ἄνδρες οἱ περιλειπόμενοι Ῥοδίων, τῶν μὲν συμβεβηκότων οὔτε ἐπιλαθέσθαι ῥᾴδιον οὔτε μεμνημένους μετρίως φέρειν. μὴ γὰρ ὅτι ὑμῖν, οἵ ποτε εὔχεσθε Ῥόδον οἰκεῖν, ἀλλὰ καὶ τοῖς ὅλως τελοῦσιν εἰς Ἕλληνας, τίς ἂν μείζων συμφορὰ τῆς παρούσης γένοιτο, τοῦ κόσμου τοῦ κοινοῦ γένους ἀπολωλότος; μάλιστα δʼ ἄν τις στενάξειεν ἐνθυμηθεὶς ὅτι πρόσθεν μὲν τοῦτο μέγιστον εἰπεῖν ἦν περὶ τῆς πόλεως διαλεγόμενον, ὅτι παρὰ μὲν τοῖς ἄλλοις λόγους ἐστὶν ἀκοῦσαι καὶ τροπαίου τι λοιπὸν ἰδεῖν καὶ μνῆμα καὶ κρήνην, καὶ δείκνυσιν ὁ περιάγων ἐν ἀμυδροῖς τοῖς γνωρίσμασιν, οὑτοσὶ μὲν Σεμέλης θάλαμος, οὑτοσὶ δὲ Ἁρμονίας, ἢ Λήδας, ἤ τι τῶν τοιούτων, παρʼ ὑμῖν δὲ μόνοις γενόμενον ἦν ἰδεῖν ἀκριβῶς, οὐκ ἀκοῦσαι τὴν πόλιν ἥτις ἦν. ὥσπερ γὰρ ἀρτίως ἀπειργασμένης ἅπαντα ἐφαίνετο, ὥστʼ εἶναι τὸ πρᾶγμα μὴ θρήνῳ προσεοικὸς, ἀλλʼ ἔκπληξιν καὶ ζῆλον ἅπασιν ἔχον τοῖς ὁρῶσιν. εἰσπλέοντι μὲν εὐθὺς λιμένες τοσοῦτοι καὶ τηλικοῦτοι, προβλῆσι λίθοις εἰς τὸ πέλαγος ἐξανεστηκότες, οἱ μὲν τοὺς ἀπʼ Ἰωνίας, οἱ δὲ τοὺς ἀπὸ Καρίας δεχόμενοι, οἱ δὲ τοὺς ἀπʼ Αἰγύπτου καὶ Κύπρου καὶ Φοινίκης, ὥσπερ ἄλλος ἄλλῃ πόλει πεποιημένος εἰς ὑποδοχήν. ἐπικείμενα δὲ τοῖς λιμέσι τὰ νεώρια ὅσα καὶ οἷα ἦν, ὅτε τῆς θαλάττης ἐκρατεῖτε, καὶ οὐδὲν ἐλάττω παρὰ τὸν χρόνον, οὐδʼ εἰκάζειν ἀναγκάζοντα ὅπου ποτʼ ἦν ἄρα, ἀλλʼ αὐτὰ ὁρώμενα ἐκπλήττοντα. ὧν καὶ τὰς στέγας εἴ τις ἄνωθεν κατεθεάσατο, εἴκασεν ἂν πεδίῳ κρεμαστῷ τινι. τριήρεις δʼ ἐπὶ τούτοις ὑπῆρχεν ἰδεῖν δικρότους καὶ τρικρότους καὶ εἰς ἑπτὰ καὶ εἰς ἐννέα στοίχους, τὰς μὲν πλοΐμους, τὰς δʼ ἀποκειμένας ὥσπερ ἐν ταμιείῳ. ὧν εἴ τις ἐβούλετο πλεῖν ἡντινοῦν καθελκύσας, ἐξῆν. ἑτέρων δʼ ἐμβόλους χαλκοστόμους, τοὺς μὲν περὶ τοὺς λιμένας, τοὺς δὲ ἐν τοῖς ἄνω τόποις τῆς πόλεως μεμερισμένους σὺν πολλοῖς καὶ λαμπροῖς τοῖς λαφύροις, τοὺς