συνεπιλήψεσθαι, ὥσπερ ἔρανον κοινὸν τῷ γένει πληροῦντας, τοὺς μὲν ἀποδιδόντας ὑμῖν εὐεργεσίας ἀνθʼ ὧν ἔτυχον αὐτοὶ δεηθέντες ποτὲ, τοὺς δὲ τὸ τῆς τύχης ἄδηλον ἐν ὑμῖν εὖ τιθεμένους, τοὺς δʼ αὐτὸ τοῦτο δεῖγμα ἐκφέροντας φιλοκαλίας καὶ μεγαλοπρεπείας τὸ ὑμῖν εἰς τὰ παρόντα συνεισενεγκεῖν. μέγιστον δὲ πάντων ἀνθρώπων ἄρχοντος ἐλπὶς, ᾧ μάλιστα χρὴ δοκεῖν εἶναι διὰ σπουδῆς ὡς ἂν οἷόν τε ᾖ τὴν πόλιν ἀναλαβεῖν, ὡς μὴ τὸ κάλλιστον αὐτῷ τῶν κτημάτων ἀτίμως ἐπὶ γῆς κέοιτο μηδὲ σκόπελοι καὶ κόνις τὰ Ῥόδου πράγματα εἴη τὸ λοιπόν. ἐνθυμεῖσθαι δὲ χρὴ καὶ τὰ τῶν παλαιῶν. ἔστι μὲν ὡς ἀληθῶς ἀναίσθητον τὰ ὑμέτερα ἀντεξετάζειν τοῖς ὡντινωνοῦν· ὅπερ γὰρ εἶπον τὸ μόνον τὰς συμφορὰς ἐπικουφίζον οὐκ ἔστιν ἐν τοῖς παροῦσι, παράδειγμα· ὅμως δʼ εἰ καὶ μὴ τηλικούτων ἐστερήθησάν τινες, μηδʼ οὕτω πολυειδεῖ κακῷ περιέπεσον, ἀλλʼ οὖν πολλαὶ δὴ πόλεις αἱ μὲν ἀναστάτων τῶν ἐχόντων αὐτὰς γενομένων ἐρημίᾳ κατελύθησαν, αἱ δὲ κατεσκάφησαν, αἱ δὲ ἐνεπρήσθησαν· ὧν ὅσα γνωριμώτατα ἐκλέγοντας ἐνθυμεῖσθαι χρὴ καὶ λέγειν πρὸς ὑμᾶς αὐτοὺς ὅτι ἑάλω μὲν Ἴλιος, ἡ δυνατωτάτη τῶν ἐν τῇ Ἀσίᾳ πόλις κατʼ ἐκείνους τοὺς χρόνους, ἀλλʼ ὅμως οἰκεῖται νῦν Ἴλιος, καὶ ταῦτα δὶς, ὥς φασιν, ἁλοῦσα, ἅπαξ μὲν ὑπὸ Ἡρακλέους, δεύτερον δὲ ὑπὸ Ἑλλήνων κοινῇ τῷ θρυλουμένῳ πολέμῳ· φασὶ δέ τινες καὶ τρίτον ἐν τοῖς κάτω καιροῖς. οἰκοῦνται δὲ Θῆβαι, δὶς καὶ αὐταὶ κατασκαφεῖσαι καὶ τῶν ἐν ἡλικίᾳ πάντων διαφθαρέντων· ὃ ἐνταῦθα οὐκ ἠκρίβωσεν ὁ σεισμὸς, εὖ ποιῶν κατὰ γοῦν τοῦτο τὸ μέρος. ὑμῖν δὲ ὡς ἐν δεινοῖς καὶ τούτοις τηλικούτοις κινδυνεύει τοῦτο καὶ ἀνεκτότατον συμβεβηκέναι. οὐ γὰρ πολέμῳ ληφθεῖσα ὑμῶν ἡ πόλις οἴχεται οὐδʼ ἀνδρῶν χείρων φανεῖσα, οὐδʼ ἔστησεν ἀπʼ αὐτῆς τρόπαιον οὐδεὶς, οὐδʼ ἀπὸ τῶν ὑμετέρων ἀναθημάτων τὰ παρʼ αὑτῷ τις ἱερὰ κοσμήσει, ὥσπερ ὑμεῖς τοῖς ἔξωθεν λαφύροις τὴν ὑμετέραν αὐτῶν πόλιν κατεκοσμήσατε, ἀλλʼ ὥσπερ ἀνὴρ ἐν ἀκμῇ τελευτήσας τὸν βίον αὐτὴ καθʼ αὑτὴν οἴχεται θειοτέραν λαβοῦσα τὴν τελευτὴν, καὶ οὔτε αἰχμάλωτος ἦκται Ῥοδίων οὐδεὶς οὔτε καθῄρηται Ῥόδος, ἀλλʼ ἀνθήσασα εἰς ὅσον ἐξῆν ἐξαίφνης ἠφάνισται. καίτοι τοὺς τοιούτους τῶν θανάτων οὐδὲ ἰδίᾳ ἐπὶ τῶν ἀνδρῶν ἀδόξους εἶναι συμβέβηκεν. ἀλλʼ Ἀμφιάραος