οἱ μὲν πολλοὶ τῶν περὶ τοὺς λόγους, ὦ ἄνδρες Ἕλληνες, εἰώθασιν ἢ τὰς ἐπὶ τῶν πλασμάτων διατριβὰς προελόμενοι τὸν ἅπαντα χρόνον μελετᾶν λέγειν, τοῦ λέγειν δʼ ἀπολείπεσθαι τοσοῦτον ὅσονπερ ἂν εἰ μηδὲν τῶν εἰς τοῦτο φερόντων ἔπραττον, ἢ τούτων ὑπερφρονήσαντες αὐτοὶ μηδὲν σπουδαιοτέρῳ τούτων σχολάζειν πράγματι, τῷ περὶ τὴν ἔριν καὶ τῷ ταράττειν τοὺς εἰς λόγον αὐτοῖς ἀφικνουμένους, ἐξ ὧν λυποῦσι μὲν τοὺς ἐντυγχάνοντας, βελτίους δὲ οὔτʼ αὐτοὶ φαίνονται δήπουθεν οὔτʼ ἐκείνους ποιεῖν ἔχουσιν. ἤδη δέ τις τῶν ἐλλογίμων καὶ τῶν παλαιῶν σοφιστῶν ἐσεμνύνατο ἐπʼ ἀρχῇ τοῦ συγγράμματος ὡς αὐτός γε τοιοῦτον οὐδὲν ποιήσων οὐδὲ κομψευσόμενος, ἀλλʼ ὑπὲρ δυοῖν τούτοιν διαλεξόμενος, τῆς τε πρὸς ἀλλήλους ὁμονοίας καὶ τοῦ πολέμου τοῦ πρὸς τοὺς βαρβάρους, καὶ μάλα γενναίαν, ὥς γʼ ἐμοὶ κριτῇ, καὶ προσήκουσαν τῶν λόγων ἐνστησάμενος τὴν ὑπόθεσιν. ἐγὼ δʼ ὑπὲρ μὲν τοῦ πολέμου τοῦ πρὸς τοὺς βαρβάρους οὐκέθʼ ὁρῶ καιρὸν λέγειν. ἀθρόαν γὰρ ἁπάντων δεδωκότων δίκην τοῖς τε θεοῖς καὶ τοῖς ἡγεμόσι μελήσειν οἶμαι, καὶ σὺν αὐτοῖς γε εἰπεῖν τοῖς θεοῖς οὐ πολὺν τὸν ἀγῶνα νομίζω γενήσεσθαι, ὁρῶν τῆς ἁπάσης οἰκουμένης καὶ τῆς ἤδη βεβαίως ἐχομένης μικρὸν μέρος τὸ νῦν ὑπʼ ἀνοίας ἀνθεστηκὸς, ὃ δὲ λοιπόν ἐστι, περὶ τῆς πρὸς ἀλλήλους ὁμονοίας οὕτως ὅπως ἂν οἷός τε ὦ διαλέξομαι. νομίζω γὰρ καὶ τῆς συνεχοῦς ταύτης ἀσχολίας καὶ μελέτης τῆς περὶ τοὺς λόγους εἰς τὰ τοιαῦτα μάλιστα τῶν ἀγωνισμάτων ἀνήκειν τὴν χρείαν. οὐ γὰρ ὅπως μηδέποτʼ εἴποιμεν τῶν χρησίμων μηδὲν, διὰ τοῦτʼ ἀεὶ μελετῶμεν, ἀλλʼ ὅστις τὰ δέοντα λέγειν ἔχει τε καὶ θαρρεῖ, οὗτός ἐστιν ὁ καὶ τὴν μελέτην δεικνὺς ὡς οὐχὶ μάτην οὐδʼ εἰκῆ πεποίηται. ἠπιστάμην μὲν οὖν καὶ τοῦτο ὥσπερ ἔρεισμα πολλοῖς ὂν καὶ καταφυγὴν τὸ τοὺς παρόντας ἐπαινεῖν ἀεὶ καὶ ἐν οἷς ἂν λέγωσι, πολλοὺς δὲ καὶ τῶν ἀποδιδρασκόντων ἐξ ἑτέρων πόλεων κακῶς ἐκείνας λέγοντας πρὸς ταύτας ἐν αἷς ἂν γένωνται, ἄλλως