πληρώματα καὶ συλλήβδην ἔστιν εἰπεῖν τὴν ἀξίαν τοῖς βουλομένοις μεταχειρίζεσθαι δώσομεν· καὶ ὧν νηφόντων κατεγνώκαμεν, τούτοις μεθύουσι πιστεύσομεν; καὶ μὴν οὐδʼ ὁ καιρὸς παιδευόντων, ἀλλὰ παιζόντων εἰ μὲν βούλεσθε ὁ τῶν Διονυσίων, εἰ δὲ βούλεσθε, ὁ τῶν σάμων τῶν ἱερῶν καὶ τῶν παννυχίδων. ὥστε πῶς εἰκὸς ἐν ᾧ τῶν ὄντων διδασκάλων τοὺς παῖδας ἀφίεμεν, ἐν τούτῳ τοὺς μηδὲν προσήκοντας καὶ τοὺς ἑαυτοὺς εἰσποιοῦντας ἐφιστάναι, καὶ μηδὲ παρʼ αὐτοῦ τοῦ τόπου δύνασθαι μαθεῖν ὅτι ἄλογος ἡ προσποίησις. δεῖ γὰρ τόν γε διδάσκαλον οὐκ εἰς τὰ θέατρα βαδίζειν κἀκεῖ νουθετεῖν· ταῦτα μὲν γὰρ ταῖς ἡδοναῖς καὶ ταῖς ψυχαγωγίαις ἀνάκειται· ἀλλʼ εἰσὶ τόποι δήπουθεν ἐπώνυμοι τοῦ προσρήματος, οὗ δεῖ φιλοσοφεῖν, καὶ οὐδʼ ἐν τούτοις τοῦτον, οἶμαι, τὸν τρόπον χλευάζοντα καὶ κακῶς ἀνέδην ἀγορεύοντα, ἀλλʼ ὡς χρὴ τοὺς ἐλευθέρους παιδεύοντα καὶ προδιδάσκοντα πρὸς τοῖς ἄλλοις καὶ τὴν ἀσχημοσύνην φυλάττεσθαι. καὶ μὴν εἰ μὲν τοὺς ἀσελγαίνοντας κωμῳδοῦντες τῶν ἄλλων ἀπείχοντο, τάχʼ ἄν τις λόγος ἦν· νῦν δὲ ἄρχεται μὲν τὸ πρᾶγμα ἀπʼ ἀρχῆς εὐπροσώπου, τελευτᾷ δὲ εἰς καλὸν οὐδαμῶς. πολλοὶ μὲν γὰρ οὐδὲν προσῆκον αὐτοῖς ἀκούουσι κακῶς, εἰσὶ δʼ οἳ καὶ μηδένα λανθάνοντες ὅμως τὴν ἐν τῷ μέσῳ λοιδορίαν διαφεύγουσι. διὰ τί; ὅτι οὐ διδασκάλων οὐδὲ σωφρονιστῶν οὐδὲ βελτίους ποιεῖν βουλομένων τρόποις χρῶνται, αὑτοὺς γὰρ ἂν πρότερον ἐποίησαν βελτίους, ἀλλὰ καὶ πρὸς ἔχθραν καὶ πρὸς χάριν τὴν ἑτέρων, τὸν μὲν ἀργύριον αἰτήσαντες οὐ τυχόντες, τοῦ δʼ ἐρασθέντες οὐ πείσαντες, οὕτω ψέγουσι, καὶ πάλιν αὖ σιωπῶσι διὰ θάτερα, ὥστε οὐ τοὺς αἰσχρῶς ζῶντας φανεροὺς καθιστᾶσι. σκέψασθε δʼ οὑτωσὶ, τίνας μάλιστʼ εἰκὸς ἐξωνεῖσθαι τὰς κακηγορίας; ἆρʼ οὐ τοὺς τὰ τοιαῦτα συνειδότας ἑαυτοῖς φαίητʼ ἄν; τίνας δʼ ὡς ἥκιστα τούτων φροντίζειν; ἆρʼ οὐχ οἵτινες αὑτοῖς καὶ τοῖς βεβιωμένοις θαρροῦσι; δῆλόν που. οὐκοῦν τἀναντία τῆς ὑποσχέσεως γίγνεται, οἱ μὲν ἀσελγεῖς καὶ αἰσχροὶ ἀθῶοι τῷ λόγῳ, κωμῳδοῦνται δʼ οὓς ἥκιστα δεῖ. φέρε δὴ