δὺς κατὰ τῆς γῆς ὁμοῦ τῷ ἅρματι σεμνὸς ἥρως ᾁδεται, καὶ ὁ δεξάμενος τόπος τέμενος εἶναι δύναται τὸ λοιπὸν αὐτῷ. κινδυνεύω δὲ εἰπεῖν ὅτι καὶ τοῦτο εἰς ἐγκώμιον τῇ πόλει συντετέλεκε. περὶ μὲν γὰρ τῆς τῶν Λακεδαιμονίων πόλεως ἔχομεν λέγειν ὡς οὐ διεγένετο ἀπόρθητος καὶ περὶ τῶν ἄλλων ἐστὶ τὸ μέλλον ὑποπτεῦσαι· πολλὰ δὲ τοῖς περιοῦσι κινδυνεύεται καὶ πολλοὶ παρʼ ἀξίαν ἤδη καὶ παρὰ πᾶσαν προσδοκίαν ὑπὸ τῶν τυχόντων ἐσφάλησαν, οἳ πρὶν ἐνταῦθα ἐλθεῖν ἀκραιφνὲς καὶ κρεῖττον ἁπάσης ἐλπίδος τὸ φρόνημα ἔσωζον, αὕτη δὲ βεβαίως ἀήττητος οἴχεται, ὥσπερ ἀνὴρ ἀθλητὴς ἐν ταῖς εὐτυχίαις καταλύσας τοὺς πόνους, καὶ τὴν ἔμπροσθεν ἀκμὴν καὶ δύναμιν καὶ λαμπρότητα ἐπεσφραγίσατο τῇ τελευτῇ. οὐ γὰρ εὖ πράξασα, εἶτα χεῖρον ἔπραξεν οὐδʼ ἀεὶ κατὰ μικρὸν ἕως ἀπέσβη, ἀλλʼ οὖσα μὲν ἦν μεγίστη, πρότερον δʼ εἰς τὸ μηκέτʼ εἶναι κατῆλθεν ἢ τῆς ὑπαρχούσης ἀξίας ὑφεῖλεν. ἃ χρὴ λογιζομένους μήτε ὑπερασχάλλειν τῷ συμβεβηκότι μήτʼ ἀπαλγήσαντας ἐᾶν, ἀλλʼ ἐκεῖνο ὁρᾶν ὅτι ὥσπερ ἐκ τῆς μεγίστης εὐτυχίας εἰς τοὔσχατον ἦλθεν, οὕτως οὐδὲν ἀπεικὸς καὶ οὕτως πεπραγυῖαν ἀναστῆναι πάλιν καὶ προσδέχεσθαι τὴν ἐπὶ θάτερον τῆς τύχης ἤδη μεταβολὴν, ὅσῳ καὶ συνηθέστερον τῇ πόλει τὸ εὖ πράττειν τοῦ κακῶς. καὶ τοῦ μὲν θεοφιλὴς εἶναι πολλὰ καὶ πάλαι καὶ νῦν ἐξενήνοχε δείγματα, τοῦ δὲ ἐναντίου τοσοῦτον ἀφέστηκεν ὅσον πλεῖστον ἐξῆν. διʼ ἃ πάντα χρὴ καὶ τὸ συμβεβηκὸς ἐνεγκεῖν ὡς πραότατα καὶ τῶν δευτέρων ἐρρωμένως ἀντέχεσθαι καὶ τὸν λόγον βεβαιῶσαι ὅτι οὐκ οἰκίαι καλῶς ἐστεγασμέναι οὐδὲ λίθοι τειχῶν εὖ δεδομημένοι οὐδὲ στενωποί τε καὶ νεώρια ἡ πόλις, ἀλλʼ ἄνδρες χρῆσθαι τοῖς ἀεὶ παροῦσι δυνάμενοι, καὶ μὴ νομίζειν οὕτω τινὰ εἶναι συμφορὰν ἰσχυρὰν ἧς μὴ καὶ λύσιν ἔστιν εὑρεῖν, μηδʼ οὕτως μικρὰς ἔχειν ἀφορμὰς διʼ ὧν οὐκ ἄν τις καὶ τῶν μεγίστων περιγένοιτο, ἐπισταμένους ἀκοῇ ὅτι Ἀθηναίων τῆς ἡγεμονίας στερηθέντων καὶ τὰ τείχη ταῖς ἑαυτῶν χερσὶ κατασκαψάντων καὶ τοσοῦτον μεταπεσόντων ἐκ τῆς ἀρχαίας εὐδαιμονίας, ὥστε ἐπὶ τριάκοντα αὐτῶν εἶναι δεσπόταις, καὶ τοῖς ἐκ Λακεδαίμονος φρουροῖς ἑβδομήκοντα ἄνδρες οἱ πρῶτοι συστάντες καὶ Φυλὴν καταλαβόντες τοσοῦτον αὖ μεταβαλεῖν ἐποίησαν ἅπαντα τὰ πράγματα, ὥστε κατέσχον