μὲν ἀπὸ τοῦ Τυρρηνῶν λῃστικοῦ, τοὺς δʼ ἀπὸ τῶν ἔργων τῶν σὺν Ἀλεξάνδρῳ, τοὺς δʼ εἴ ποθεν αὐτῶν ἕκαστος εἰσῆκτο εἰς τὴν πόλιν. τεμένη δὲ θεῶν καὶ ἱερὰ καὶ ἀγάλματα τοσαῦτα μὲν τὸ πλῆθος, τηλικαῦτα δὲ τὸ μέγεθος, τοιαῦτα δὲ τὸ κάλλος, ὥστʼ ἄξια εἶναι τῶν ἄλλων ἔργων χαριστήρια, καὶ ὡς μὴ εἶναι διακρῖναι τί τις αὐτῶν μᾶλλον θαυμάσειεν· ὧν γε καὶ ἓν τὸ τυχὸν ἱκανὴν ἑτέρᾳ πόλει φιλοτιμίαν εἶχεν. ἐπὶ δὲ τούτοις εἰκόνας μὲν χαλκᾶς πρὸς ἁπάσας τὰς ἐν τῇ λοιπῇ Ἑλλάδι, γραφὰς δὲ τέχνης πάσης ἄλλας ἀλλαχοῦ τῆς πόλεως ἀνακειμένας, καὶ κόσμους τοὺς μὲν μόνους ὄντας ἐνταῦθα, τοὺς δὲ καλλίστους· καὶ τὴν μὲν ἀκρόπολιν πεδίων καὶ ἀλσῶν μεστὴν, τῆς δʼ ἄλλης πόλεως οὐδὲν ἕτερον ἑτέρου ὑπερέχον, ἀλλὰ διαρκῆ καὶ ἴσην τὴν κατασκευὴν οὖσαν, ὡς γένοιτʼ ἂν οὐ πόλεως, ἀλλὰ μιᾶς οἰκίας. ἀγυιὰς δὲ ἐξ ἀρχῆς εἰς τέλος διηνεκεῖς, ἥκιστα ἀξίας καλεῖσθαι στενωπούς· λαμπρὰν δὲ λαμπρῶς ἀποτεταμένην πανταχῆ τὴν πόλιν. τὸ δὲ ἐπὶ πᾶσι καὶ πρὸ πάντων θαῦμα καὶ ὀφθαλμοῖς κόρον οὐκ ἔχον, τὸν τῶν τειχῶν κύκλον καὶ τῶν ἐγκαταμεμιγμένων πύργων τὸ ὕψος καὶ κάλλος, ἀντὶ λαμπτήρων τοῖς προσπλέουσιν ὂν, ὥστʼ εἶναι μόνον τοῖς εἰς Ῥόδον καταίρουσι καὶ προσορῶσι μείζοσιν εὐθὺς τὴν γνώμην γίγνεσθαι. τὸ δὲ πάντων κάλλιστον οὐκ ἀπηρτημένον τὸν κύκλον τοῦτον τῆς ἄλλης πόλεως οὐδὲ κενὸν οὐδὲν ἐν μέσῳ ποιοῦντα, ἀλλὰ προσεχῆ τῇ πόλει, ὥσπερ στέφανον κεφαλῇ περιθέοντα. μόνην δὲ ἦν εἰπεῖν τὴν Ῥόδον καὶ κατʼ οἰκίαν καὶ κοινῇ τετειχίσθαι. ἐώκει γὰρ αὐλῆς ἕρκει τὰ τείχη καὶ τοσοῦτον ἠδύνατο παρὰ τὴν εἴσω πόλιν, ὅσον ὁρίζειν αὐτὴν, ἐπεὶ τῇ γε ἀξίᾳ πάντʼ ἦν ἴσα. ὡς δʼ εἰπεῖν, ἓν ἀπῆν τῶν ἀρχαίων, τὸ ναυμαχεῖν· ἡ δʼ ἄλλη πᾶσα πόλις καθαρὰ καθαρῶς ἐσώζετο· καὶ μόνον εἶπες ἂν αὐτὴν παρακεχωρηκέναι τῆς ἡγεμονίας, νοῦν ἔχουσαν, αὐτὴν δʼ εἶναι τὴν ποτὲ οὐκ ὄνομα ἄλλως, ἀλλʼ αὐτὴν ἥπερ ἦν. νῦν δὲ οἴχεται μὲν κάλλη λιμένων, πέπτωκε δὲ στεφάνων ὁ κάλλιστος, ἱερὰ δὲ ἀγαλμάτων ἔρημα καὶ βωμοὶ θυσιῶν, κενοὶ δὲ δρόμοι καὶ θέατρα ἀνδρῶν· οἱ δὲ νεώσοικοι ποῦ γῆς ἢ θαλάττης ἐγένοντο οὐδʼ ἂν εἷς εἰκάσειε τῶν οὐκ εἰδότων πρόσθεν· ὁ δʼ εἰκόνων ἀμφοτέρων ἀμύθητος ἀριθμὸς ὁμοῦ ταῖς πέτραις καὶ τοῖς λειψάνοις τῶν διαφθαρέντων σωμάτων ἀναπέφυρται καὶ διέσπαρται· οἴχεται δʼ ἐλέφας καὶ χρυσὸς τῆς τέχνης δεύτερος· οἱ δʼ ἀνέχοντες τὰ λάφυρα ἑκασταχοῦ τοῖχοι τῷ κόσμῳ συναπολώλασιν· ὅσα δʼ ἦν ξίφη καὶ δόρατα τῶν λαφύρων, ταῦτα ἀπὸ μὲν τῶν πολεμίων δεῦρο ἐκομίσθη, ἐν δὲ τοῖς κακοῖς ἐνταῦθα προσλελύμανται τοὺς παραπίπτοντας, ὡς ἂν μάλιστα λάβοι συμφορᾶς περιουσίαν. ἡ πόλις δὲ ἐν σκοπέλου μοίρᾳ λέλειπται, παρὰ τοσοῦτον οὐκ ἰσόπεδος, ὅσον οἱ τὴν μνήμην τοῦ πάθους ἀνακινοῦντες ἀνίσχουσι λίθοι. τοσοῦτον δʼ ὑπερβέβληκεν ἡ ταύτης συμφορὰ πάνθʼ ὅσα Ἑλληνικὰ ἀκοῇ παρειλήφαμεν, ὥσθʼ ὧν μὲν ἀρτίως ἐμεμνήμην, αὐτά γε δή που ταῦτα, βασίλεια δυναστῶν καὶ θάλαμοί τινες δείκνυνται, καί τινα καὶ τῶν πόλεων ἔτι λείπεται μέρη, καὶ φαίης ἂν ἐλάττους ἐκ μειζόνων αὐτὰς γεγονέναι· ἐνταυθοῖ δὲ οὐδʼ ὅσον τὸν περιάξοντα ἐνοικῆσαι λείπεται. κἀκεῖ μὲν ἂν μνῆμα καὶ τρόπαιον ἴδοις, ἐνταυθοῖ δὲ οὐδὲ τάφος μεμένηκεν ἀθῶος τῆς ἐπηρείας, ἀλλὰ καὶ ἔξω καὶ ἔνδον ὁμοίως πέπραγεν ἡ πόλις, καὶ γέγονεν ἀντὶ μνήματος αὐτὴ τοῖς πολίταις. ἀντὶ δὲ τοῦ προσπλέοντας καὶ πελαγίους καθορᾶν τὴν πόλιν ἐπιβάντας δεῖ ζητεῖν τί ἕκαστον ἦν, ὄρος ἄωρον βλέποντας ἀντὶ πόλεως· τοσοῦτον τὸ παραλλάττον αὐτῇ παρʼ αὑτὴν καὶ τὰ τῶν ἄλλων ἀτυχήματα συμβέβηκεν. ὥστε συγγνώμη πᾶν καὶ λέγουσι καὶ ποιοῦσιν ὑμῖν. ἀλλὰ καὶ τούτων οὕτως ἐχόντων φέρειν χρὴ, τὸν παλαιὸν λόγον· ὀρθῶς ἔχειν νομίσαντας, ὅτι τὰ μὲν γεγονότα οὐκέτʼ ἂν ἄλλως ἔχοι, οὐδʼ εἰ πάντα μὲν αἰτιώμενοι καὶ κακίζοντες τὴν τύχην λέγοιτε, πάντα δὲ ὑμᾶς αὐτοὺς τρόπον ἀθυμίᾳ διαφθείροιτε· τὸ δὲ ταῦτα εἰς ὅσον ἐστὶ καλῶς ἐνεγκεῖν κέρδος οὐ μικρὸν ὡς ἐν τοιούτοις. ἐστὲ δὲ οὐκ ἀτυχημάτων ἐνδεεῖς, ὥστε προστιθέναι τούτοις, ἀλλʼ ἀφαιροῦντες μᾶλλον τῶν συμβεβηκότων καὶ τῆς ἐγχωρούσης ἀεὶ ποριζόμενοι ῥᾳστώνης ἀφορμὰς εὖ φρονοῖτʼ ἂν καὶ ποιοῖτε ἃ δεῖ. εἰδέναι τε χρὴ Ῥοδίους ὄντας ἔτι ὁπόσοι ποτὲ καὶ λέλειφθε, καὶ τοῦτο τὸ σεμνὸν καὶ τίμιον εἰς Ἕλληνας καὶ βαρβάρους ὄνομα προσαφῃρημένην ὑμᾶς τὴν τύχην, οὗ δεῖ φρονοῦντας ἄξια φαίνεσθαι. καιρὸς δὲ νῦν εἴπερ ποτὲ, ὦ ἄνδρες Ῥόδιοι, σῶσαι μὲν ὑμᾶς αὐτοὺς ἐκ τῶν περιεστηκότων, βοηθῆσαι δὲ τῷ γένει τῆς νήσου, στῆναι δὲ πρὸς τὴν τύχην λαμπρῶς, ἐνθυμηθέντας ὑμῶν τὸν τοῦ πολίτου κυβερνήτου λόγον, ὃς ἔφη χειμαζομένης αὐτῷ τῆς νεὼς καὶ καταδύσεσθαι προσδοκῶν τοῦτο δὴ τὸ θρυλούμενον, ἀλλʼ ὦ Ποτειδὰν, ἴσθι ὅτι ὀρθὰν τὰν ναῦν καταδύσω· ὡς οὐδὲν ἂν πράξας ἀγεννὲς οὐδὲ ταπεινὸν οὐδὲν τοῖς παροῦσιν, ἀλλὰ πάντα ἂν τὰ αὑτοῦ πληρώσας πρότερον ἢ κακῶς ἀπολούμενος· ὡς τοῦ μὲν ἀπολέσθαι καὶ καταδῦναι τὴν ναῦν τὴν τύχην κυρίαν οὖσαν ἀεὶ, τοῦ δὲ ἃ χρὴ πρᾶξαι πρὸ τούτου οὐκέτʼ ἐν ἄλλῳ τὴν ἀπαίτησιν, ἀλλʼ αὐτὸν αὑτῷ τινα τοῦτο ὀφείλοντα, καὶ οὗ μόνου κύριός ἐστιν, οὐχὶ δέον προλιπεῖν ἔτι ζῶντα. ὑμεῖς τοίνυν μὴ πεπτωκυῖαν τὴν πόλιν ἔτι μᾶλλον ἐπικαταβάλητε, ταπεινότητα τῷ καιρῷ προσθέντες, ἀλλʼ ἐπειδήπερ προκατέδυ πληγεῖσα, ὑμεῖς οἱ λοιποὶ μένετε ἐν ὑμῶν αὐτῶν. καὶ γὰρ αἰσχρὸν καὶ οἴκοθεν ἔστʼ ἔχον τὸ ἔγκλημα, ἑνὸς ἀνδρὸς ἀγεννεστέραν φανῆναι τὴν πόλιν ὑμᾶς τουτουσὶ καὶ μὴ δεῖξαι τοῦθʼ ὅτι καὶ δυστυχοῦντες ἴστε ὑμᾶς αὐτούς. οὕτω καὶ παρʼ ἀξίαν ταῦτα πεπονθέναι δόξετε. καλὸν γὰρ οἶμαι κἀν τοῖς ὅπλοις νικᾶν, καὶ ναυμαχοῦντας τρόπαια ἱστάναι ἔχει φιλοτιμίαν καὶ τῆς ἐπὶ τοῖς