τε κἄν τις αὐταῖς προϋπάρχῃ πρὸς ἀλλήλας διαφορά. ἐγὼ δʼ οὔτʼ ἐπαίνους ἀνέδην γιγνομένους ἔχοιμʼ ἂν ἐπαινεῖν, εἰ μή τι καὶ χρείας προσείη καὶ τοῦ τοὺς ἀκούσαντας βελτίους ἐκ τῶν δυνατῶν ἀπελθεῖν, οὔθʼ ὅσα καὶ χαρίσασθαι δεῖ τῷ λόγῳ μετὰ τοῦ δικαίου τὴν μὲν ἐν ὀφθαλμοῖς θεραπεύσω πόλιν, τὰς δʼ ἑτέρας φύγοιμʼ ἂν τῶν εἰκότων ἀξιῶσαι, οὐδʼ ἐν αὐτῷ τούτῳ πρώτῳ διαστήσω τὰς πόλεις, ὥσπερ οἱ πολλοί τε καὶ φαῦλοι, ἀλλʼ ἐπαινέσομαι πάσας εἰς ὅσον εἰκός ἐστιν ἑκάστην, καὶ ἄρξομαί γε τῶνδε τῶν λόγων ἀπὸ τούτου. ἡγοῦμαι γὰρ τῷ βουλομένῳ φιλίαν κοινὴν ταῖς πόλεσι πρᾶξαι πρὸς ἀλλήλας οὐ τὰς μὲν εὖ λέγειν, τὰς δὲ κακῶς προσήκειν, ἀλλὰ πασῶν ἐπʼ εὐφημίᾳ μνησθῆναι, ἵνα πρῶτον μὲν ἅπαντες ἡδίους γενόμενοι προθυμότερον πρόσησθε τὴν συμβουλὴν, ἔπειτʼ ἤδη τι τῶν εἰς τὴν ὁμόνοιαν φερόντων περαίνηται. ἐὰν γὰρ εἰς τὸ κοινὸν ἐπαινούμενοι δέξησθε καὶ μηδεὶς ὑμῶν τὰς ἑτέρων εὐφημίας ὡς ἀτιμίαν ἑαυτοῦ λογίσηται, ἀλλὰ τοῖς ἀλλήλων ὡς ἰδίοις ἕκαστοι συνησθῆτε, πρῶτον μὲν ἀφʼ ἑστίας ἀρξάμενοι τὴν ὁμόνοιαν ἐνδείξεσθε, ἔπειτα καὶ αὐτοὶ κατὰ μικρὸν ἐθισθήσεσθε καὶ λέγειν ἀλλήλους εὖ καὶ φρονεῖν, ἃ κοινῇ πᾶσιν ὑμῖν συμφέρει. τὸ δὲ ἥκειν μὲν ὡς συμβουλεύσοντα ὁμονοεῖν, ὁμοῦ δὲ ὑμᾶς ἐπαινέσαι κατοκνεῖν, ἅμα μέν τις καὶ ἀνανδρεία μοι φαίνεται, ἅμα δὲ εἶναι καὶ διαφθείροντος τὴν ὑπόθεσιν, καὶ δυοῖν θάτερον, ἢ κακῶς ἐγκεχειρηκότος, ἢ μὴ εἰδότος ὅντινα χρὴ τρόπον περὶ αὐτῆς ἐπεξελθεῖν. πρῶτον μὲν τοίνυν περὶ τῆς ὅλης συστάσεως ἐνθυμηθῶμεν, εἰς ἣν ἅπαντες οἱ ταύτῃ συντελοῦμεν ὁμοίως μείζους καὶ ἐλάττους, ὁπόσῳ τινὶ τῶν ἄλλων προέχειν πεπίστευται καὶ παρὰ τοῖς ἄρχουσι κριταῖς καὶ παρὰ τοῖς ἄλλοις σχεδὸν ὡς εἰπεῖν ἅπασιν. οὔτε γὰρ πόλεις τοσαύτας τὰς πάσας οὐδεμία ἄλλη τῶν πασῶν παρέχεται οὔτε δὴ τάς γε μεγίστας τοιαύτας. ἔτι δὲ χωρῶν κάλλη παντοῖα καὶ ὡρῶν συμμετρίαν καὶ διαίτας παντοίας καὶ θέσιν τὴν πᾶσαν, ὡς ἐν