τῆς πόλεως, ἀλλʼ ἐπὶ ζήλω τῶν λειφθέντων· μηδʼ ὑμᾶς ἐκεῖνοι παραμυθῶνται πέμποντες, ἀλλʼ ὑμεῖς ἐκείνους, τὸ πάτριον τοῖς Δωριεῦσι σώζοντες φρόνημα, ὃ νῦν ἐν ὑμῖν μόνοις ἢ μάλιστά γε ἐδείκνυτο τῶν Ἑλλήνων. καὶ ἔγωγε εἰ μὴ λίαν παράδοξα ἐρεῖν ἔμελλον, ὑμᾶς ἂν πρέσβεις ἐκέλευσα πέμπειν πανταχοῖ τῆς Ἑλλάδος, τοὺς παραμυθησομένους ἑκάστους καὶ κελεύσοντας μὴ κατοικτείρειν ὑμᾶς, ὡς οὐ πάτριον ὂν τῇ Ῥόδῳ καὶ ὑμῖν Ῥοδίοις οὖσι θρηνεῖσθαι μᾶλλον ἢ ζηλοῦσθαι· καὶ τῶν περιιόντων τούτων πρέσβεων καὶ αἰτούντων ἑτέρους ἕτερα οὐδὲν ἀτιμοτέρα τῇ πόλει κατʼ ἐμὴν δόξαν αὕτη ἦν ἡ πρεσβεία. ἀναγκαῖα μὲν γὰρ καὶ ταῦτα οἶμαι καὶ χρείαν ἔχοντα—τίς δʼ ἂν ἐπιτιμήσειε; —πέμπειν ἑτέρους ἑτέρωσε ἐπαγγέλλειν, ὥσπερ πολίταις ἅπασι τοῖς Ἕλλησιν εἰσφορὰς κοινὰς ἐπιτάττοντας· καί μοι ταῦτα συνδοκεῖ. οὐ μὴν ἀλλὰ καὶ εἰς αὐτὰ ταῦτα τὸ σχῆμα ἐκεῖνο συντελοῦν ἦν. τίς γὰρ οὐκ ἂν ἐθαύμασε; τίς δʼ οὐκ ἂν ἐπήρκεσε; τίς δʼ οὐκ ἂν αὐτὸς αὑτῷ χαρίζεσθαι μᾶλλον ἢ ὑμῖν εἶναι τὸ τοιοῦτον ἐνόμισεν; ἀλλʼ εἰ μὴ περιπέμπειν ταύτην τὴν πρεσβείαν ἔνεστι μηδʼ ἐγχωρεῖ, πρὸς ὑμᾶς αὐτοὺς χρὴ ταῦτα διαπρεσβεύσασθαι, ἵνα καὶ τὸ τρίτον ἀποδῶτε οἷς ἀρτίως εἶπον δυοῖν, καὶ μὴ οὗ μάλιστα δεῖ μόνον ἐλλίπητε. μέγιστοι τῶν Ἑλλήνων μέγιστα ἐπλήγητε· ἄριστα ἐνεγκεῖν ταῦτα δεῖ, ἵνα πανταχοῦ τῶν μεγίστων τετυχηκυῖα ἡ πόλις φαίνηται καὶ ἐξ ἀρχῆς εἰς τέλος παραπλησίως ᾖ πράττουσα, καὶ δύο τοῖς ἄκροις προσήκουσιν ὑμῖν ἓν τὸ μέσον συγκαταληφθῇ καὶ τὰ νῦν δοκοῦντα εἶναι δεινὰ καὶ ἀνήκεστα, ὑπὲρ ὑμῶν γένηται. ὅσῳ γὰρ ἂν κρείττους αὐτῶν φανῆτε, τοσούτῳ πλέον εὐδοκιμήσετε. φασὶ δὲ καὶ οἱ ποιηταὶ περὶ τῶν ἡρώων ὡς ἄρα οἷς μὲν αὐτῶν ἀνέμιξε τὸν βίον ὁ θεὸς, ἀγαθῶν καὶ κακῶν μοῖραν ἐναλλάξας, τούτοις μὲν εὐκλήροις ἀπέδωκεν εἶναι, οἷς δʼ ἂν τὴν τῶν κακῶν καθάπαξ δῷ, τελέως ἀπέκναισεν. ὡς τήν γε τῶν ἀγαθῶν διηνεκῆ [διὰ τέλους] κτῆσιν οὐκ οὖσαν ἀνθρώποις, ἀλλʼ ὄντας διπλοῦς τοὺς βίους τῶν ἀνθρώπων, τοὺς μὲν ὅλως ἐν κακοῖς, τοὺς δʼ ἀναμίξ. ὑμᾶς τοίνυν τῆς τῶν ἀγαθῶν μοίρας πρῶτον ἠξίωσε καὶ ἐπὶ πλεῖστον. τοῦτο γὰρ δὴ καὶ μέγιστον ὑμῖν εἰς παραμυθίαν ἔστω, ὅτι οἷς μὲν ἐπρωτεύετε εἰς πολὺν ἀντέσχε χρόνον, καὶ καθʼ ἡμέραν ἑκάστην ἔπραττεν ἡ πόλις ἀξίως αὑτῆς, τὸ δʼ ἀτύχημα μιᾶς ἡμέρας, οὐχ ὅλης δὲ ὥρας, ἐὰν ὑμεῖς εὖ φρονήσητε, ἐγένετο. μὴ τοίνυν ὑμεῖς αὐτὸ παντὸς τοῦ χρόνου ποιήσητε, μηδʼ εἰς πλέον ἐκτείνητε τὸν σεισμὸν ἢ ἐν ὅσῳ τότε ἐπαύσατο. καὶ γὰρ ἄτοπον μέμφεσθαι μὲν τῇ τύχῃ καὶ δυσχεραίνειν τὰ συμβεβηκότα ὡς ὑπερβάλλοντα, ἃ δὲ ὁ σεισμὸς παρῆλθε, ταῦτα αὐτοὺς προσθεῖναι. τίνων οὖν κύριος ἦν ὁ σεισμός; καὶ τίνος ἐστὲ νῦν ὑμεῖς; ὁ μὲν τῶν οἰκιῶν καὶ τῶν τειχῶν καὶ τῶν σωμάτων καταρρῖψαι καὶ διαφθεῖραι, ὑμεῖς δὲ τοῦ λογισμὸν τοῖς συμβεβηκόσιν ἀντιθεῖναι. μὴ τοίνυν ἀνάσχησθε τοῦτο ὑμῶν ἐξελθεῖν μηδὲ συμπεσοῦσαν τοῖς ἄλλοις καὶ τὴν γνώμην, ἵνʼ ὅνπερ τρόπον πρότερον οἱ ναῦται καταίροντες καὶ ἀναγόμενοι ὡς ἐκ πλείστου καὶ ἐπὶ πλεῖστον τὴν πόλιν καὶ τὸν τῶν τειχῶν κύκλον ἑώρων, τοῦτον νῦν οἱ ταῦτα δυνάμενοι βλέπωσιν ἑστηκὸς τῇ πόλει τὸ φρόνημα καὶ ἴδωσιν ὅτι τοῦτο οὔτε σεισμὸς οὔτʼ ἐμπρησμὸς οὔτε χρημάτων στέρησις, οὐκ ἀφαίρεσις οἰκιῶν, οὐκ ἄλλο οὐδὲν οὔτε καθῄρηκεν οὔτε μὴ καθέλῃ ποτὲ, οὔτε σεσύληκεν οὔτε μὴ συλήσῃ ποτέ. ἂν τοῦτο ἑστηκὸς ᾖ, Ῥόδος ἕστηκε τοῖς ὀρθῶς ὁρῶσιν, ἐπεὶ καὶ αὐτὰ τὰ τείχη καὶ τὰ νεώρια καὶ τοὺς ἄλλους κόσμους τοὺς μετὰ τούτων φρόνημα ἄνδρες ἔχοντες ἐκτήσαντο καὶ λογισμοὺς οἵους χρὴ περὶ πραγμάτων, καὶ ἦν ταῦτα ἀναθήματα τῆς ἐκείνων τῶν ἀνδρῶν γνώμης, οἳ ζήλου καὶ τῆς ἐπὶ τοῖς καλοῖς φιλοτιμίας ἕνεκα πάντας μὲν πόνους ᾠήθησαν, πάντας δὲ κινδύνους ὑποστῆναι δεῖν, ἐξ ὧν ἔπλευσαν μὲν ἅπασαν ὅση πλόϊμος θάλατταν, ἠγωνίσαντο δὲ καὶ καθʼ αὑτοὺς καὶ ἐν συμμαχίαις πολλοὺς καὶ μεγάλους καὶ ἐνδόξους ἀγῶνας· ὧν ἀξίους εἶναι δεῖ, λογιζομένους, εἰ καὶ παράδοξον εἰπεῖν τὴν πρώτην, ὅτι καὶ ῥᾷον ὑμῖν ἐστιν ἤπερ ἐκείνοις τότε ἔχειν ὅσα χρὴ τελέσασθαι. οὐ γὰρ ἀποστόλους πέμπειν οὐδὲ ἐξόδους ἐξιέναι δεῖ νῦν, οὐδʼ ἐναντία θεμένους τὰ ὅπλα τοῖς ἰσχύουσι κινδυνεύειν, οὐδʼ ἐκλείποντας τὴν πατρίδα ἄλλοτε ἀλλαχοῖ φέρεσθαι τῆς θαλάττης, χειμῶσι καὶ ἐχθροῖς τοῖς μὲν οὖσι, τοῖς δʼ ἐσομένοις ὑποκειμένους, ἀλλʼ οἴκοι μένοντας καὶ τὴν ὑμετέραν αὐτῶν καρπουμένους σωφρονεῖν. οὐ γὰρ καὶ ἡ νῆσος ἔδυ κατὰ τῆς θαλάττης, ὥστε μὴ εἶναι Ῥοδίων τοῖς λοιποῖς οὗ στῶσι. τοῖς δʼ ἀβίωτον ἡγουμένοις, εἰ μὴ ἐν τοσαύτῃ καὶ τοιαύτῃ διάξουσι τῇ πατρίδι οἵᾳ πρόσθεν, ἐκεῖνο λέγω, καὶ μηδεὶς τραχυνθῇ πρὸς τὸν λόγον, ἦν χρόνος ἡνίκʼ οὔπω Ῥόδος ἦν ἡ πόλις αὕτη, ὡς μὲν οἱ ποιηταί φασιν, οὐδὲ ἡ νῆσος αὕτη, ἀλλʼ ἦν ταῦτα θάλαττα ψιλὴ ποτέ. ἀλλʼ ἔγωγε οὐ τοῦτο λέγω. ἀλλʼ ἐπὶ τῶν πρὸ Λυσάνδρου δή που χρόνων τοῦ Λακεδαιμονίων ναυάρχου σχεδὸν πάντες ἐπίστασθε ὅτι οὔπω συνῴκιστο ὑμῖν ἡ πόλις, ἀλλʼ ἦν τῆς νήσου μόνον τὸ ὄνομα, πόλις δὲ οὐκ ἦν πω Ῥόδος οὐδʼ ᾠκεῖτο ὑπʼ οὐδένων, ἀλλὰ τὰς παλαιὰς ᾤκουν τρεῖς, ἅσπερ καὶ Ὅμηρος κατέλεξεν, οἱ κατʼ ἐκείνους τοὺς χρόνους Ῥόδιοι. συνελθόντες δʼ ὕστερον ἀπὸ πασῶν τῶν πόλεων μίαν ταύτην οὐ πᾶσι καλοῖς ἄρα τοῖς οἰωνοῖς ᾤκισαν, ἧς τὸ μέγα καὶ θαυμαστὸν ὄνομα καὶ σχῆμα καὶ κάλλος καὶ ὅ τί τις βούλεται λέγων οὐχ ἁμαρτήσεται. δύο τοίνυν οὗτος ὁ λόγος δύναταί μοι· ἓν μὲν, ὦ ἄνδρες Ῥόδιοι, ὑποθέσθαι τοῖς λογισμοῖς ὑμᾶς ἐπʼ ἐκείνων εἶναι τῶν χρόνων, ἡνίκʼ οὔπω τὴν πόλιν εἴχετε, καὶ φέρειν μετριώτερον· ἕτερον δὲ καὶ τὸ πᾶν, μηδὲ νῦν ἀπογνῶναί πω τὰ παρόντα μηδʼ ἀπειπεῖν, παραδείγματι τῷ τῶν προγόνων χρωμένους, ὅτι κἀκεῖνοι γνώμην ἣν δεῖ λαβόντες οὖσαν ἐξ οὐκ οὔσης ἀπέφηναν τὴν πόλιν καὶ μεγάλην τε ἐξ οὐδεμιᾶς καὶ θαυμαστὴν ἐξ ἀφανοῦς τὴν πρώτην. ποῦ δὲ ἀνεκτὸν