Χαρίτων χοροὶ διʼ αἰῶνος τὴν πόλιν ἐμβατεύοντες, διʼ οὓς οὐχ ἡδίους μόνον, ἀλλὰ καὶ βελτίους πέφυκεν ἀπαλλάττειν τοὺς εἰσαφικνουμένους. ὥστε πῶς εἰκὸς, εἰ καὶ τὰ ἄλλα βελτίους γιγνόμεθα, περὶ ταύτην χείρους, ἀλλὰ μὴ βελτίους τοῖς δρωμένοις εἶναι, καὶ τὰς μὲν περὶ τοὺς λόγους ἐπιδόσεις τε καὶ διατριβὰς ἐν ἐκείνῃ μάλιστά πως ἅπασι γίγνεσθαι, ὅσα δʼ εἰς εὐφημίαν καὶ τὴν ἀπὸ τῶν λόγων χάριν ἔρχεται, μὴ ἐν πρώταις πόλεων ἐκείνῃ νέμειν; φέρε δὴ καὶ τῆς τρίτης ὡσπερεὶ σπονδῆς μνημονεύσωμεν· λέγω δὲ ἀριθμῷ τρίτην, οὐ τάξει τὰ νῦν· μὴ γάρ μοι ῥῆμα θηρεύων μηδεὶς εἰς τοὐναντίον ἀνθελκέτω τὸν λόγον. μέγιστον μὲν οὖν αὐτὸ τοῦτʼ ἤδη περὶ αὐτῆς ἔξεστιν εἰπεῖν, τὸ δυοῖν μὲν οὐσῶν τούτων πόλεων, τοσούτων δʼ αὖ καὶ τῶν περὶ αὐτῶν εἰρημένων ὄντων, λείπεσθαί τι καὶ περὶ ταύτης ἅμα τʼ ἀλλοῖον εἰπεῖν καὶ οὐ χεῖρον εἰρῆσθαι. οἶμαι δὲ καὶ πάντας ὅσοι στηλῶν Ἡρακλέους ἐντὸς καὶ ποταμοῦ Φάσιδος, οἰκειουμένους τὴν Ἔφεσον ὀρθῶς ἂν διανοεῖσθαι, τοῦτο μὲν τῇ τῶν λιμένων κοινότητι, τοῦτο δὲ ταῖς ἄλλαις ἁπάσαις ὑποδοχαῖς. πάντες γὰρ ὡς εἰς πατρίδα αὑτῶν κομίζονται καὶ οὐδεὶς οὕτως ἀγνώμων οὐδʼ οὕτως σφόδρα ὁμόσε τοῖς φανεροῖς ἰὼν, ὅστις οὐκ ἂν συγχωρήσειε ταμιεῖόν τε κοινὸν τῆς Ἀσίας εἶναι τὴν πόλιν καὶ τῆς χρείας καταφυγήν· οὐδέ γε οὕτω φιλαίτιος οὐδεὶς ὅστις ἂν μέμψαιτο ἐκείνης τῆς πόλεως τοὺς ὅρους. πολλὴ μὲν γὰρ εἰς μεσόγειαν ἀεὶ βαδίζοντι, πολλὴ δʼ ἐπʼ αὐτῆς τῆς θαλάττης, πανταχοῦ δὲ ἱκανὴ παρασχεῖν ἅπαντα ὅσων δεῖ πόλει, διαίταις τε ἁπάσαις ἀρκέσαι, ὅσας ἄνθρωποι διαιτᾶσθαι δύνανται καὶ προαιροῦνται. καίτοι πῶς εἰκὸς τὴν μὲν χρείαν κοινὴν ἅπασι τὴν παρʼ αὐτῆς εἶναι, τὴν δʼ εὔνοιαν μὴ κοινὴν αὐτῇ παρὰ πάντων ὑπάρχειν, καὶ τὸ μὲν εὐθενεῖν τὴν πόλιν πᾶσιν ὁμοίως διαφέρειν, μὴ συνεύχεσθαι δʼ ἅπαντας ὁμοίως τὴν πόλιν εὐθενεῖν; καὶ κατὰ μὲν τοὺς χρόνους τοὺς Περσικοὺς τοσαύτην αἰδῶ παρὰ τῶν βαρβάρων ὑπάρχειν τῇ Ἀρτέμιδι, ἡνίκα δʼ αὐτός τε ὁ νεὼς μείζων ἢ πρόσθεν ἕστηκεν, ἀρχή τε ἡ μεγίστη πασῶν καὶ ἅμα σεμνοτάτη καθέστηκε, μὴ καὶ ἓν τοῦτο ἐξαρκεῖν ὑπολαμβάνειν εἰς φιλίαν τῇ πόλει, τὴν τῆς θεοῦ τιμὴν, ἣν αὐτή τε τιμήσασα ἔχει τὴν πόλιν καὶ παρʼ ἀνθρώπων αὐτὴν εἰκός ἐστι φέρεσθαι; καὶ μὴν αἱ μὲν δύο τῶν πόλεων μιᾶς καὶ τῆς αὐτῆς ἄποικοι τῆς Ἀθηναίων πόλεως, ἣν οὐδʼ ἂν εἷς αἰσχυνθείη δή που πρόσχημα παντὸς τοῦ Ἑλληνικοῦ προσειπεῖν· ἤδη δὲ ἔχει τι καὶ αὕτη παραπλήσιον ταῖς Ἀθήναις αὐχῆσαι κατὰ τὴν τῶν αὐτοχθόνων ἀνδρῶν τε καὶ ἡρώων φοράν· εἰ δὲ μὴ, ταύταις γʼ ἔχει παραπλήσιον. καὶ γὰρ αὐτῇ τὰ τῶν ἀποίκων ἀπὸ αὐτοχθόνων ἐστὶ τῶν Ἀρκάδων. ὥστε κἀκ τούτων εἰκὸς γνῶναί τε ἀλλήλας καὶ τιμῆσαι τὰ γιγνόμενα. εἶεν. ἃ μὲν δὴ κοινῇ τοῖς γένεσι τοῖς συντελοῦσι καὶ ταῖς πόλεσι ταῖς τοῦ πρωτείου ἀντιποιουμέναις ἀποδοθῆναι προσῆκεν εἴρηται διὰ πάσης βραχύτητος, ὥς γʼ ἐμοὶ φαίνεται, καὶ ἅμα οὐ τὰ φαυλότατα, ὡς ὑμεῖς ἐπεσημήνασθε· καὶ πολλὴ χάρις ὑμῖν ταῦτά γε δὴ δεξαμένοις εὐμενῶς. ἀκόλουθον δʼ ἐμοί τε τὸν λοιπὸν λόγον προσθεῖναι τὸν τῆς παρακλήσεως, εἴπερ μὴ ψυχαγωγία τις ἔσεσθαι μέλλει μόνον τῆς ἀκροάσεως, ἀλλά τι καὶ χρείας προσέσται, ὑμῖν τʼ ἐθελῆσαι καὶ τούτων μετὰ τῆς ὁμοίας ἀκοῦσαι γνώμης, ἵνα μὴ μόνον τῇ παραχρῆμα εὐφημίᾳ τετιμηκότες ἦτε τὸν λόγον, ἀλλὰ καὶ τῇ παρὰ πάντα τὸν χρόνον καὶ ἐπʼ αὐτῶν τῶν πραγμάτων μνήμῃ. ἐγὼ γὰρ, ὦ ἄνδρες ἄριστοι τῶν τῇδε Ἑλλήνων, εἰ μὲν ἔμελλον ὑμῶν ἕκαστοι ταῦτα ἐφʼ οἷς νῦν ἀγάλλονται προήσεσθαι τῇ πρὸς τοὺς ἄλλους ἐπιεικείᾳ καὶ κοινότητι, οὐδʼ ἂν αὐτὸς συνεβούλευον τὰ οἴκοι βλάπτοντας τὰ τῶν πλησίον κοσμεῖν. ὅτε δέ ἐστι τοσαῦτα ἑκάστοις ἐφʼ οἷς ὑπάρχει φιλοτιμεῖσθαι καὶ οὐδὲν ἔλαττον ἀνάγκη φρονεῖν ἀρετῇ χρωμένους εἰς ἀλλήλους, οὐχ ὁρῶ τίνʼ ἔχει λόγον ἡ διαφορὰ, ἀλλὰ καὶ τοὐναντίον εἴποιμʼ ἂν ἅπαν τούτου, βουλομένων μὲν εἶναι σώζειν τὴν ἑαυτῶν φιλοτιμίαν, πράως τοῖς ἄλλοις ὁμιλεῖν, ἐπηρεαζόντων δὲ τοῖς ὑπάρχουσιν εἰς ἔριν καὶ φιλονεικίαν ἐξάγειν. ἐν μὲν γὰρ τῇ ὁμονοίᾳ καὶ ἑτέρους ἔστιν ἐπαινέσαι καὶ τὰ ἑαυτῶν ἀκούειν ἐπαινούμενα, ἐν δὲ τῷ διαστῆναι κακῶς ἑτέρους εἰπόντας ἀντακοῦσαι κακῶς αὐτοὺς καὶ ἃ μὴ προσῆκεν. ὥσθʼ ὅσῳ τις μᾶλλον ἐπαινεῖσθαι βούλεται καὶ τῶν ὑπαρχόντων ἀπολαύειν πλεονεκτημάτων, τοσούτῳ μᾶλλον τῶν ἴσων ὑπαρκτέον αὐτῷ καὶ ταῖς ἐπιεικείαις χρηστέον. ἀλογώτατον δʼ ἂν εἴη πάντων ἄχθεσθαι μὲν τοῖς ἑτέρων ἀγαθοῖς, λυμαίνεσθαι δὲ τοῖς ἑαυτῶν, καὶ μᾶλλον δυσχεραίνειν εἴ τις καὶ ἕτερος τὰ εἰκότα τιμήσεται ἢ εἰ τῶν προσηκόντων αὐτὸς παρὰ πάντων ἑκόντων μὴ τεύξεται. καὶ μὴν ἅμα τε ἀχθεσθήσεται τοῖς ἑτέρων ἀγαθοῖς καὶ δῆλος ἔσται φθονῶν. τοῦτο δὲ οὐ τοῦ κρείττονος οὐδαμῶς. ἄξιον τοίνυν κἀκεῖνο ἐνθυμηθῆναι, ὅτι ταυτὶ μὲν ἅπαντα ὅσα μικρῷ πρόσθεν διῄειμεν καὶ ὅσα τοιαῦτα ἂν εἴποι τις, οἷον κάλλη δημοσίων οἰκοδομημάτων καὶ μεγέθη περιβόλων, καὶ κεῖσθαι καλῶς καὶ χρήμασιν ἰσχύειν ἐγγείοις ἢ ναυτικοῖς, καὶ πάνθʼ ὅσα τούτου τοῦ γένους ἔχεται, τύχης ἄν τις φήσειεν εἶναι, τῆς καὶ διδούσης ἕκαστα τούτων καὶ παραιρουμένης ἡνίκʼ ἂν αὖ καὶ τοῦτο βουληθῇ· ἡ δὲ τῆς ὁμονοίας προαίρεσις καὶ τὸ χρῆσθαι τὰ πρέποντα ἀλλήλοις αὐτῆς τῆς γνώμης τῶν οὕτω διακειμένων ἐστίν. ὥστʼ οὐχὶ τοσοῦτον εἰκὸς τοὺς ἐκείνῃ προέχοντας φρονεῖν, ὅσον τοὺς κατὰ ταῦτα νικῶντας. καὶ μὴν ἐκεῖνα μὲν ἔξεστι μὴ πάντων ἐφεξῆς εἶναι φῆσαι, ἀλλὰ τῶν κατασκευασαμένων καὶ παρʼ ὧν ἕκαστα παρειλήφαμεν, οἱ μὲν κατὰ τοὺς αὐτοὺς χρόνους, οἱ δʼ ὕστερον γενόμενοι. τὸ δʼ εὖ βουλεύεσθαι καὶ σωφρονεῖν ἅπαντός ἐστι δή που τοῦ βουλομένου τοῦτο ἑαυτῷ παρεῖναι. χρὴ δʼ ὥσπερ οἰκίαν ἄριστα κατεσκευάσθαι κρίνομεν οὐχ ἥτις ἂν ὡς κάλλιστα λίθων ἔχῃ, ἀλλʼ ἥτις ἂν μιᾷ γνώμῃ μάλιστα οἰκῆται, οὕτω καὶ πόλεις ἄριστα νομίζειν οἰκεῖν αἵτινες ἂν ταυτὸν φρονεῖν ἐπίστωνται. δεινὸν γὰρ ἡ στάσις πανταχῆ καὶ θορυβῶδες καὶ τῇ φθόῃ παραπλήσιον. ἕλκει γὰρ ἁπάσας τὰς δυνάμεις καὶ προσπεφυκὸς ἐκμυζεῖ καὶ κενοῖ καὶ οὐ πρότερον παύεται πρὶν ἂν ἐκτρίψῃ παντελῶς, ὑπηρέταις αὐτοῖς καθʼ ἑαυτῶν χρησάμενον τοῖς νοσοῦσιν. ἀλλὰ μὴν ὅτε καὶ παντὸς ἔθνους τοῦτο σχῆμα κάλλιστον καὶ αὕτη σωτηρία βεβαιοτάτη, δῆλον δή που τοῦθʼ ὅτι καὶ πόλεις καὶ σύντρεις καὶ συμπλείους τῶν εἰς ταυτὸν τελουσῶν εἰκὸς ἔχεσθαι τούτου. οὐ γὰρ δή που ἅ γε κοινῇ πάσαις ταῖς ἐν τῷ ἔθνει συμφέρει, ταῦτʼ ἐνίαις αὐτῶν οὐχὶ τὸν αὐτὸν ἔχει λόγον. οὐ γὰρ εἰ τοῦ πρωτεύειν ἀντιποιοῦνται, τοῦτο βελτίω τι τὴν στάσιν ποιεῖ, ἀλλʼ ἐνταῦθα δὴ καὶ τὴν ὑπερβολὴν εὕροι τις ἄν. εἰ γὰρ ἃ μηδὲ τοῖς τυχοῦσι [μηδὲ τοῖς φαυλοτάτοις] ἐπιβάλλειν μηδʼ ἂν εἷς φήσειε, ταῦθʼ οἱ προέχειν ἀξιοῦντες ἑαυτοῖς ἡγήσονται προσήκειν, καὶ μὴ καθʼ ὅσον δύνανται φυλάξονται, πῶς οὐ προσθήκην ἡ κατηγορία λαμβάνει, ἢ πῶς οὐχ ἕτερον μέν ἐστιν ὃ βούλονται, ἕτερον δʼ ὃ κατασκευάζουσι; βούλονται μὲν γὰρ εὐδοκιμεῖν ὡς ἄριστοι δή που, φαίνοιντο δʼ ἂν οὕτω γε ἐξ ἴσου τοῖς κακίστοις διακείμενοι. οἶμαι δʼ ὥσπερ τοὺς στρατηγοὺς πᾶς τις ἂν ἀξιώσειε μάλιστα μὲν βελτίους εἶναι τῶν στρατιωτῶν, πάντως δὲ μὴ χείρους, οὕτω καὶ τὰς πόλεις αἷς τὸ προβουλεύειν ἀνάκειται μὴ χεῖρον τῶν φαυλοτέρων καὶ τῶν πολλῶν φρονεῖν. ὥσπερ τοίνυν εὐταξία καὶ κόσμος οὐ τοῖς μὲν στρατιώταις ἐπιτήδειον, στρατηγοῖς δὲ ἄτιμον οὐδὲ ἄχρηστον ὑπάρχει, ἀλλʼ εἴπερ οἱ πολλοὶ παρέξουσιν ἑαυτοὺς ἐν τῷ τεταγμένῳ, δεῖ τοὺς ἡγουμένους αὐτοῦ τούτου πρῶτον αὐτὸ ἡγεῖσθαι, ὡς ἐκεῖνό γε ἀμήχανον, στρατηγῶν στασιαζόντων καὶ τεταραγμένων πρὸς ἀλλήλους στράτευμα μιᾶς γνώμης γενέσθαι, οὕτω καὶ τῶν πόλεων χρὴ νομίζειν μάλιστα προσήκειν σωφρονεῖν αἵτινες ἀντὶ τοῦ κοινοῦ σχήματός εἰσιν ἅπασι τοῖς ἐν τῷ γένει. θαυμάζω δʼ εἰ πολέμου μὲν ἥκοντος πᾶς τις ἂν αὑτοῦ κέρδος ἡγοῖτο ὡς μετὰ πλείστων καὶ γενναιοτάτων συμμάχων κινδυνεύειν, ἐξὸν δʼ ἀκινδύνως τὰ ὑπάρχοντα καρποῦσθαι, εἰ μετʼ ἄλλων ὑπάρξει, ζημίαν λογιεῖται, καὶ μηδʼ ἐκεῖνο ἐνθυμηθήσεται, ὅτι ὅσῳ ἂν μειζόνων ἑαυτὸν ἀξιοῖ, τοσούτω μᾶλλον εἰκός ἐστι καὶ τοῖς ἄλλοις χρηστὰ τὰ πράγματʼ εἶναι συμβούλεσθαι· ὡς τὸ μὲν τῶν οὐδενὸς ἀξίων ἔμπροσθεν εἶναι