τῷ μέλλοντι, ὑπέκειτο δὲ ἄρα ἡ πόλις τοιούτῳ παθήματι καὶ ἐπὶ ταύτην πᾶς ὁ σεισμὸς ἠρτύετο· ὁ δὲ ἥλιος τελευταῖα δὴ τότε ἐπέλαμπε τὴν ἑαυτοῦ πόλιν, καὶ παρῆν ἐξαίφνης πάντα ὁμοῦ τὰ δεινά. ὑπανεχώρει μὲν ἡ θάλαττα καὶ πᾶν ἐψιλοῦτο τῶν λιμένων τὸ ἐντὸς, ἀνερριπτοῦντο δὲ οἰκίαι καὶ μνήματα ἀνερρήγνυντο, πύργοι δὲ πύργοις ἐνέπιπτον καὶ νεώσοικοι τριήρεσι καὶ νεῲ βωμοῖς καὶ ἀναθήματα ἀγάλμασι καὶ ἄνδρες ἀνδράσι, καὶ πύργοι λιμέσι, καὶ πάντα ἀλλήλοις. ἐν ὅσῳ δὲ ἀνὴρ ἄγκυραν εἰς ἀπόπλουν ἀνήρτητο, μεταστραφεὶς οὐκέτʼ εἶχεν ἰδεῖν τὴν πόλιν, ἀλλʼ ἐγίγνετο πάντα ὁμοῦ, οἱ λιμένες ἐπὶ ξηροῦ, ἡ πόλις ἐν κόνει, δρόμοι κατʼ οἰκίας ἐκ στενωπῶν, εἰς στενωποὺς ἐξ οἰκιῶν, θάνατοι κατʼ οἰκίας, ἐν ἱεροῖς, ἐν θύραις, ἐν πύλαις. ἔξω μὲν τὰ μνήματα ἀνερρίπτει τοὺς κειμένους, ἔνδον δὲ ἐκρύπτοντο οἱ τελευτήσαντες· τῶν δʼ ὥσπερ τὰ εὐκταῖα ἀναθήματα χεῖρες ἐπʼ ἄκρων τοίχων, τῶν δὲ πόδες, τῶν δʼ ἄλλο τι λείψανον ἑωρᾶτο· καὶ οὐδὲ ταῦθʼ ἕκαστα ἐνῆν εἰκάσαι τίνων λείπεται. καὶ οἱ μὲν τὰς ἑαυτῶν φεύγοντες οἰκίας ἐν ταῖς ἑτέρων ἀπώλλυντο, οἱ δʼ ἐν ταῖς ἑαυτῶν ὑπʼ ἐκπλήξεως μένοντες, οἱ δὲ ἐκθέοντες ἐγκαταλαμβανόμενοι, οἱ δὲ ἀπολειφθέντες ἡμιθνῆτες, οὐκ ἔχοντες ἐξαναδῦναι οὐδὲ αὑτοὺς ῥύσασθαι, κακῶν ἐπιθήκην τὸν λιμὸν προσελάμβανον, καὶ τοσοῦτον κερδαίνοντες, ὅσον γνῶναι τὴν πατρίδα οὐκ οὖσαν, ἐπαπώλλυντο. τῶν δὲ διέκρινε τὰ σώματα ἡ τύχη, καὶ τὰ μὲν ἡμίσεα εἴσω θυρῶν ἀπείληπτο, τὰ δʼ ἡμίτομα ἔξω προὔκειτο. καὶ τούτοις ἕτερα αὖ προσενέπιπτε σώματα, σκεύη, λίθοι, ὅ τι ἑκάστῳ φέρων ὁ σεισμὸς ἀνέμιξεν. οἱ μὲν προσεδόκων, οἱ δὲ τοὺς οἰκείους ἐζήτουν, οἱ δʼ οὐκ εἶχον πότερʼ αὑτοὺς ἢ τοὺς ἑαυτῶν ὀδύρωνται· οἱ δὲ ἀπῴμωζον τὴν πόλιν, οἱ δὲ ἐνεπίμπραντο, ὁμοῦ τῶν ὀρόφων καὶ τῶν ἑστιῶν γενομένων. οἱ δὲ παῖδας ἐξαρπάζοντες αὐτοὶ κατελαμβάνοντο, οἱ δὲ ἑαυτοὺς ἐπαπεκτίννυον. ὁ δὲ κῶμος ἦν ἄγριος τοῦ τότε ἀρίστου. οἱ μὲν οὐ πρὸ πολλοῦ κληθέντες νυμφίοι ἔκειντο εἰς οὐδὲν καλὸν ᾁσαντες τὸν ὑμέναιον, οὐ ῥᾴδιον γνῶναι πότερον αὐτοὶ δυστυχεῖς, ἢ ἃς ἠγάγοντο οἱ δὲ ἀπὸ θαλάττης ἀναβεβηκότες τὴν πατρῴαν ἑστίαν ἀπιστοτέραν τῆς θαλάττης εὗρον· οἱ δὲ ἐπʼ ἀναγωγὴν σπεύδοντες τελευταῖα δὴ τότε οἴκοθεν ἀνήγοντο, προκαταδύσης αὐτοῖς τῆς πατρίδος. κατεῖχε δὲ ὁμοῦ σεισμὸς θαλάττης, νεφέλης κτύπος, οἰμωγαὶ, πάταγος πτωμάτων, γῆς ἐκφυσήματα. οἶμαι γὰρ οὔτε τοὺς ὑπὲρ Αἴγυπτον καταρράκτας οὔτε τὴν τῆς ἔξω θαλάττης ῥαχίαν οὔτε σκηπτοὺς πυρφόρους οὔθʼ ὅ τι πλεῖστον ἠχεῖ κατʼ ἀνθρώπους τῷ τότʼ εἶναι κακῷ καὶ κτύπῳ παραβαλεῖν, ὃς ἐξ ἁπάντων εἷς ἠγείρετο συμμιγὴς, τὴν ἀπροσδόκητον καὶ ἄχαριν συναυλίαν πληρῶν, ἐφʼ ᾗ Ῥόδος ἐξωρμήκει· συνενήνεκτό τε εἰς ταυτὸν νεκροὶ, βωμοὶ, στέγαι, κόνις, αἷμα, ἔπιπλα, ὄροφοι, θεμέλια, οἰκέται, δεσπόται, μέλη σωμάτων, εἰκόνες, σφαγαὶ, τάφοι, δεῖπνα. οἱ μὲν τοῖς σώμασι τῶν φιλτάτων σκηνοῦντες ἐλάνθανον αὑτοὺς, οἱ δὲ ἐζήτουν τὰ λοιπὰ ἑαυτῶν οἱ μὲν πόδας, οἱ δὲ χεῖρας, οἱ δʼ ὅ τι ἕκαστος ἐπηρώθη τοῦ σώματος, οἱ δὲ καὶ συνέθαπτον ταῦτα τοῖς οἰκείοις, οἱ δʼ ὑπὸ τῶν ἑκατέρωθεν ἐμπεσόντων συσχεθέντες ἠνείχοντο, οἱ δὲ πρότερον κατωρύχθησαν ἢ ἀπέθανον· πᾶν δὴ κακῶν εἶδος καὶ ἅ τις μηδεπώποτε ἐπενόησε, τότε πρῶτον εἰσεῖδεν. εὔξασθαι δʼ οὐκ εἶχον οἱ λοιποὶ πότερα ὅπως σωθῶσιν ἢ ὅπως ἀποθάνωσι. ποῖοι ταῦτα κήρυκες, ἢ τίνες ποιηταὶ καταθρηνήσουσιν ἀξίᾳ τῇ φωνῇ; τίς ἀρκῶν διηγήσασθαι; ποῖον γὰρ πάθος ὀξύτερον, εἰ δὲ βούλει, μακρότερον, ποίαν πόλιν Ἑλληνίδα ἢ βάρβαρον ἐν τῷ παντὶ χρόνῳ κατέλαβε τοιοῦτον; ὅτε ἀνατραπεῖσα μὲν ἡ πόλις ἔκειτο θᾶττον ἢ ναῦς καταδῦσα πώποτε, ἡμέραι δὲ καὶ νύκτες ἐπιλαμβάνουσαι τοὺς μὲν ὅσον ἐμπνεῖν ζῶντας ἀνέφαινον τραυματίας τῶν λοιπῶν τοῖς πλείστοις, τοὺς δὲ τελευτήσαντας σεσηπότας, οὐδʼ ὁτιοῦν ἔχοντας ἀκριβὲς τῶν μελῶν, ἀλλʼ ὡς ἑκάστου τι ἀφεῖλεν ἢ προσέθηκε τὸ πτῶμα. πυραὶ δʼ ἀήθεις ἐκάοντο ὁμοίως νύκτα καὶ ἡμέραν, ταῖς πρόσθεν ἱερομηνίαις ἀντίστροφοι· ἀντὶ δὲ χρυσείων καὶ ἀργυρείων μετάλλων διωρυχῆς τοὔδαφος τῆς πόλεως παρεῖχε καὶ εἰς μῆνας ἐκκαθαίρειν τοὺς κειμένους. καὶ πρότερον μὲν, ὦ Ζεῦ, τὰς φονικὰς δίκας ἔξω πυλῶν ἐδικάζετε, ὡς οὐδὲ καταψηφίσασθαι θάνατον ἐντὸς τείχους εὐσεβῶς ἔχον ὑμῖν, νυνὶ δὲ ἐπὶ μιᾶς ἡμέρας τοσούτων ὄλεθρον ὁ δαίμων κατέγνω ἅμα τʼ εἴσω πόλεως καὶ σὺν αὐτῇ, καὶ τούτους ἐν αὐτῇ κάειν ἠναγκάζεσθε οἱ λοιποὶ, καὶ τὴν ἄβατον τοῖς ἀνδροφόνοις πόλιν ταφὴν τῶν ἀπολλυμένων ἑκάστῳ κατέστησε. καὶ τὰ μὲν πρόσθεν λεγόμενα ταῦτα μυθολογήματα ἦν, ὅτι τήνδε τὴν νῆσον οὖσαν ὑπὸ τῇ θαλάττῃ καὶ κεκρυμμένην Ἡλίῳ δῶρον ἀνεῖσαν θεοὶ, τὰ δὲ νῦν εἰς τοὐναντίον περιέστηκε διηγεῖσθαι, ὅτι ἥδε ἡ πόλις κατὰ γῆς ἔδυ καὶ ἀπῆλθεν ἐξ ἀνθρώπων, ὄντος ὑπὲρ γῆς ἡλίου, καὶ ἐπεῖδεν ἥλιος ἐν Ῥόδῳ τὰ ἀθέατα θεάματα ἑαυτῷ. καὶ Ὅμηρος μὲν πλοῦτον ἔφη καταχέαι τὸν Δία τῇ νήσῳ καὶ τοῖς περὶ Τληπόλεμον προγόνοις ὑμῶν, καὶ Πίνδαρος παραλαβὼν ὗσαι χρυσὸν νεφέλην ξανθὴν ἐπιστήσαντα. νῦν δὲ οἷα κατέχεε δῶρα ὁ δαίμων, οἷον νέφος ἔστησεν ὑπὲρ τῆς πόλεως, ὡς ἀνάξια μὲν ἐκείνων τῶν πρότερον, ἀνάξια δὲ ὑμῶν καὶ τοῦ τῆς πόλεως σχήματος. καὶ νῦν Κάρπαθον μὲν καὶ Κάσον καὶ ἄλλας νήσους οἰκουμένας ἔστιν ἰδεῖν, οὐδὲν ἐχούσας ὅ τι εἴπωσι καὶ παρʼ ὧν φόρον ἐκλέγειν ὑμῖν πρὸ τοῦ μικρὸν ἦν, καὶ ἄλλα πολίσματα ὑπόψαμμα λυπρὰ καὶ ἀμφισβητήσιμα. Ῥόδος δὲ, ὦ Ζεῦ, καὶ πάντʼ ἐφορῶν ἥλιε πλὴν Ῥόδου, νῦν οὐδαμοῦ, ἀλλʼ ὥσπερ οἱ τοὺς μύθους λέγοντες διηγεῖσθαι δεῖ τοῖς ἐπιγιγνομένοις τοὺς παρʼ ἡμῶν παραλαμβάνοντας, ὡς ποτὲ ἦν καὶ Ῥόδος ἀντιπέρας Καρίας πόλις ὥρᾳ καὶ μεγέθει περιφανὴς, καὶ τὸν τόπον δεικνύειν ὡς τὸν Ἰαλύσου καὶ Καμείρου νῦν. καὶ τὸν