ἔχων εἰπεῖν τοσοῦτον ὅσον βούλεται. ὥστʼ οὐδʼ ὅστις ἂν μόνον εἶπε τὴν αὐθάδειαν ὑποκοριζόμενος ἀνδρείαν, δόξειεν ἂν τοιοῦτος εἶναι, ἀλλὰ πᾶν τοὐναντίον φόβῳ τῷ περὶ τῶν ὑπαρχόντων. ὥσπερ γὰρ ἐν τοῖς γυμνικοῖς ἀγῶσι τὸ τὴν νόμιμον καὶ γιγνομένην μάχην ἀφέντας τὸν ἔξωθεν τρόπον κακουργεῖν οὐ πάνυ θαρρούντων ἐστὶν ἑαυτοῖς, οὐδʼ ἡγουμένων οἷόν τε εἶναι νικᾶν ἐκ περιουσίας, οὕτω κἀν τοῖς πράγμασιν ἡ παρὰ καιρὸν ἔρις καὶ τὸ τοῦ προσήκοντος ἔξω σχήματος ἡττωμένων τοῖς ὅλοις εἶναι δοκεῖ. ὥστε οὐ φθόνου μᾶλλον, ἀλλὰ καὶ φόβου καὶ ὕβρεως καὶ ἀνοίας καὶ συλλήβδην εἰπεῖν ἁπάσης κακίας ἐστὶν ἡ στάσις αἰτία, καὶ τῇ προσηγορίᾳ ἁπάντων ἐναντιώτατα ἔχει, ἣν ὑμεῖς περὶ πρωτείων αὐτοῖς τέθεισθε. χωρὶς δὲ τούτων τὸ μὲν πρὸς τοὺς ἀλλοφύλους ἐθελέχθρως καὶ φιλονείκως ἔχειν τάχʼ ἄν τις εἴη συγγνώμη, τὸ δὲ πρὸς αὑτοὺς οὕτως ἀπίστως καὶ στασιαστικῶς διακεῖσθαι οὔτε γνώμης ἀγαθῆς οὔτε τύχης οὐδʼ ἂν εἷς φήσειεν εἶναι. ἔχοιτε δʼ ἂν ἐξετάσαι παραδείγμασι τοῖς ἤδη συμβεβηκόσι χρώμενοι. καὶ γὰρ εἰ μὴ ὅμοια τὰ πράγματα μηδʼ οἱ καιροὶ παραπλήσιοι, τό γε εὖ φρονεῖν ἀεί πως ταυτόν ἐστιν. ἀνενέγκατε τοίνυν ἐπὶ τὴν ἀρχαίαν Ἑλλάδα, ἐπειδὴ καὶ ἀποίκοις τῶν Ἑλλήνων τῶν ἐκεῖ συμβέβηκε σχεδὸν ἅπασιν ὑμῖν εἶναι —λέξω δὲ οὐδὲν καινὸν, ἀλλʼ ἃ πάντες ἐπίστασθε— τοὺς Λακεδαιμονίους καὶ τοὺς Ἀθηναίους. ἐκεῖνοι γὰρ μέχρι μὲν ταυτὰ ἐφρόνουν καὶ μίαν γνώμην εἶχον περὶ τῶν πραγμάτων, ζηλωτοὶ μὲν αὐτοὶ πᾶσι τοῖς Ἕλλησιν ἦσαν, πολλῶν δὲ καὶ μεγάλων ἀγαθῶν ἀλλήλοις τε καὶ τῶν ἄλλων τοῖς δεηθεῖσιν ἑαυτῶν αἴτιοι· καὶ συστάντων ἐπὶ τοὺς Ἕλληνας ἁπάντων ὡς εἰπεῖν ἀνθρώπων, ὥστε τὴν μὲν θάλατταν ἐμπλησθῆναι τριήρων, τὴν δὲ γῆν πεζῶν, εἶναι δὲ τὴν προσδοκίαν τῶν κακῶν ἐν κέρδους μέρει τῷ μὴ αὐτά γέ πω παρεῖναι, οὐκ ἠπόρησαν ὅ τι χρήσονται, ἀλλὰ ἀκούοντες μὲν γῆν καὶ θάλατταν μεταβάλλοντα εἰς ἄλληλα, ἀκούοντες δὲ ἥλιον κρυπτόμενον τοῖς τοξεύμασι, καὶ ποταμοὺς ἐπιλείποντας πίνουσι τοῖς ἐπιοῦσι, καὶ ἔθνη καὶ πόλεις ὅλας ἀναλισκομένας εἰς δείπνου λόγον τῷ βασιλεῖ· πρὸς δὲ τούτοις τοῦ θεοῦ τοὺς θεωροὺς τοὺς εἰς Δελφοὺς ἀφικομένους ἐξελαύνοντος μετʼ ἀπειλῶν δεινῶν καὶ φόβων οὐκ ἐξεπλάγησαν, οὐδʼ ἡττήθησαν τῶν ἐπιόντων πραγμάτων, ἀλλὰ καὶ μέρους τῆς Ἑλλάδος οὐκ ὀλίγου νοσήσαντος, καὶ τῶν μὲν εὐπρεπῶς ἐκποδὼν στάντων, εἰ δὴ τοῦτό γε εὐπρεπῶς δεῖ καλεῖν, τῶν δὲ ἐκ τοῦ φανεροῦ μηδισάντων, ἔδειξαν ὅσου τινὸς ἄξιον εἴη πρᾶγμα αἱ πρῶται πόλεις ταυτὸν φρονήσασαι. ἰσχύοντες γὰρ οἱ μὲν ταῖς ναυσὶν, οἱ δὲ τῷ πεζῷ, πρῶτον μὲν τὴν ἀπʼ ἀμφοῖν ὠφέλειαν κοινὴν ἑαυτοῖς τε καὶ τοῖς ἄλλοις Ἕλλησι παρέσχοντο, ἔπειθʼ ὃ πολλῷ μειζόνως ἄν τις ἀγασθείη, οὐ γὰρ διείλοντο τὴν ἡγεμονίαν, ἀλλʼ ὥσπερ ἂν εἰ πόλις μία ἄμφω ταῦτα παρείχετο, τὴν μὲν προθυμίαν κοινὴν, τὴν δὲ ἡγεμονίαν μίαν ἠξίωσαν ποιήσασθαι. καὶ οὐδέν γε ἔλαττον ἐνέγκασθαι συνέβη τοῖς παραχωρήσασιν αὐτῆς ἢ τοῖς ἀξιωθεῖσιν, οὐδʼ ἀτιμοτέρου γενέσθαι λόγου οὔτε ἐν τῷ παραχρῆμα τοῖς Ἕλλησιν οὔτʼ ἐν τῷ μετὰ ταῦτα χρόνῳ τοῖς πᾶσιν ἀνθρώποις. ἀλλʼ ἔδοξαν οἵ γε Ἀθηναῖοι δύο ἡγεμονίας τότε τοῖς Ἕλλησιν ἡγήσασθαι, τὴν μὲν τῆς παρασκευῆς τῆς ἐπὶ τοὺς πολεμίους, τὴν δὲ τῆς ἐπιεικείας τῆς πρὸς ἀλλήλους, οἵτινες τῶν συμπασῶν τριήρων τὼ δύο μέρη μόνοι πληροῦντες Λακεδαιμονίοις οὐδʼ εἰς δέκατον τελοῦσιν ἑαυτῶν παρεῖσαν ἡγεῖσθαι, νομίζοντες εἰ μὴ πρότερον τὴν ὁμόνοιαν τὴν πρὸς ἀλλήλους παράσχοιντο, οὐδʼ ἂν δὶς τοσαύτας γενομένας τὰς ναῦς οὐδὲν ὠφελῆσαι τὰ πράγματα. οὕτω δὲ ὁμιλήσαντες ἀλλήλοις καὶ πάντα κοινωσάμενοι καὶ τοὺς αὐτοὺς ὅρους θέμενοι τοῦ συμφέροντος, ἐξείλοντο μὲν αὐτὰς τὰς Ἀθήνας ἐχομένας ἤδη καὶ οἰκουμένας ὑπὸ Περσῶν, ἐρρύσαντο δὲ τὴν Ἑλλάδα ὑποβρύχιον φερομένην καὶ μικροῦ δέουσαν ἤδη πᾶσαν οἴχεσθαι, γῆν δὲ καὶ θάλατταν ἐκόσμησαν πεζομαχίαις καὶ ναυμαχίαις, ὅσον εὔχοντο νικῶντες. τὸν δʼ ἐξισοῦντα τῇ τοῦ Διὸς ἀρχῇ τὴν ἑαυτοῦ πρὸς τοσοῦτον δέους καὶ ταπεινότητος κατέστησαν ὥστʼ ἀναπηδήσας ἐκ τοῦ θρόνου φεύγων ᾤχετο γῆν πρὸ γῆς, ἑτέραν δὲ φυγὴν ἔφευγον αἱ νῆες πρὸς τὴν Ἀσίαν ἄνω. τροπαίων δὲ τρόπαια ἐξήπτετο καὶ βωμοὶ Διὸς ἐλευθερίου καὶ τρίποδες κοινοὶ τῶν Ἑλλήνων ἐν Δελφοῖς καὶ ἀναθήματα καὶ δεκάται καὶ κόσμοι τῶν πόλεων καὶ πᾶσα ἐπίδοσις καὶ τοιαῦτα ἐπεχωρίασε πράγματα. καὶ οἱ μέν γε τὴν ἡγεμονίαν τῶν Ἑλλήνων μετελάμβανον, ἀνθʼ ὧν τότε εἶξαν ἐν καιρῷ, παρʼ ἑκόντων αὐτῶν τῶν Ἑλλήνων εὑρόμενοι τὸν αὐτὸν τρόπον ὅνπερ αὐτοὶ τόθʼ ἑκόντες παρεῖσαν, οἱ δʼ αὖ τὰς ὁμοίας ἀπεδίδοσαν οἱ Λακεδαιμόνιοι, καὶ οὔτε ἐκώλυσαν οὔτε ἠμφεσβήτησαν, ἀλλʼ ἡγησάμενοι βελτίους ἑαυτῶν εἰς τὰς ναυτικὰς καὶ τὰς ὑπερορίους ἀποδημίας, τοὺς παρʼ αὐτῶν ἄρχοντας καταλύσαντες ἐκείνοις ἐπέτρεψαν ἡγεῖσθαι. ἐκ δὲ τούτου Σηστὸς, Ἰωνία, Κύπρος, Εὐρυμέδων, ἀμφότερα κοσμούμενος κατάλογος νικῶν ναυτικῶν τε καὶ πεζῶν ἐφαμίλλων πάνθʼ ὡς ἔπος εἰπεῖν τὰ κάλλιστα συνείρετο, ἀντανεχώρουν δὲ οἱ βάρβαροι, δεσπότας τοὺς Ἕλληνας ἑαυτῶν ἀντὶ τοῦ βασιλέως νομίζοντες. ταῦτα μὲν δὴ τὰ τῆς ὁμονοίας αὐτῶν, κοινὰ μὲν ἀμφοῖν, κοινὰ δʼ ἅπασιν ὧν ἡγοῦντο ἀγαθά. ἐπεὶ δʼ ἐστασίασαν περὶ τῆς ἡγεμονίας καὶ τὴν ἐπιείκειαν νομίσαντες ἀνανδρείαν, τὴν αὐθάδειαν ὡς ἀρετὴν ἐτίμησαν, δημαγωγοὶ δὲ καὶ προστάται παρʼ ἀμφοτέροις ἀντὶ τοῦ προϊδόντες τὸ μέλλον διακωλύειν καὶ παραμυθεῖσθαι τὰ πλήθη παρώξυνον καὶ συνέκρουον τὰς πόλεις, τῆς καθʼ ἡμέραν ἡδονῆς ἅπαντα τὸν ὕστερον χρόνον πωλοῦντες· ἀνεῖπε μὲν ὁ κήρυξ ὁ Σπαρτιάτης, ὥσπερ ἐκ θεῶν του καταπεμφθεὶς, ὅτι ἐκείνη ἡ ἡμέρα μεγάλων τοῖς Ἕλλησι κακῶν ἄρξει· ταῦτα δʼ οὐκ εἰς μακρὰν ἐτελεῖτο. οἱ μὲν γὰρ ἀήττητοι καὶ ἀπόρθητοι δοκοῦντες εἶναι ζῶντες ἤγοντο αὐτοῖς ὅπλοις, καὶ περὶ σπονδῶν ἐδέοντο, ἐξὸν αὐτοὺς ἐξ ἀρχῆς εἰρήνην ἄγειν πεῖσαι· οἱ δὲ τοσοῦτον ἐκείνων ὑπερσχόντες ἐν τῷ πολέμῳ τούτῳ καὶ τοῖς Ἕλλησι πρότερον τῆς ἐλευθερίας αἴτιοι