σεμνὸν οὐδὲν, ἡ δὲ πρὸς τοὺς ἐλλογίμους ἅμιλλα κατʼ ἀμφότερʼ ἀσφαλής. καὶ γὰρ νικῶντι καλὸν τὸ σχῆμα τῆς φιλοτιμίας, κἂν ἄλλο τι συμβαίνῃ, πάρεστιν ἡ παραμυθία. ἔξεστι δὲ κἀκ τῶν Ὁμήρου μαθεῖν. ἐπειδὴ γὰρ κοινότατος ὁ ποιητὴς, οὐ χεῖρον κἀκείνῳ πρός γε τὰ τοιαῦτα προσχρῆσθαι. ἐκεῖνος γὰρ τούς τε ἥρωας ἅπαντας ὡς ἔπος εἰπεῖν ἐπαινεῖ καὶ τοὺς ἐναντιωτάτους ἀλλήλοις, ἡγούμενος μείζω τοῖς κρατήσασιν αὐτῶν οὕτως ἂν γίγνεσθαι τὴν δόξαν. καὶ τὰς πόλεις καταλέγων ἄλλας ἄλλον κεκόσμηκε τρόπον, πάσας δʼ εἰς ὅσον οἷόν τε ἦν, ὅ τι καὶ μικρὸν ἔχοι τιμῆσαί τινα αὐτῶν οὐδαμῆ προϊέμενος. ἐλαφρὰ γὰρ, φασὶ, χάρις ἡ τῆς εὐφημίας. ὥστε μηδὲ τοὺς ἐχθροὺς δεῖν ἀποστερεῖν τοῦ τοιούτου χρηστόν γέ τι πράξαντας θεῶν τινος εἶναι παραίνεσιν Ἡρακλεῖ Πίνδαρος, οἶμαι, λέγει. οὕτω φύσει θεῖόν τι χρῆμα τὸ τῆς εὐφημίας, καὶ οὐκ ἐπειδὰν τῶν ἱερῶν μέλλωμεν κατάρχεσθαι, τότʼ ἔχει μόνον καιρὸν, ἀλλὰ κἀν τοῖς πλείστοις τῶν ἀνθρωπείων πραγμάτων. τοὺς δʼ εἰς ὅσον ἔξεστι χρωμένους αὐτῇ κεχαρισμένως ἂν τοῖς θεοῖς ποιεῖν σύμβολον ἥ τε τοῦ κήρυκος αὕτη φωνὴ καὶ ἡ τῶν ἱερέων, ἐπειδὰν τἀγαθὰ τοὺς θεοὺς αἰτῶμεν, γιγνομένη. ὥσθʼ ὅτε τῇ τῶν ἀγαθῶν αἰτήσει προσήκει τοῦτο τὸ εἶδος τῶν λόγων, εἰκὸς δή που καὶ καθάπαξ αὐτὸ τιμῶντας βέλτιον πράττειν ἂν οἴεσθαι καὶ τῆς βελτίονος μοίρας σώζειν πρᾶγμα. εἰ δʼ αὖ τοῦθʼ οὕτως ἔχει, πῶς οὐ φευκτὸν καὶ κατὰ τοῦτο ἡ στάσις; ὡς οὐκ ἔσθʼ ὅ τι μᾶλλον ἐναντίον εὐφημίᾳ τούτου τοῦ κακοῦ· δυοῖν γὰρ ἓν ἀντίκειται τοῖν καλλίστοιν. οὔτε γὰρ λέγειν τὰ βέλτιστα οὔτε πράττειν ἐᾷ, ἀλλὰ βλασφημίας μὲν ἀντʼ εὐφημίας, δυσπραξίας δὲ ἀντʼ εὐτυχίας φέρει. οὕτως οὗ μὲν εὐφημία, καὶ εὐπραξία, οὗ δὲ στάσις, οὐδέτερον σώζεται. καὶ μὴν ὁ μὲν οὐδαμῶς ἀξιῶν καθαιρεῖν τοὺς πλησίον θαρρῶν ἑαυτῷ δοκεῖ ποιεῖν τοῦτο, ὡς οὐδὲν ἂν αὐτός γε ἐλάττων ταύτῃ νομισθεὶς, ὁ δὲ τὴν εἰς ἑτέρους ἐπήρειαν κέρδος ἑαυτοῦ ποιούμενος χωρὶς τῆς ἄλλης κακίας ὕποπτον ἑαυτὸν καὶ περὶ ὧν ἐρίζει καθίστησιν, ὡς οὐδὲν