ἐστερημένοις τοιαύτης πόλεως ζῆν; μὴ πρὸς ἀνίαν ψιλὴν καταχρήσασθαι, ἀλλʼ εἰς ἐπανόρθωσιν τρέψαι τῶν συμβεβηκότων ἥτις ἂν οὖσα δυνατὴ φαίνηται. καίτοι πολὺ ῥᾴων ὑμῖν ἡ ἀνάληψις τῆς πόλεως, ἐὰν ὀρθῶς σκοπῆτε, ἢ ʼκείνοις ὁ ἐξ ἀρχῆς οἰκισμός. οἱ μὲν γὰρ οὐδʼ ἡντινοῦν ἔχοντες ἀφορμὴν παρὰ τοῦ τόπου, οὐ λιμένας, οὐκ εἰκόνας, οὐ κόσμους, οὐ λίθους, ὡς εἰπεῖν, ἐν πολλῇ βουλῇ καὶ ἀπορίᾳ καταστάντες οἶμαι πρῶτον ποῖ ποτε τῆς χώρας οἰκήσουσιν, οὕτω ταύτην ἀπέδειξαν, καὶ τὸ μέγιστον ἁπάντων, πρὸς οὐδὲν ὑπάρχον παράδειγμα, ἀλλʼ εὑρόντες αὐτοὶ καὶ προθέντες πρῶτοι καθάπερ ὡς ἀληθῶς παράδειγμα πόλεως. ὑμᾶς δὲ οὔτε ζητῆσαι νῦν οὐδὲν δεῖ περὶ τῶν ὅλων καὶ εἴ τινα λείπεται τῶν ἀρχαίων παραβοηθεῖ· πολλὰ δὲ ταῦτά ἐστι πρὸς τὸ πᾶν, εἰ καὶ παντάπασιν ὀλίγα ὡς πρὸς τὰ πάντα. οὔτε γὰρ λιμένας προσχοῦν ὑμᾶς οὐδὲν δεῖ νῦν οὔτε βουλευτήριον οὔτε θέατρον ἀνοικοδομεῖν οὔτε ἄλση φυτεύειν. εἰσὶ δὲ καὶ εἰκόνες λοιπαί τινες ἐν πίναξι, καὶ τῶν χαλκῶν ἔργων ὅσον δεῖγμα καὶ τὸ μέγα ἄγαλμα καὶ τὸ ἡμέτερον τουτὶ χωρίον, ἐν ᾧ πολλὰ δὴ πολλάκις μεθʼ ὑμῶν ἠγωνισάμεθα. ὧν εἰ καὶ ὑμεῖς καταφρονεῖτε καὶ τὸ μηδὲν τὰ λοιπὰ κρίνετε, πρὸς τὰ ἀρχαῖα ἀναφέροντες, ἠγάλλοντʼ ἂν εὖ ἴστε ἕτεραι πόλεις εἰ καὶ μέρος παρʼ αὐτοῖς ἦν τι. καὶ μὴν οὐδὲ παράδειγμά γε ὑμᾶς δεῖ μεταπέμπεσθαι οὐδʼ ὑπερόριόν τινα ζηλῶσαι, ἀλλʼ ἀπὸ τῆς Ῥόδου τὴν Ῥόδον ἐκ παλαιᾶς νέαν ποιῆσαι. ἔτι δὲ οἱ μὲν ἐν πολέμοις τε καὶ ταραχαῖς, καὶ οὔτε αὐτοὶ πάνυ τι τὴν ἡσυχίαν ἄγειν δυνάμενοι τῆς τε ἄλλης Ἑλλάδος πάσης ἄνω καὶ κάτω φερομένης, πλέοντες ὁμοῦ καὶ στρατευόμενοι ᾤκιζον τὴν πόλιν, ὥσπερ τινὲς φρούριον ἢ στρατόπεδον ἐκτειχίζοντες ἐπὶ στρατείας. ὑμεῖς δὲ ἐπὶ πολλῆς μὲν εἰρήνης καὶ βαθείας ἡσυχίας, ἣ τὰ πάντων ἀνθρώπων καλῶς ποιοῦσα ηὔξηκε πράγματα, πολλῶν δὲ καὶ συλλαμβανόντων ὑμῖν, οὐ μόνον οὐ κωλυόντων, ἐξέσται τῶν Ἑλλήνων πολλοὺς