ὀμφαλῷ μὲν τῆς πάσης ἡγεμονίας ἵδρυται, πολλοῖς καὶ ἡμέροις τοῖς περὶ αὐτὴν ἔθνεσι καὶ γένεσιν ἐκ γῆς καὶ θαλάττης ἐστεφανωμένη· τάξει δὲ τῇ βελτίστῃ συνοικεῖ καὶ οὔτε αὐθάδειαν οὔτʼ ἄγαν δουλείαν ἔχοι τις ἂν αἰτιάσασθαι, ἀλλʼ ἐν μέσῳ σχήματι κάλλιστα δὴ τῶν ὑφʼ ἡλίῳ πολιτεύεται. εἰς τοῦτο δὲ ἀνήκει τῆς ἀξίας ὥστε τοσαύτης οὔσης τῆς ἁπάσης χώρας, ἣν ὅ τε Φᾶσις καὶ ὁ Νεῖλος διειλήφασι πρὸς τὸν ἄνω τόπον, καὶ ταύτης συλλήβδην κληθείσης Ἀσίας ὑφʼ Ἑλλήνων ἐξ ἀρχῆς, ἡ περὶ θάλατταν αὕτη νυνὶ μοῖρα ἀφελομένη τὴν ἤπειρον τοὔνομα ἑαυτῆς ἴδιον πεποίηται, οὕτως ἀντὶ πάσης τῆς ἄλλης νενίκηκεν εἶναι. πρὸς δὲ τούτοις ἡ παρὰ τῶν ἡγεμόνων αἰδὼς καὶ φιλανθρωπία καὶ τὸ συγκεχωρηκὸς εἰς ἅπαντα βελτίους ἢ ὁμοτίμους ὑμᾶς εἶναι τοῖς πολλοῖς τῶν ἀρχομένων πεποίηκε δοκεῖν. ὥστε πῶς οὐκ εἰκὸς ἅπαντας μὲν ἀγάλλεσθαι τοῖς ὑπάρχουσι, πάντας δὲ ὡς ὑπὲρ οἰκείων καὶ κοινῶν ἀγαθῶν οὕτω διανοεῖσθαι, στασιάζειν δὲ πρὸς αὑτοὺς μηδαμῶς, περὶ ὧν γε οὐδεὶς τῶν ἔξω στασιάζει τὸ μὴ οὐ τοῖς πᾶσι κρατεῖν. φέρε δὴ καὶ τὰς πόλεις ἐπέλθω τὰς περὶ τοῦ πρωτείου νῦν ἁμιλλωμένας καὶ παρʼ ὧν ἡ πλείστη τῆς ἔριδος ἀρχὴ συμβαίνει, οὐκ αὐτῶν, ὥς γʼ ἐγὼ φαίην ἂν, μᾶλλον ἁμαρτανουσῶν ἢ τῶν ἄλλων ὅσοι περὶ ταύτας διῄρηνται. ᾗ γὰρ ἂν οἰκείως ἕκαστος ἔχων τυγχάνῃ, τὰς ἄλλας ὑπὲρ ταύτης κακίζειν καθʼ ὅσον δύναται βούλεται. ἐγὼ δὲ τοῦτο μὲν οὔτʼ ἂν αὐτὸς ποιήσαιμι οὔθʼ ὅστις ἄλλος ποιεῖ νοῦν ἔχειν ἡγοῦμαι, τὴν δὲ ἐναντίαν πᾶσαν βαδιοῦμαι καὶ τὰς πόλεις ὡς ἂν οἷός τε ὦ κοσμήσω, κεφαλαίοις τῶν ἐπαίνων ὥσπερ εἰκός ἐστι χρώμενος. ἄρξομαι δʼἀπὸ τῆς δεχομένης ἡμᾶς τὰ νῦν καὶ ἢ τὸ βουλευτήριον τοῖς περὶ τούτων λόγοις παρέχεται. ὡς μὲν οὖν ἦρξέ ποτε τῶν περὶ τὸν τόπον τοῦτον καὶ ὡς ὕστερον αὐτὰ ταῦτα ἐφʼ οἷς φιλοτιμούμεθα ἐντεῦθεν ἔσχε τὴν ἀρχὴν ἐάσειν μοι δοκῶ, ἃ δʼ εὐθὺς εἰς ὀφθαλμοὺς ἔρχεται, ἀκρόπολις μὲν αὕτη τοσαύτη τὸ μέγεθος, πόρρωθεν ἀστράπτουσα ἀπὸ πάσης εἰσόδου, ὥσπερ κοινή τις κορυφὴ τοῦ ἔθνους. ὑπὸ δʼ αὐτὴν ἡ λοιπὴ πόλις ἄλλη κατʼ ἄλλους τόπους παντοίας εἴληφε θέσεις τε καὶ μορφάς. φαίης ἂν ἄστη πολλὰ συνελθόντα εἰς ταυτὸν οἰκεῖν καὶ εἶναί τινας ὥσπερ ἀστυγείτονας χρόνῳ συνοίκους γεγενημένους, αὐξηθέντων αὐτοῖς τῶν ἐπʼ ἀλλήλους ἀεί. κόσμοι δὲ καὶ παλαιοὶ καὶ νέοι διὰ πάσης τῆς πόλεως διήκοντες, εἷς αὐτῶν ὁ τυχὼν ἀποχρῶν καὶ συμπάσης πόλεως κόσμος εἶναι. πολλὰ μὲν δὴ καὶ περὶ τῶν ἄλλων ἄν τις ἔχοι διεξιέναι τῶν εἴτε μερῶν εἴτε καὶ ὡς πολισμάτων χρὴ λέγειν, τὸ δʼ ἁπάντων τιμιώτατον καὶ πάσης ἀεὶ μνήμης ἐμοὶ τίς ἂν οἷός τʼ εἴη σιωπῇ παρελθεῖν; λέγω δὲ τὸ τελευταῖον τμῆμα τῆς πόλεως, ὃ τῷ σωτῆρι καθωσίωται κατὰ τὴν κοινὴν ἁπάντων ἀνθρώπων ἀγαθὴν τύχην. ἐπειδὴ γὰρ ἔδει καὶ εἰς τήνδε τὴν ἤπειρον διαβῆναι τὸν θεὸν, διαβαίνει πρῶτον ἐνταυθοῖ καὶ τὴν πόλιν ὁρμητήριον ποιεῖται τῆς εἰς ἅπασαν τὴν ἤπειρον ὁμιλίας. καὶ γίγνεται τοῖς μὲν χρόνοις αὕτη δευτέρα τις ἀποικία δεῦρο ἐκ τῆς Ἑλλάδος μετὰ τὴν ἐξ Ἀρκαδίας τῶν ἅμα Τηλέφῳ, τῇ δὲ ἀξίᾳ καὶ τῇ δυνάμει πολὺ πρεσβυτάτη πασῶν ἀποικιῶν. ἑστία γὰρ Ἀσκληπιοῦ τῆς Ἀσίας ἐνταῦθα ἱδρύθη, κἀνταῦθα δὴ φρυκτοὶ φίλιοι πᾶσιν ἀνθρώποις αἴρονται παρὰ τοῦ θεοῦ καλοῦντός τε ὡς αὐτὸν καὶ μάλα ἀληθινὸν φῶς ἀνίσχοντος. καὶ οὔτε χοροῦ σύλλογος πρᾶγμα τοσοῦτον οὔτε πλοῦ κοινωνία οὔτε διδασκάλων τῶν αὐτῶν τυχεῖν, ὅσον χρῆμα καὶ κέρδος εἰς Ἀσκληπιοῦ τε συμφοιτῆσαι καὶ τελεσθῆναι τὰ πρῶτα τῶν ἱερῶν ὑπὸ τῷ καλλίστῳ καὶ τελεωτάτῳ δᾳδούχῳ καὶ μυσταγωγῷ καὶ ᾧ πᾶς ἀνάγκης εἴκει θεσμός. ἐγὼ μὲν οὖν καὶ αὐτός εἰμι τῶν οὐ δὶς βεβιωκότων ὑπὸ τῷ θεῷ, ἀλλὰ πολλούς τε καὶ παντοδαποὺς βίους βεβιωκότων καὶ τὴν νόσον κατὰ τοῦτο εἶναι λυσιτελῆ νομιζόντων, πρὸς δὲ καὶ ψήφους εἰληφότων· ἀνθʼ ὧν ἔγωγʼ ἂν οὐδὲ σύμπασαν δεξαίμην τὴν ἐν ἀνθρώποις λεγομένην εὐδαιμονίαν. οὐκοῦν οὐδὲ ἀλίμενα φήσαι τις ἂν εἶναι τὰ τῇδε, ἀλλʼ ἐκεῖνο ὀρθότατον καὶ δικαιότατον λέγειν, ὡς ἄρα οὗτος λιμένων ἁπάντων ὀχυρώτατος καὶ βεβαιότατος καὶ πλείστους δεχόμενος, καὶ γαλήνῃ πλεῖστον προέχων, ἐν ᾧ πᾶσιν ἐξ Ἀσκληπιοῦ τὰ ἐπίγυια τῆς σωτηρίας ἤρτηται. ὥστε τίς οὐκ ἂν τοσαύτῃ καὶ τοιαύτῃ πόλει συναιρόμενός τε καὶ συνευχόμενος καὶ πᾶν ὅσον εὐφημίας οἷός τʼ εἴη νέμων σωφρονοίη; ἐγὼ μὲν γὰρ ἡγοῦμαι ὥσπερ αὕτη κοινὸν ἅπασιν ἀνθρώποις ἀγαθόν ἐστι τῇ δυνάμει τοῦ θεοῦ, οὕτω καὶ αὐτὴν δικαίως ἂν παρὰ πάντων κοινῆς εὐνοίας ἅμα καὶ τιμῆς τυγχάνειν. εἶεν. ἀλλὰ τὸ τῆς Σμύρνης πρᾶγμα φαῦλόν τι καὶ τὸ τυχὸν, ἢ τοιοῦτον οἷον πολλαχόθεν λαβεῖν εἶναι τὸ παράδειγμα· ἣν ὅσοι μὲν οὐκ εἶδον οὐδʼ ἂν ἐφικέσθαι δυνηθεῖεν εἰκάζοντες, οἱ δʼ ἰδόντες θεῶν ἔργον ἂν φήσαιεν εἶναι, ὥσπερ Ὅμηρος ἔφη τὴν τοῦ Ἀχιλλέως ἀσπίδα Ἡφαίστου ποίημα εἶναι καὶ τὰς ἐν ἐκείνῃ δὴ πόλεις. πρόσοψις μὲν ἐκ γῆς καὶ θαλάττης πολλὴν ἂν ἔριν παρασχοῦσα τοῖς τε εἰσπλέουσι καὶ τοῖς ἐξελαύνουσιν ὁπότεροι μᾶλλον ἥσθησαν αὐτῶν. ἀνέχει γὰρ ἐν πλαισίῳ, βάσιν μὲν τὴν ἠιόνα ποιουμένη, κορυφὴν δὲ τὸ ἐπίπεδον τῆς ἄνω πλευρᾶς, ἐκ πεδίου τε καὶ τεμπῶν ὑψουμένη κατὰ μικρὸν ἀεὶ διʼ ὁμοίου τοῦ σχήματος. ταῦτα δὲ οὐκ ὄψις ἄρʼ ἦν μόνον, ἀλλὰ νικᾷ τἄνδοθεν. ὅσος γὰρ κόσμος χρείᾳ συγκεκλήρωται σώματι μὲν λυσιτελεῖς ἀναπαύσεις ἔχων, ψυχῇ δʼ ἐξουσίαν καὶ ῥᾳστώνην εἰς τοὺς προσήκοντας παρέχων πόνους, ἅπας συνελήλυθεν ἐξ ἱερῶν, ἐκ λουτρῶν, ἐκ λιμένων, ἐκ δρόμων. ὥστʼ οὐδείς ἐστιν ὅστις ἂν σχολάσειε μεγίστην αὐτὴν προσειπεῖν, τῇ περιουσίᾳ τοῦ κάλλους γεγοητευμένος. θάλαττα δὲ καὶ ποταμοὶ καὶ προάστεια ἀλλήλων τε καὶ τῆς πόλεως ἄξια, ὥσπερ οὐ τύχῃ μᾶλλον ἢ ψήφῳ τῇ πόλει συγκεκληρωμένα. φαίης ἂν τὸ τοῦ Σμυρναίου ποιητοῦ, Ἀφρήτωρ, ἀθέμιστος, ἀνέστιός ἐστιν ἐκεῖνος, ὅστις οὐ πρότερον τοῦ τῆς Σμύρνης κάλλους ἐρᾷ, ἔπειθʼ οὕτως ὅτου δὴ τύχοι. τὸ δʼ αὖ μέγιστον ἁπάντων καὶ ἐντιμότατον εἰπεῖν, οἱ Μουσῶν καὶ