<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0284.tlg040.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Jebb_page" xml:base="urn:cts:greekLit:tlg0284.tlg040.perseus-grc2" n="509"><p>πληρώματα καὶ συλλήβδην ἔστιν εἰπεῖν τὴν ἀξίαν τοῖς βουλομένοις μεταχειρίζεσθαι δώσομεν· καὶ ὧν νηφόντων κατεγνώκαμεν, τούτοις μεθύουσι πιστεύσομεν;</p><p rend="align(indent)">καὶ μὴν οὐδʼ ὁ καιρὸς παιδευόντων, ἀλλὰ παιζόντων εἰ μὲν βούλεσθε ὁ τῶν Διονυσίων, εἰ δὲ βούλεσθε, <pb xml:id="v.1.p.757"/> ὁ τῶν σάμων τῶν ἱερῶν καὶ τῶν παννυχίδων. ὥστε πῶς εἰκὸς ἐν ᾧ τῶν ὄντων διδασκάλων τοὺς παῖδας ἀφίεμεν, ἐν τούτῳ τοὺς μηδὲν προσήκοντας καὶ τοὺς ἑαυτοὺς εἰσποιοῦντας ἐφιστάναι, καὶ μηδὲ παρʼ αὐτοῦ τοῦ τόπου δύνασθαι μαθεῖν ὅτι ἄλογος ἡ προσποίησις. δεῖ γὰρ τόν γε διδάσκαλον οὐκ εἰς τὰ θέατρα βαδίζειν κἀκεῖ νουθετεῖν· ταῦτα μὲν γὰρ ταῖς ἡδοναῖς καὶ ταῖς ψυχαγωγίαις ἀνάκειται· ἀλλʼ εἰσὶ τόποι δήπουθεν ἐπώνυμοι τοῦ προσρήματος, οὗ δεῖ φιλοσοφεῖν, καὶ οὐδʼ ἐν τούτοις τοῦτον, οἶμαι, τὸν τρόπον χλευάζοντα καὶ κακῶς ἀνέδην ἀγορεύοντα, ἀλλʼ ὡς χρὴ τοὺς ἐλευθέρους παιδεύοντα καὶ προδιδάσκοντα πρὸς τοῖς ἄλλοις καὶ τὴν ἀσχημοσύνην φυλάττεσθαι. καὶ μὴν εἰ μὲν τοὺς ἀσελγαίνοντας κωμῳδοῦντες τῶν ἄλλων ἀπείχοντο, τάχʼ ἄν τις λόγος ἦν· νῦν δὲ ἄρχεται μὲν τὸ πρᾶγμα ἀπʼ ἀρχῆς εὐπροσώπου, τελευτᾷ δὲ εἰς καλὸν οὐδαμῶς. πολλοὶ μὲν γὰρ οὐδὲν προσῆκον αὐτοῖς ἀκούουσι κακῶς, εἰσὶ δʼ οἳ καὶ μηδένα λανθάνοντες ὅμως τὴν ἐν τῷ μέσῳ λοιδορίαν διαφεύγουσι. διὰ τί; ὅτι οὐ διδασκάλων οὐδὲ σωφρονιστῶν οὐδὲ βελτίους ποιεῖν βουλομένων τρόποις χρῶνται, αὑτοὺς γὰρ ἂν πρότερον ἐποίησαν βελτίους, ἀλλὰ καὶ πρὸς ἔχθραν καὶ πρὸς χάριν τὴν ἑτέρων, τὸν μὲν ἀργύριον αἰτήσαντες οὐ τυχόντες, τοῦ δʼ ἐρασθέντες οὐ πείσαντες, οὕτω ψέγουσι, καὶ πάλιν αὖ σιωπῶσι διὰ θάτερα, ὥστε οὐ τοὺς αἰσχρῶς ζῶντας φανεροὺς καθιστᾶσι. σκέψασθε δʼ οὑτωσὶ, τίνας μάλιστʼ εἰκὸς ἐξωνεῖσθαι τὰς κακηγορίας; ἆρʼ οὐ τοὺς τὰ τοιαῦτα συνειδότας ἑαυτοῖς φαίητʼ ἄν; τίνας δʼ ὡς ἥκιστα τούτων φροντίζειν; ἆρʼ οὐχ οἵτινες αὑτοῖς καὶ τοῖς βεβιωμένοις θαρροῦσι; δῆλόν που. οὐκοῦν τἀναντία <pb xml:id="v.1.p.758"/> τῆς ὑποσχέσεως γίγνεται, οἱ μὲν ἀσελγεῖς καