πᾶν καὶ λέγουσι καὶ ποιοῦσιν ὑμῖν. ἀλλὰ καὶ τούτων οὕτως ἐχόντων φέρειν χρὴ, τὸν παλαιὸν λόγον· ὀρθῶς ἔχειν νομίσαντας, ὅτι τὰ μὲν γεγονότα οὐκέτʼ ἂν ἄλλως ἔχοι, οὐδʼ εἰ πάντα μὲν αἰτιώμενοι καὶ κακίζοντες τὴν τύχην λέγοιτε, πάντα δὲ ὑμᾶς αὐτοὺς τρόπον ἀθυμίᾳ διαφθείροιτε· τὸ δὲ ταῦτα εἰς ὅσον ἐστὶ καλῶς ἐνεγκεῖν κέρδος οὐ μικρὸν ὡς ἐν τοιούτοις. ἐστὲ δὲ οὐκ ἀτυχημάτων ἐνδεεῖς, ὥστε προστιθέναι τούτοις, ἀλλʼ ἀφαιροῦντες μᾶλλον τῶν συμβεβηκότων καὶ τῆς ἐγχωρούσης ἀεὶ ποριζόμενοι ῥᾳστώνης ἀφορμὰς εὖ φρονοῖτʼ ἂν καὶ ποιοῖτε ἃ δεῖ. εἰδέναι τε χρὴ Ῥοδίους ὄντας ἔτι ὁπόσοι ποτὲ καὶ λέλειφθε, καὶ τοῦτο τὸ σεμνὸν καὶ τίμιον εἰς Ἕλληνας καὶ βαρβάρους ὄνομα προσαφῃρημένην ὑμᾶς τὴν τύχην, οὗ δεῖ φρονοῦντας ἄξια φαίνεσθαι. καιρὸς δὲ νῦν εἴπερ ποτὲ, ὦ ἄνδρες Ῥόδιοι, σῶσαι μὲν ὑμᾶς αὐτοὺς ἐκ τῶν περιεστηκότων, βοηθῆσαι δὲ τῷ γένει τῆς νήσου, στῆναι δὲ πρὸς τὴν τύχην λαμπρῶς, ἐνθυμηθέντας ὑμῶν τὸν τοῦ πολίτου κυβερνήτου λόγον, ὃς ἔφη χειμαζομένης αὐτῷ τῆς νεὼς καὶ καταδύσεσθαι προσδοκῶν τοῦτο δὴ τὸ θρυλούμενον, ἀλλʼ ὦ Ποτειδὰν, ἴσθι ὅτι ὀρθὰν τὰν ναῦν καταδύσω· ὡς οὐδὲν ἂν πράξας ἀγεννὲς οὐδὲ ταπεινὸν οὐδὲν τοῖς παροῦσιν, ἀλλὰ πάντα ἂν τὰ αὑτοῦ πληρώσας πρότερον ἢ κακῶς ἀπολούμενος· ὡς τοῦ μὲν ἀπολέσθαι καὶ καταδῦναι τὴν ναῦν τὴν τύχην κυρίαν οὖσαν ἀεὶ, τοῦ δὲ ἃ χρὴ πρᾶξαι πρὸ τούτου οὐκέτʼ ἐν ἄλλῳ τὴν ἀπαίτησιν, ἀλλʼ αὐτὸν αὑτῷ τινα τοῦτο ὀφείλοντα, καὶ οὗ μόνου κύριός ἐστιν, οὐχὶ δέον προλιπεῖν ἔτι ζῶντα. ὑμεῖς τοίνυν μὴ πεπτωκυῖαν τὴν πόλιν ἔτι μᾶλλον ἐπικαταβάλητε, ταπεινότητα τῷ καιρῷ προσθέντες, ἀλλʼ ἐπειδήπερ προκατέδυ πληγεῖσα, ὑμεῖς οἱ λοιποὶ μένετε ἐν ὑμῶν αὐτῶν. καὶ γὰρ αἰσχρὸν καὶ οἴκοθεν ἔστʼ ἔχον τὸ ἔγκλημα, ἑνὸς ἀνδρὸς ἀγεννεστέραν φανῆναι τὴν πόλιν ὑμᾶς τουτουσὶ καὶ μὴ δεῖξαι τοῦθʼ ὅτι καὶ δυστυχοῦντες ἴστε ὑμᾶς αὐτούς. οὕτω καὶ παρʼ ἀξίαν ταῦτα πεπονθέναι δόξετε. καλὸν γὰρ οἶμαι κἀν τοῖς ὅπλοις νικᾶν, καὶ ναυμαχοῦντας τρόπαια ἱστάναι ἔχει φιλοτιμίαν καὶ τῆς ἐπὶ τοῖς τοιούτοις σπουδῆς οὐκ ἄξιον τοὺς ἀγαθοὺς ἄνδρας ἐξίστασθαι, ὧν καὶ οἱ ὑμέτεροί ποτε ὄντες πρόγονοι μεγάλην εἰκότως καὶ θαυμαστὴν δικαίως δόξαν ἐκτήσαντο. ἐπεὶ δὲ πᾶσαί τε ὑποθέσεις τῶν τοιούτων ἀγώνων ἐξήκουσι καὶ τὰ τῶν νῦν καιρῶν ἕτερον ἀγῶνα ἀπαιτεῖ παρʼ ὑμῶν, τοῦτον ὑποστῆναι δεῖ. καὶ πολὺ τοῦθʼ ὑμῖν ἐνδοξότερον καὶ κάλλιον ἐκείνων τῶν ἀγώνων, ἀντιτάξασθαι τῇ τύχῃ καὶ ταύτης στῆσαι τρόπαιον, εἰ καὶ σφόδρα ὑμῖν ἐνήλατο τὴν πρώτην. τῆς μὲν γὰρ ἐκεῖ νίκης οὐδεὶς τηλικοῦτός ἐστιν ὅστις ἐστὶ κύριος διὰ τέλους, ἀλλʼ ὁ δαίμων τὸ πλεῖστον ἔχει μέρος, τῆς δὲ ἐνταῦθα ἡ γνώμη κυρία. ταύτην οὖν δείξατε ἔχοντες οἵαν χρὴ καὶ μὴ πάντʼ ἐλάττους τῆς τύχης γένησθε, ἀλλʼ ἀγωνίσασθε πρὸς αὐτὴν νῦν, ἐπειδήπερ ἔμπροσθεν οὐκ ἐξῆν. εἰ μὲν γὰρ ἔχομεν ἀξίως ἀποδύρασθαι, κἂν ἁπάσας τὰς ὑπολοίπους τοῦ βίου νύκτας καὶ ἡμέρας συνάψωμεν, τοῦτο ποιῶμεν. ἄξιον γὰρ Ἑλλάδι ἀνακαλέσαι γε οὐκ εἰς τρὶς μόνον, ἀλλὰ καὶ μυριάκις Ῥόδον οὕτω πεπραγυῖαν. νῦν δὲ τίς οὕτως ἢ λόγος ἐστὶν ἰσχυρὸς ἢ σοφιστὴς ἄκρος ἢ διαρκὴς ὅστις ἂν ἀξίως καταθρηνήσειε τὰ παρόντα, μὴ πολλοστὸν μέρος ὧν οἴεται λέγειν παραλιπὼν, ἀλλʼ ἑξῆς ἅπαντα; τοῦτο γάρ ἐστι καὶ τὸ πάντων ἀτοπώτατον, ὅτι ὀδυρόμενοι τὰ συμβεβηκότα καὶ διεξιόντες ὡς ἀνυπέρβλητα τὰ πλεῖστα αὐτῶν παραλείπομεν καὶ οἰόμεθα λέγειν οὐ λέγοντες. τίς γὰρ ἂν ἢ τὰς συμφορὰς εἴποι πρὸς ἀξίαν τὰς καινὰς ταύτας καὶ ἀτόπους καὶ πέρα πάσης κακῶν φορᾶς γεγονυίας, ἢ τὴν ἀκμὴν αὐτὴν τοῦ περιστάντος ὑμᾶς πράγματος; τίς δʼ ἂν ἔτι σωφρονοίη τῆς σχετλίας ἐκείνης μεσημβρίας μνησθεὶς, ἐν ᾗ τὸ κακὸν πρῶτον ἤρχετο καὶ κατῄει, ἡνίκα εἱστήκει μὲν ἡ θάλαττα καραδοκοῦσα τὸ μέλλον, ὥσπερ ἄλλον τινὰ χειμῶνα μέγαν καὶ ἀνήκεστον προσδεχομένη, σιγὴν δʼ εἶχεν ἅπας ὁ ἀὴρ, ὥσπερ προσδοκῶν τὸ ἐσόμενον, καὶ ὄρνιθες καὶ πάντα ἡσύχαζον ἐπὶ τῷ μέλλοντι, ὑπέκειτο δὲ ἄρα ἡ πόλις τοιούτῳ παθήματι καὶ ἐπὶ ταύτην πᾶς ὁ σεισμὸς ἠρτύετο· ὁ δὲ ἥλιος τελευταῖα δὴ τότε ἐπέλαμπε τὴν ἑαυτοῦ πόλιν, καὶ παρῆν ἐξαίφνης πάντα ὁμοῦ τὰ δεινά. ὑπανεχώρει μὲν ἡ θάλαττα καὶ πᾶν ἐψιλοῦτο τῶν λιμένων τὸ ἐντὸς, ἀνερριπτοῦντο δὲ οἰκίαι καὶ μνήματα ἀνερρήγνυντο, πύργοι δὲ πύργοις ἐνέπιπτον καὶ νεώσοικοι τριήρεσι καὶ νεῲ βωμοῖς καὶ ἀναθήματα ἀγάλμασι καὶ ἄνδρες ἀνδράσι, καὶ πύργοι λιμέσι, καὶ πάντα ἀλλήλοις. ἐν ὅσῳ δὲ ἀνὴρ ἄγκυραν εἰς ἀπόπλουν ἀνήρτητο, μεταστραφεὶς οὐκέτʼ εἶχεν ἰδεῖν τὴν πόλιν, ἀλλʼ ἐγίγνετο πάντα ὁμοῦ, οἱ λιμένες ἐπὶ ξηροῦ, ἡ πόλις ἐν κόνει, δρόμοι κατʼ οἰκίας ἐκ στενωπῶν, εἰς στενωποὺς ἐξ οἰκιῶν, θάνατοι κατʼ οἰκίας, ἐν ἱεροῖς, ἐν θύραις, ἐν πύλαις. ἔξω μὲν τὰ μνήματα ἀνερρίπτει τοὺς κειμένους, ἔνδον δὲ ἐκρύπτοντο οἱ τελευτήσαντες· τῶν δʼ ὥσπερ τὰ εὐκταῖα ἀναθήματα χεῖρες ἐπʼ ἄκρων τοίχων, τῶν δὲ πόδες, τῶν δʼ ἄλλο τι λείψανον ἑωρᾶτο· καὶ οὐδὲ ταῦθʼ ἕκαστα ἐνῆν εἰκάσαι τίνων λείπεται. καὶ οἱ μὲν τὰς ἑαυτῶν φεύγοντες οἰκίας ἐν ταῖς ἑτέρων ἀπώλλυντο, οἱ δʼ ἐν ταῖς ἑαυτῶν ὑπʼ ἐκπλήξεως μένοντες, οἱ δὲ ἐκθέοντες ἐγκαταλαμβανόμενοι, οἱ δὲ ἀπολειφθέντες ἡμιθνῆτες, οὐκ ἔχοντες ἐξαναδῦναι οὐδὲ αὑτοὺς ῥύσασθαι, κακῶν ἐπιθήκην τὸν λιμὸν προσελάμβανον, καὶ τοσοῦτον κερδαίνοντες, ὅσον γνῶναι τὴν πατρίδα οὐκ οὖσαν, ἐπαπώλλυντο. τῶν δὲ διέκρινε τὰ σώματα ἡ τύχη, καὶ τὰ μὲν ἡμίσεα εἴσω θυρῶν ἀπείληπτο, τὰ δʼ ἡμίτομα ἔξω προὔκειτο. καὶ τούτοις ἕτερα αὖ προσενέπιπτε σώματα, σκεύη, λίθοι, ὅ τι ἑκάστῳ φέρων ὁ σεισμὸς ἀνέμιξεν. οἱ μὲν προσεδόκων, οἱ δὲ τοὺς οἰκείους ἐζήτουν, οἱ δʼ οὐκ εἶχον πότερʼ αὑτοὺς ἢ τοὺς ἑαυτῶν ὀδύρωνται· οἱ δὲ ἀπῴμωζον τὴν πόλιν, οἱ δὲ ἐνεπίμπραντο, ὁμοῦ τῶν ὀρόφων καὶ τῶν ἑστιῶν γενομένων. οἱ δὲ παῖδας ἐξαρπάζοντες αὐτοὶ κατελαμβάνοντο, οἱ δὲ ἑαυτοὺς ἐπαπεκτίννυον. ὁ δὲ κῶμος ἦν ἄγριος τοῦ τότε ἀρίστου. οἱ μὲν οὐ πρὸ πολλοῦ κληθέντες νυμφίοι ἔκειντο εἰς οὐδὲν καλὸν ᾁσαντες τὸν ὑμέναιον, οὐ ῥᾴδιον γνῶναι πότερον αὐτοὶ δυστυχεῖς, ἢ ἃς ἠγάγοντο οἱ δὲ ἀπὸ θαλάττης ἀναβεβηκότες τὴν πατρῴαν ἑστίαν ἀπιστοτέραν τῆς θαλάττης εὗρον· οἱ δὲ ἐπʼ ἀναγωγὴν σπεύδοντες τελευταῖα δὴ τότε οἴκοθεν ἀνήγοντο, προκαταδύσης αὐτοῖς τῆς πατρίδος. κατεῖχε δὲ ὁμοῦ σεισμὸς θαλάττης, νεφέλης κτύπος, οἰμωγαὶ, πάταγος πτωμάτων, γῆς ἐκφυσήματα. οἶμαι γὰρ οὔτε τοὺς ὑπὲρ Αἴγυπτον καταρράκτας οὔτε τὴν τῆς ἔξω θαλάττης ῥαχίαν οὔτε σκηπτοὺς πυρφόρους οὔθʼ ὅ τι πλεῖστον ἠχεῖ κατʼ ἀνθρώπους τῷ τότʼ εἶναι κακῷ καὶ κτύπῳ παραβαλεῖν, ὃς ἐξ ἁπάντων εἷς ἠγείρετο συμμιγὴς, τὴν ἀπροσδόκητον καὶ ἄχαριν συναυλίαν πληρῶν, ἐφʼ ᾗ Ῥόδος ἐξωρμήκει· συνενήνεκτό τε εἰς ταυτὸν νεκροὶ, βωμοὶ, στέγαι, κόνις, αἷμα, ἔπιπλα, ὄροφοι, θεμέλια, οἰκέται, δεσπόται, μέλη σωμάτων, εἰκόνες, σφαγαὶ, τάφοι, δεῖπνα. οἱ μὲν τοῖς σώμασι τῶν φιλτάτων σκηνοῦντες ἐλάνθανον αὑτοὺς, οἱ δὲ ἐζήτουν τὰ λοιπὰ ἑαυτῶν οἱ μὲν πόδας, οἱ δὲ χεῖρας, οἱ δʼ ὅ τι ἕκαστος ἐπηρώθη τοῦ σώματος, οἱ δὲ καὶ συνέθαπτον ταῦτα τοῖς οἰκείοις, οἱ δʼ ὑπὸ τῶν ἑκατέρωθεν ἐμπεσόντων συσχεθέντες ἠνείχοντο, οἱ δὲ πρότερον κατωρύχθησαν ἢ ἀπέθανον· πᾶν δὴ κακῶν εἶδος καὶ ἅ τις μηδεπώποτε ἐπενόησε, τότε πρῶτον εἰσεῖδεν. εὔξασθαι δʼ οὐκ εἶχον οἱ λοιποὶ πότερα ὅπως σωθῶσιν ἢ ὅπως ἀποθάνωσι. ποῖοι ταῦτα κήρυκες, ἢ τίνες ποιηταὶ καταθρηνήσουσιν ἀξίᾳ τῇ φωνῇ; τίς ἀρκῶν διηγήσασθαι; ποῖον γὰρ πάθος ὀξύτερον, εἰ δὲ βούλει, μακρότερον, ποίαν πόλιν Ἑλληνίδα ἢ βάρβαρον ἐν τῷ παντὶ χρόνῳ κατέλαβε τοιοῦτον; ὅτε ἀνατραπεῖσα μὲν ἡ πόλις ἔκειτο θᾶττον ἢ ναῦς καταδῦσα πώποτε, ἡμέραι δὲ καὶ νύκτες ἐπιλαμβάνουσαι τοὺς μὲν ὅσον ἐμπνεῖν ζῶντας ἀνέφαινον