τοιούτοις σπουδῆς οὐκ ἄξιον τοὺς ἀγαθοὺς ἄνδρας ἐξίστασθαι, ὧν καὶ οἱ ὑμέτεροί ποτε ὄντες πρόγονοι μεγάλην εἰκότως καὶ θαυμαστὴν δικαίως δόξαν ἐκτήσαντο. ἐπεὶ δὲ πᾶσαί τε ὑποθέσεις τῶν τοιούτων ἀγώνων ἐξήκουσι καὶ τὰ τῶν νῦν καιρῶν ἕτερον ἀγῶνα ἀπαιτεῖ παρʼ ὑμῶν, τοῦτον ὑποστῆναι δεῖ. καὶ πολὺ τοῦθʼ ὑμῖν ἐνδοξότερον καὶ κάλλιον ἐκείνων τῶν ἀγώνων, ἀντιτάξασθαι τῇ τύχῃ καὶ ταύτης στῆσαι τρόπαιον, εἰ καὶ σφόδρα ὑμῖν ἐνήλατο τὴν πρώτην. τῆς μὲν γὰρ ἐκεῖ νίκης οὐδεὶς τηλικοῦτός ἐστιν ὅστις ἐστὶ κύριος διὰ τέλους, ἀλλʼ ὁ δαίμων τὸ πλεῖστον ἔχει μέρος, τῆς δὲ ἐνταῦθα ἡ γνώμη κυρία. ταύτην οὖν δείξατε ἔχοντες οἵαν χρὴ καὶ μὴ πάντʼ ἐλάττους τῆς τύχης γένησθε, ἀλλʼ ἀγωνίσασθε πρὸς αὐτὴν νῦν, ἐπειδήπερ ἔμπροσθεν οὐκ ἐξῆν. εἰ μὲν γὰρ ἔχομεν ἀξίως ἀποδύρασθαι, κἂν ἁπάσας τὰς ὑπολοίπους τοῦ βίου νύκτας καὶ ἡμέρας συνάψωμεν, τοῦτο ποιῶμεν. ἄξιον γὰρ Ἑλλάδι ἀνακαλέσαι γε οὐκ εἰς τρὶς μόνον, ἀλλὰ καὶ μυριάκις Ῥόδον οὕτω πεπραγυῖαν. νῦν δὲ τίς οὕτως ἢ λόγος ἐστὶν ἰσχυρὸς ἢ σοφιστὴς ἄκρος ἢ διαρκὴς ὅστις ἂν ἀξίως καταθρηνήσειε τὰ παρόντα, μὴ πολλοστὸν μέρος ὧν οἴεται λέγειν παραλιπὼν, ἀλλʼ ἑξῆς ἅπαντα; τοῦτο γάρ ἐστι καὶ τὸ πάντων ἀτοπώτατον, ὅτι ὀδυρόμενοι τὰ συμβεβηκότα καὶ διεξιόντες ὡς ἀνυπέρβλητα τὰ πλεῖστα αὐτῶν παραλείπομεν καὶ οἰόμεθα λέγειν οὐ λέγοντες. τίς γὰρ ἂν ἢ τὰς συμφορὰς εἴποι πρὸς ἀξίαν τὰς καινὰς ταύτας καὶ ἀτόπους καὶ πέρα πάσης κακῶν φορᾶς γεγονυίας, ἢ τὴν ἀκμὴν αὐτὴν τοῦ περιστάντος ὑμᾶς πράγματος; τίς δʼ ἂν ἔτι σωφρονοίη τῆς σχετλίας ἐκείνης μεσημβρίας μνησθεὶς, ἐν ᾗ τὸ κακὸν πρῶτον ἤρχετο καὶ κατῄει, ἡνίκα εἱστήκει μὲν ἡ θάλαττα καραδοκοῦσα τὸ μέλλον, ὥσπερ ἄλλον τινὰ χειμῶνα μέγαν καὶ ἀνήκεστον προσδεχομένη, σιγὴν δʼ εἶχεν ἅπας ὁ ἀὴρ, ὥσπερ προσδοκῶν τὸ ἐσόμενον, καὶ ὄρνιθες καὶ πάντα ἡσύχαζον ἐπὶ