μὲν τὸν Πειραιᾶ, κύριοι δὲ τῶν λιμένων κατέστησαν, ἔσωσαν δὲ καὶ ἑαυτοὺς καὶ τοὺς ἑαυτῶν, τὴν πόλιν δὲ ἐκομίσαντο καὶ τὴν πάτριον πολιτείαν, τὰς Λακεδαιμονίων φρουρὰς ἀπαλλάξαντες· ἐξ ὧν καὶ περὶ αὑτῆς βουλεύσασθαι καὶ περὶ τῶν ἄλλων Ἑλλήνων ἠδυνήθη πάλιν ἡ πόλις καὶ τὰ τείχη περιβαλέσθαι καὶ τὴν ἀρχὴν τῆς θαλάττης ἀναλαβεῖν διʼ ἑνὸς ἀνδρὸς φυγάδος Κόνωνος, ὃς ὅτε αἱ τριήρεις αὐτοῖς ἀπώλοντο ἐν Αἰγὸς ποταμοῖς, μόνος ἐξ ἁπάντων ἀποδρὰς ᾤχετο. εἰ τοίνυν μήτε Θρασύβουλος ἀπέγνω τὰ πράγματα μηδὲ ἐνεθυμήθη, τί δʼ ἂν εἶεν ἑβδομήκοντα ἄνθρωποι πρὸς τὴν Λακεδαιμονίων ἀρχὴν καὶ τὴν κατέχουσαν τύχην τότε κοινῇ τὴν Ἑλλάδα—πάντες γὰρ ὁμοίως ὑποκεκύφεσαν αὐτοῖς—μήτε ὁ Κόνων ἀδυνάτων ἐρῶν ᾔσθετο, ὅτε οὐδʼ ὁτιοῦν ἔχων πλὴν τοῦ σώματος ἔγνω τὰ τείχη πάλιν τῇ πόλει στῆσαι καὶ τὴν ἀρχὴν ἀνανεώσασθαι, πῶς οὐκ εὔδηλόν ἐστιν ὅτι γνώμῃ καὶ φρονήματι καὶ καρτερίᾳ ψυχῆς τὰ πολλὰ τῶν πραγμάτων, ἀλλʼ οὐ τῷ πλήθει τῶν ὑπαρχόντων κρίνεται; τί δὲ δεῖ λέγειν τὴν παλαιὰν ἔκλειψιν αὐτῶν τῆς πόλεως, ὅτε ἐξεπίτηδες αὐτὴν προήκαντο τοῖς βαρβάροις ἐμπρῆσαι καὶ ἱερὰ καὶ τάφους τοὺς ἐν τῇ χώρᾳ, τὴν ἐν Σαλαμῖνι βουλὴν ὑπὲρ τῶν Ἑλλήνων καὶ ὧν ἐκ τούτων ἔτυχον; οὐδεὶς γὰρ ταῦτά γε Ἑλλήνων οὐδὲ βαρβάρων ἀγνοεῖ, ἥκιστα δὲ ὑμεῖς, ὅσῳ καὶ παιδείᾳ πλεῖστον ἁπάντων προέχετε. καὶ νῦν μέν γε ὑμεῖς χρῆσθε τούτοις παραδείγμασι. γιγνομένων δὲ καὶ ὑμῶν ἀνδρῶν ἀγαθῶν ἕτεροι μνημονεύσουσιν ἐν τοιούτοις καιροῖς καὶ παράδειγμα ὑμᾶς καὶ τὰ ὑμέτερα πρὸς αὐτοὺς καὶ τὰ ἑαυτῶν θήσονται πράγματα, ὥστε καὶ τῆς παρὰ τοῖς οὖσι δόξης ἕνεκα καὶ τῆς παρὰ τοῖς ἐπιγιγνομένοις καὶ τὸ μέγιστον τῆς ὑμετέρας αὐτῶν ἕνεκα σωτηρίας ἄξιον φιλοτιμηθῆναι καὶ τάξαι καὶ ὑμᾶς αὐτοὺς ἐν τῷ τῶν ἀπὸ μικρῶν τῶν λοιπῶν μεγάλα τὰ ἀρχαῖα ἀναλαβόντων ἀριθμῷ. ταῦτα καὶ τοὺς τετελευτηκότας ὑμῶν νομίζετε δεῖσθαι πατέρας καὶ ἀδελφοὺς καὶ τοὺς ἄλλους οἰκείους καὶ ἱκετεύειν πρὸς τῆς ἑαυτῶν μνήμης καὶ τοῦ λοιποῦ τῆς πόλεως ἐδάφους, εἴ τι χαρίζεσθαι βούλεσθε αὐτοῖς, μὴ περιιδεῖν τὸ τῆς Ῥόδου καθάπαξ ὄνομα ἀπελθὸν ἐξ ἀνθρώπων, ἀλλʼ ἐπαμῦναι καὶ ἀναστῆσαι καθʼ ὅσον δύνασθε. ἀνασταίητε δὲ εὐτυχεστέροις καὶ βελτίοσι τοῖς συμβόλοις, Ζεῦ καὶ πάντες θεοί.