θῶμεν ἀμφοτέρους ἀναμὶξ ἀκούειν κακῶς, —οὐ γὰρ ἐκεῖνό γʼ ἂν σὺ φαίης, ὡς οὐδεὶς μή ποτʼ ἀκούσῃ κακῶς ἐπιεικὴς ὢν τοὺς τρόπους—οὐκοῦν οἱ μὲν δόξης ἠμεληκότες καὶ διεφθαρμένοι καθάπαξ ὑπὸ τῶν αἰσχρῶν ἐπιθυμιῶν οὐδʼ ὁτιοῦν δή που ζημιοῦνται, ἀλλὰ καὶ κέρδος ἂν θεῖντο ἀγαλλόμενοι τῷ φανεροὶ πᾶσι γίγνεσθαι, οἱ δὲ παρʼ ἀξίαν ἀγωνιζόμενοι πῶς οὐ πολὺ τῶν ἄθλων ἃ τῆς σωφροσύνης εἶναι χρὴ διαμαρτάνουσιν; ὥστʼ οὐχ ἵνα βελτίους ὑμῖν ὦσιν οἱ νέοι, διὰ τοῦτο κωμῳδητέον, ἀλλʼ εἰ μηδενὸς ἄλλου χάριν, τούτου γε παυστέον τοῦ κωμῳδεῖν. ἵνʼ ἐξῇ τοῖς νέοις ἀσκεῖν ἀδεῶς τὰ βελτίω. τοὺς μὲν γὰρ δὴ φαύλους ἔνι δή που καὶ ἄλλως ἀμύνασθαι, τοὺς δʼ ἐπιεικεῖς ὅταν τοιαῦθʼ ὑβρίζωμεν, τίνʼ ἐροῦμεν λόγον; οἷς γὰρ μηδὲ λόγον δίκης προσήκει λαγχάνειν, πῶς ἀνυπευθύνως γε ἀτιμοῦν τῷ βουλομένῳ δεδόσθαι προσήκει; εἰ τοίνυν κἀκεῖνό τις ὑμῶν ὑπείληφεν, ὅτι καὶ τῶν ἐπιεικῶν πολλοῖς αἱρετώτερον εἶναι δόξει ἀργύριον τοῦ μὴ κακῶς ἀκούειν προΐεσθαι, καὶ τοσούτῳ μᾶλλον ὅσῳπερ ἂν αἰσχυντηλότεροι τοὺς τρόπους ὦσι, πῶς οὐ πανταχόθεν δῆλον ὡς δυσχερὲς ἡ κωμῳδία καὶ βέλτιον εἰσάπαξ ὑφʼ ὑμῶν κωλυθῆναι; εἴ γε οἱ μὲν χρηστοὶ δυοῖν θάτερον, ἢ οὐ δόντες ἀκούσονται κακῶς, ἢ ὑπὲρ τοῦ μὴ ἀκοῦσαι κακῶς ζημιώσονται, χρήμασι τὰς βλασφημίας ὠνούμενοι· εἰ δὲ μηδὲν φροντίζουσιν ἀκούοντες κακῶς, τί ἔσθʼ ὃ πείσονται; ὅλως δʼ οὐκ ἔνεστι μὴ τῆς τῶν ἰδιωτῶν δόξης ἀπολαύειν κοινῇ τὴν πόλιν. ὁποῖοι γὰρ ἄν τινες ὦσιν οἱ κωμῳδούμενοι, τοιοῦτοι πολλάκις οἱ σύμπαντες ἔδοξαν εἶναι. σκέψασθε δὲ καὶ εἰς τοὺς πατέρας ὑμῶν τοὺς Ἀθηναίους ἀνενεγκόντες, οὓς αἱ μὲν ἄλλαι συγγραφαὶ κοσμοῦσι σχεδὸν ὡς εἰπεῖν ἅπασαι, μόνη δὲ ἡ κωμῳδία διέσυρε καὶ παρέσχε τοῖς βουλομένοις βλασφημεῖν ἔτι νυνὶ λαβάς· ἔδοξαν γὰρ αὐτοὶ παρʼ αὑτῶν ἐξελέγχεσθαι. καὶ ὅσον μὲν, ὦ γῆ καὶ θεοὶ, τὸ μέσον τῆς τε νῦν κιβδηλίας καὶ ὁπόση τις ἔν γε ταῖς καλουμέναις παραβάσεσι νουθεσία καὶ παίδευσις ἐνῆν ἐῶ λέγειν. ἀλλʼ οὖν τό γε τῆς παροιμίας ἐξ ἀξίου τοῦ ξύλου καὶ πάσχειν ὑπῆρχεν, εἴ τῳ συμβαίνοι·