμασιν οἶκον ἔχητον ἀνὴρ ἠδὲ γυνή· πόλλʼ ἄλγεα δυσμενέεσσι, χάρματα δʼ εὐμενέτησι· μάλιστα δέ τʼ ἔκλυον αὐτοῦ. καίτοι μὴ νομίζετε ἑτέρως μὲν ἂν μίαν οἰκίαν καλῶς οἰκῆσαι, ἑτέρως δʼ ἂν πόλιν τὴν πᾶσαν, ἀλλʼ εἰ μία τῶν καθʼ ἕνα ἐστὶν οἰκιῶν σωτηρία τὸ ταὐτὰ φρονεῖν, πολὺ μᾶλλον τὰς πόλεις οὕτω δεῖν ἔχειν, ὅσῳ μιᾶς μὲν οἰκίας διαστάσης εὐκόλως ἴασις εὑρίσκεται, πόλεως δὲ οὐδʼ εὑρεῖν ῥᾳδία γίγνεται· καὶ μιᾶς μὲν οἰκίας εὖ τε καὶ χεῖρον πραττούσης μικρὸν ὄφελος τοῖς ἅπασι, κοινῇ δὲ εὐθενοῦντας καὶ τοῖς ἰδίοις οἴκοις ἄμεινον πράττειν εἰκός ἐστιν. εἰ τοίνυν καὶ τοῖς μέλλουσιν οἰκήσειν οἰκίαν ἤδη συνεύχεσθαι καιρὸν ἡγεῖτο ὁ σύμβουλος περὶ τῆς ὁμονοίας, ἦ που τούς γε ἐκ παλαιοῦ πόλιν οἰκοῦντας καὶ ταύτην οὕτως ἐπιφανῆ πάντα τἄλλα δεύτερα τούτου νομιστέον αὐτοῖς. εἶεν. τριχῆ γὰρ δὴ διαστησώμεθα, καὶ θεωρήσαντες μίαν οἰκίαν ἐκ πόλεως πρῶτον, εἶτα εἰς ἄνδρα ἕνα ἀναβῶμεν τῷ λόγῳ καὶ σκεψώμεθα ποῖός τις ᾧ τις οὐκ ἂν αἰσχύναιτο ὁμοιούμενος. ἀλλʼ ἐνταῦθα καὶ μάλιστʼ ἂν κατίδοιμεν τὸ διαπεφευγὸς τῆς ὁμονοίας ἀγαθόν. τίς γὰρ οὕτως ἔξω τοῦ φρονεῖν ἢ τίς οὕτως ἄπειρος τῶν ἐν τῇ φύσει ὅστις ἂν τὸν εἰκῆ καὶ ῥᾳδίως μεταβαλλόμενον καὶ μηδέποτε ἐν ταὐτῷ μένοντα μηδὲ ἃ γνοίη φυλάττοντα τοῦ διὰ τέλους χρηστοῦ καὶ βεβαίου προέλοιτʼ ἂν εἰς χρῆσιν; οἷον τίς ἂν ἢ κηδεῦσαι τῷ τοιούτῳ πρὸ τοῦ ἑτέρου βούλοιτο, ἢ συμβαλεῖν, ἢ συσκηνῶσαι, ἤ τι τῶν πᾶσι κοινῶν, ὁπόσαι πράξεις κατʼ ἀνθρώπους μετασχεῖν, ὅστις μηδʼ αὐτὸς οἶδεν ὃ βούλεται, ἀλλʼ ὥσπερ Εὔριπος ἄνω καὶ κάτω φέρεται, πολεμῶν καὶ στασιάζων αὐτὸς ἑαυτῷ; οὐκοῦν ὅ γʼ ἐναντίος τούτῳ νικᾷ πᾶσι τοῖς κριταῖς, ὅστις ἁπλοῦς, γενναῖος, ἀψευδὴς, ταὐτὰ γιγνώσκων περὶ τῶν αὐτῶν, ὁμονοῶν ὡς οἷόν τε μάλιστα αὐτὸς αὑτῷ. πῶς οὖν οὐκ ἄτοπον δυοῖν ἀνδροῖν ὑποκειμένοιν, τοῦ μὲν κατὰ τὴν στασιάζουσαν πόλιν, τοῦ δὲ ὡς δεῖ τὴν ὁμονοοῦσαν ἔχειν, τὸν μὲν ὡς ἀνίατον κακίζοντας, τῷ δὲ ὡς ἀρίστῳ τιθεμένους μὴ διασώσασθαι τὸ εἰκὸς, ἀλλʼ ᾧ τις ἀπεύξαιτʼ ἂν μὴ συντυχεῖν, πῶς χρὴ τοῦτον εἰς τὰ κοινὰ φανῆναι μιμουμένους; καὶ μὴν οὐδὲν ὄνειδος τοῖς ἰδιώταις οὕτως προσήκει φεύγειν ὡς πόλει κοινῇ. ὅσῳ γὰρ μεῖζον τὸ σχῆμα καὶ ὅσῳ πλείους οἱ συνεισόμενοι, τοσούτῳ μᾶλλον