μὲν τῶν Ἁλίων ἀγῶνα ποιήσετε, καὶ τὸ χωρίον μεμένηκε σῶν οὗ ποιήσετε· ἡ δὲ ἐπώνυμος αὕτη τῆς Νύμφης τοῦ θεοῦ σχῆμα ἀκτῆς μετείληφε. καὶ πάλαι μὲν τὰ ἐκ τῶν γυναικῶν τῶν ἀποκειραμένων μηχανήματα ἐδείκνυτε τοῖς ἐπιδημοῦσι καὶ θαυμαστὸν ἦν, νῦν δὲ αὐτὴν τὴν πόλιν ἐν τοιαύτῃ θέᾳ λείπεται παριστᾶν καὶ δεικνύναι τοῖς εἰσαφικνουμένοις θέατρον καὶ βουλευτήριον, καὶ πίνακας ἡμιρραγεῖς καὶ σκοπέλους ἀντὶ πύργων δεικνύντας, οἰκτρὰ τῆς ὀνομαστῆς ποτε Ῥόδου τὰ λείψανα. μεγέθους δὲ ἑτέρων πόλεων εἰς τὸ μέσον λεγομένου οὔτε ἀντιλαβέσθαι ἐξέσται οὔτε μὴ ῥήγνυσθαι σιωπῶντα. ἁπλῶς δʼ εἴσεσθε μὲν οἵας πόλεως στέρεσθε, ὁποίας δʼ οὐχ ἕξετε δεικνύναι, καὶ ἐπὶ μέν γε τοῦ νῦν παρόντος χρόνου τοὺς εἰδότας πρότερον τῶν Ἑλλήνων ἐπιμαρτύρασθαι, ἐπειδὰν δὲ καὶ τούτους ἡ προσήκουσα μοῖρα ἀπαγάγῃ, τί δὴ λοιπὸν πλὴν ἐρήμην ὀφλεῖν ὅ φασι, γνωριζομένους, ὦ δαίμονες, οὐκ ἀπὸ τῶν ναυμαχιῶν οὐδʼ ἀπὸ τῶν λιμένων τε καὶ νεωρίων οὐδʼ ἀπὸ τοῦ κόσμου τοῦ κατὰ τὴν πόλιν, ἀλλʼ ὅτι μέγιστα τῶν Ἑλλήνων ἠτυχήσατε· καὶ δεήσει Ῥόδου μεμνημένους μὴ γαυριᾶν, ἀλλὰ θρηνεῖν. μόνοις δὲ οἷς ὑμεῖς πεπόνθατε νῦν καὶ οἱ πρὸ ἑξακοσίων ἐτῶν ἄνδρες ἔνδοξοι συνηδίκηνται καὶ οἵ γε μηδὲν τῇ πόλει προσήκοντες κοσμοῦντες τὴν πόλιν τοῖς ἑαυτῶν ἔργοις ἀντεκοσμοῦντο τῇ μνήμῃ. ταῦτα τοίνυν τὰ οὕτως δεινὰ καὶ παραμυθίαν οὐκ ἔχοντα, ὡς ἂν δόξαι τις, ἐνεγκεῖν δεῖ, μάλιστα μὲν δὴ καὶ πρῶτον κατʼ αὐτὴν τὴν τῆς ἀνάγκης συμβουλὴν καὶ τοσούτῳ μᾶλλον, ὅσῳ δακρύων χώραν παρελήλυθεν· ἃ γὰρ οὐκ ἔστι κατʼ ἀξίαν ὀδύρασθαι, πῶς οὐκ ἀναγκαῖον ἀπαλγήσαντας ἐᾶν καὶ τοῦτο δὴ τὸ λεγόμενον μύσαντας φέρειν; ἔτι δὲ τὰ μὲν φαῦλα τῶν ἀτυχημάτων οὐδὲν δεῖται μεγάλης τῆς πρὸς αὐτὰ παρασκευῆς, τὰ δὲ μείζονα ἀνάγκη μεγάλως καὶ φέρειν, οὐχ ἁπλῶς λέγω μεγάλως, ἀλλὰ φρονήματι. ὥσπερ γὰρ πρὸς τοὺς μείζους τῶν πολέμων πλείονος δεῖ καὶ τῆς παρασκευῆς, τοὺς δʼ ἐλάττους κἂν ἀπὸ φαυλοτέρας διαφέροι τις, οὕτως καὶ τῶν δεινῶν ὅσα ὑπερβέβληκε μεγάλης δεῖται τῆς τῶν παθόντων ῥώμης πρὸς αὐτά. δεῖ δὴ κατὰ κράτος αὐτοῖς ἀνθίστασθαι καὶ παντὶ τῷ θυμῷ παρεσκευασμένους τὸν ἀγῶνα τοῦτον ἀγωνίζεσθαι, εἴπερ μὴ μέλλοι τις καταληφθεὶς παρενεχθήσεσθαι, λογιζομένους ὅτι πρότερον μὲν οἱ τὰς εἰκόνας καὶ τοὺς ἀνδριάντας ὁρῶντες τὴν τῶν πεποιηκότων ἐκεῖνα τέχνην ἐθαύμαζον, νῦν δὲ τὴν ὑμετέραν ἅπαντες θαυμάσονται γνώμην, ἐὰν καὶ χωρὶς τούτων φαίνησθε φρονοῦντες ἐφʼ ὑμῖν αὐτοῖς. ὅλως δὲ ὥσπερ τὸν χρυσὸν ἡ βάσανος δείκνυσιν, οὕτω τοὺς ἄνδρας τοὺς ἀγαθοὺς κρίνουσιν αἱ συμφοραί· καὶ ὑμᾶς πάντα ταῦτα ὁποῖοί τινές ἐστε δείξει νῦν, ὁ σεισμὸς, ὁ ἐμπρησμὸς, ἅπαντα ὅσα ἠκολούθησεν ἑνὶ τῷ πρώτῳ κακῷ. καίτοι παράδοξον ποιῶ· δεόμενος γὰρ παραμυθίας αὐτὸς τῆς ἐφʼ ὑμῖν, ὑμᾶς κατέχειν ἀξιῶ. ὅ μοι καὶ αὐτὸ δικαίως ἂν συλλαμβάνοι πρὸς τὸ πείθειν. τοὺς γὰρ συμπεπονθότας ταῖς γνώμαις ἡγοῦμαι καὶ συμβούλους ἀξιοπίστους εἰκότως ἂν τοῖς εὖ φρονοῦσιν εἶναι. ὧν γὰρ τὰ αὐτὰ ἅπτεται καὶ φροντίζειν τούτους εἰκὸς περὶ τούτων καὶ λέγειν ἐπʼ εὐνοίᾳ καὶ τὸ δυνατὸν πρώτῳ τούτῳ βεβαιοῦν τῷ παραπλησίως διακειμένους ὅμως ἀξιοῦντας φέρειν φαίνεσθαι. ἡγοῦμαι δʼ ἔγωγε καὶ τὸ τηλικαῦτα ἀτυχεῖν οὐ τοῖς μικροτάτοις τῶν ἀνθρώπων ἀποκεῖσθαι οὐδὲ τοῖς οὐκ ἔχουσιν ὅθεν πέσωσιν, ἀλλὰ τοῖς δυναμένοις δέξασθαι τοῦτο τὸ μέτρον τῆς συμφορᾶς. ἀλλʼ οἴεσθε Σερίφου πρὸς θεῶν, ἢ Σύμης ταυτησὶ τὸ πτῶμα τοῦτο, ἤ τινος ἄλλης τῶν πολλῶν καὶ ἐν κύκλῳ νήσων; Ῥόδος οἶμαι τοσούτων καὶ τηλικούτων εἶχε στερηθῆναι. ὑμῖν δὲ ἄμφω τὰ ἄκρα ὁ δαίμων ἀπένειμεν· ἀρετῇ τε γὰρ καὶ δυνάμει καὶ κατασκευῇ πόλεως ὑπερβάλλεσθε τῶν ἄλλων τὰς φανερὰς, ἐπεὶ δὲ ἔδει καὶ τῶν ἐναντίων πεῖραν λαβεῖν, ὡς οὐκ ἔδει, ἐξίσωσε καὶ ταῦτα ἡ τύχη τοῖς ἄνω πλεονεκτήμασι· μέγιστα δὲ