καταστάντες δευτέρου πολέμου συστάντος πάλιν ἑξῆς τοῦ Δεκελεικοῦ, καὶ πρὸς ἁπάσας πείρας προελθόντες, ἃ μηδʼ εἰπεῖν ἔστʼ ἀδακρυτὶ, ταῦθʼ ἑωρῶντο πάσχοντες, ἕως τά τε τείχη ταῖς ἑαυτῶν χερσὶ κατέσκαψαν καὶ τῆς ἡγεμονίας ἁπάσης ἀπέστησαν. φυγὰς δὲ καὶ σφαγὰς κοινὰς τῶν Ἑλλήνων καὶ πανωλεθρίᾳ πράγματα ἀπολλύμενα οὐδʼ ἂν εἷς λέγων ἐφίκοιτο. εἶχον δὲ τὴν ἀρχὴν ἑκατέραν ἤδη Λακεδαιμόνιοι, καὶ χρόνου βραχέος διελθόντος ἐξέπιπτον μὲν ἐκ τῆς θαλάττης, κατεπατοῦντο δὲ ἐν τῇ γῇ, καὶ παρέρχεται τρίτη πόλις ἀμφοτέρους, ἡ Θηβαίων. καί τινα ἤνθησε χρόνον ἐν τοῖς Ἕλλησιν ὑπερφυῶς· ἀλλὰ γὰρ οὐδʼ αὐτὴ ἄρα ἐν καλῷ τῆς ὁμονοίας καὶ τοῦ σωφρονεῖν ᾠκεῖτο, ἀλλʼ ἅμα τε ἀνῄει καὶ ἀνταφῄρει πάλιν. ὡς δʼ ἐγένοντο τρεῖς αἱ πόλεις καὶ τῶν Ἑλλήνων οἱ μὲν ἠττίκιζον, οἱ δʼ ἐλακώνιζον, οἱ δὲ Θηβαίους ἐθαύμαζον, κοινὸν δὲ οὐδὲν ἦν οὐδὲ γνώμῃ καὶ λογισμοῖς διοικούμενον, εὐθὺς μὲν πόλεμοι Φωκικοὶ καὶ περὶ τὴν Πυλαίαν ταραχαὶ καὶ πράγματα αἰσχύνην ἔχοντα ἀλλήλοις ἐπέβαλλεν, ἡ δὲ τελευταία μοῖρα τῶν Ἑλλήνων ἤδη Φίλιππος ἡγεμὼν καὶ Ἀντίπατρος κύριος. τὸν γὰρ Ἀλέξανδρον ὑπερβήσομαι. πάντα δὲ ἐκεῖνα ὥσπερ ὕδωρ κατὰ γῆς ἔδυ, μικρὸν δὲ λείψανον τῆς Ἑλλάδος εἰς ὑμᾶς ἀγαπητῶς ἀφίκετο ἀρετῇ τῶν νῦν ἀρχόντων ἀναληφθέν. ἆρα μικρόν τι καὶ λῆρον τὸ διάφορον τῆς στάσεως ὑμῖν παρὰ τὴν ὁμόνοιαν φαίνεται; εἰ δʼ αὖ βούλεσθε τοὺς Ἀθηναίους ἐφʼ αὑτῶν θεωρῆσαι, οἳ τῶν μὲν βαρβάρων ἐπιόντων ἐξ ἴσου πολιτευθέντες τοσοῦτον ἁπάντων διήνεγκαν, ἐν δὲ τῷ πρὸς Πελοποννησίους πολέμῳ πάντα τἄλλα ἐνεγκόντες, συμφορὰς ἐν Σικελίᾳ, συμμάχων ἀποστάσεις, Κῦρον, βασιλέα, πάντας ἀνθρώπους ἀνταγωνιστὰς, ὑφʼ ἑνὸς τούτου μόνον ἐξηλέγχθησαν τοῦ διαστῆναι καὶ οὐ πρότερον τῶν πολεμίων ἡττήθησαν πρὶν ἑαυτῶν οὐκ ἐβουλήθησαν. ἐλθόντες δʼ εἰς τοῦτο τύχης ὥστε ὅ γε δῆμος φεύγων ᾤχετο, ἐπειδὴ κατελθόντες ἐψηφίσαντο μὴ μνησικακεῖν, ἄριστά τε ἤκουσαν καὶ πάλιν ἦσαν μικροῦ δεῖν ὥσπερ ἐξ ἀρχῆς. οὕτω καὶ ἔθνει κοινῇ καὶ πόλεσι ταῖς προεστώσαις καὶ καθʼ ἑαυτὴν ἑκάστῃ πόλει μεγάλων ἀγαθῶν ἡ πρὸς ἀλλήλους φιλία καὶ ὁμόνοια, καὶ τοὐναντίον ἡ στάσις κακῶν τῶν ἐσχάτων αἰτία πέφυκε γίγνεσθαι. οὐ γὰρ ἔστι γνώμῃ δυσκόλῳ χρωμένους εὐκόλων πειρᾶσθαι τῶν πραγμάτων. εἰ δʼ ὅτι μηδεὶς νῦν πόλεμος πάρεστι, φλυαρίαν τις ἡγεῖται ταῦτα, αὐτὸς ἀγνοεῖ ληρῶν. ἔχει γὰρ οὕτως, οἶμαι· ὁπόταν μὲν πόλεμος παρῇ, τοῖς τοῦ πολέμου πράγμασιν ἡ στάσις λυμαίνεται, εἰρήνης δʼ ὑπαρχούσης τοῖς τῆς εἰρήνης ἀγαθοῖς ἐχθρόν ἐστι. βλάπτειν μὲν γὰρ ἀεὶ πέφυκεν, ἡ δὲ βλάβη πρὸς τοὺς καιροὺς ἀπαντᾷ. πάντων δʼ ἀτοπώτατον τοῖς μὲν ἡγεμόσι χάριν μεγίστην ἔχειν, ὅτι τῶν τοῦ πολέμου κακῶν ἀπαθεῖς ὑμᾶς φυλάττουσιν, αὐτοὺς δὲ ὃ πολλῷ μεῖζον κακόν ἐστι τοῦ πολέμου, τοῦθʼ ἑκόντας αἱρεῖσθαι. τοσούτῳ γὰρ στάσις πολέμου χαλεπώτερον, ὅσῳ πόλεμος μὲν ἐξ ὁμονοίας κατορθοῦται, εἰρήνη δὲ στάσει διαφθείρεται, καὶ πολέμου μὲν πολλάκις οὐδέν ἐστʼ ἀπολαῦσαι δυσχερὲς, εἰρήνης δὲ οὐδὲν χρηστὸν, ἐὰν στάσει χρῆται. καὶ μὴν στάσις μὲν εἰρήνην λύει, πόλεμος δὲ στάσιν ἔστιν ᾗ· τοσούτῳ πόλεμος στάσεως αἱρετώτερος· ἀρχὴν δὲ οὗ μὲν ἔνι στάσις, ἐνταῦθα καὶ πόλεμος καὶ πρὸς αὐτοὺς, οὗ δʼ ἔννομος πόλεμος, ἁπλοῦς ἅμα καὶ ῥᾴων ὁ κίνδυνος. καὶ μὴν περὶ πολέμου μὲν ἀμφοτέροις τοῖς λόγοις ἔξεστι χρήσασθαι, καὶ ὡς δεῖ ποιεῖσθαι καὶ ὡς μὴ, στάσιν δὲ οὐδεὶς πώποτε τετόλμηκεν εἰπεῖν ὡς βέλτιον εἰ συμβαίη, οὐδέ γε ὡς, εἰ συμβαίη, βέλτιον μένειν. ἀλλʼ ὑπὲρ μὲν πολέμων λέγουσιν ὡς οὐ χρὴ καταλύεσθαι, ὑπὲρ στάσεως δʼ οὐδεὶς πώποτε ἐκ τοῦ εὐθέος εἶπε τὸ μὴ δεῖν ὡς τάχιστα παύεσθαι· εἰκότως. πόλεμοι μὲν γὰρ ἤδη καὶ σωφροσύνης καὶ ἀνδρείας δόξαν ἤνεγκαν τοῖς ὑποστᾶσι καὶ μείζους ἐξ ἐλαττόνων ἐποίησαν καὶ τήν γʼ εἰς τὸν ὕστερον χρόνον ῥᾳστώνην παρεσκεύασαν. τὸ γὰρ τοῖς ὅπλοις κρατεῖν τῶν ἐχθρῶν ἥκιστα εὐκαταφρονήτους, οἶμαι, ποιεῖ, τοῦτο δὲ οὐ μικρὰ μερὶς εἰς τὸ τὴν