καθαρεύειν ἁπάντων εἰκός ἐστι τῶν αἰσχρῶν. χωρὶς δὲ τούτων οὐδὲ ὁ κίνδυνος παραπλήσιος. ἰδιώτης μὲν γὰρ οὐχ ἑστὼς τὴν γνώμην οὐδὲν μᾶλλον αὐτόχειρ αὑτοῦ γίγνεται, ἀλλʼ ὅσον δοκεῖν εἶναι φαῦλος, τοσοῦτον ζημιοῦται· πόλις δὲ διεστῶσα πρῶτον μὲν διπλῆν φέρεται τὴν ἄνοιαν, ἔπειθʼ ἃ ποιεῖ πάσχουσα ἀναφαίνεται, καὶ τὴν δίκην ἐπʼ αὐτῶν δίδωσι τῶν πραγμάτων. ἅ μοι δοκεῖ καὶ Ἡσίοδος προορώμενος τὰς ἔριδας πάσας πόρρωθεν κωλύειν, ἥτις μὴ πρὸς ἔργον παρακαλεῖ· εἰκότως. οὐ γάρ ἐστιν οὐ σίδηρος, οὐ χαράκωμα, οὐχ ὅπλον οὐδὲν φοβερὸν ταῖς πόλεσιν, ἂν εὖ φρονεῖν ἐθέλωσι μόνον· ἀλλὰ καὶ ταῦτα ὑπὸ τῆς ἀνοίας καθʼ αὑτῶν ἰσχυρὰ ποιοῦσιν οἱ πολλοί. τὰ μὲν τοίνυν ἄλλα παροφθέντα ἐπίκαιρον ποιεῖ τὴν ζημίαν καὶ οὐ πάσαις ταῖς ψήφοις ἡμάρτηται, τὸ δʼ ἐπʼ ἀλλήλους τρέπεσθαι καὶ τὴν ἐπὶ τῇ κοινῇ σωτηρίᾳ κατοικίαν γενομένην ταύτην διαλύοντας καὶ διασπῶντας τὰ αὑτῶν εὖ τίθεσθαι νομίζειν ἑκάστους ἐξαίρει πᾶσαν ἀνθρώπων ἄνοιαν· τοσοῦτον ὑπερβάλλει. καὶ μὴν οὐδὲ Σόλωνος ἔξω τοῦ καιροῦ ποιεῖν ἄν μοι δοκῶ μνησθεὶς, ἄλλως τε καὶ οὗ νόμων καὶ πολιτείας ἐξετασμός. ἐκεῖνος τοίνυν ἐν τοῖς ἐλεγείοις διεξιὼν περὶ τῶν αὑτῷ πεπολιτευμένων ἐπὶ τούτῳ μάλιστα πάντων σεμνύνεται, τῷ καταμῖξαι τὸν δῆμον πρὸς τοὺς δυνατοὺς, ὅπως ἂν μιᾷ γνώμῃ τὴν πόλιν οἰκῶσι, μηδέτεροι πλεῖον ἰσχύοντες ἢ κοινῇ συμφέρει. καίτοι τοῦτʼ ἐστὶν οὐ μόνον προτρέποντος εἰς ὁμόνοιαν, ἀλλὰ καὶ δεικνύντος ὅπως αὐτὴν κτᾶσθαι προσήκει. καὶ τί δεῖ καθʼ ἑκάστους λέγειν; οὐ γάρ ἐστιν οὐ ποιητὴς, οὐ νομοθέτης, οὐ ῥήτωρ, ὅστις ὡς ἔπος εἰπεῖν ἄλλοθέν ποθεν ἄρχεται, οὐδʼ ἄλλο τι πρεσβεύει τῆς πρὸς ἀλλήλους φιλίας καὶ πίστεως· εἰκότως καὶ ἀναγκαίως. εἰ γὰρ τῶν συμμάχων οὗτοι πιστότατοι καὶ ἀναγκαιότατοι οἵτινες ἂν τὸν αὐτὸν ἐχθρὸν καὶ φίλον νομίζωσιν, ἦ που σφᾶς γε αὐτοὺς ὡς ἐχθροὺς προσορᾶν οὐ σωτήριον. τίσι γὰρ καὶ χρῆσθαι τῶν ἔξω δυνατὸν τοὺς αὑτοῖς οὐκ ἔχοντας; γνοίη δʼ ἄν τις καὶ τῇ προσηγορίᾳ τεκμαιρόμενος, μόνον γοῦν τοῦτο νόσημα πόλεως κέκληται. καίτοι πῶς οὐκ ἄτοπον τῶν μὲν ἐν τοῖς σώμασιν ἀρρωστημάτων, ἃ μέρει τινὶ λυμαίνεται, τοσαύτην πρόνοιαν ἔχειν ὥστε τάχιστα παύεσθαι, τῶν δὲ ἀπολλύντων δημοσίᾳ τὰς πόλεις μὴ τὴν ταχίστην ἀπαλλαγὴν ζητεῖν,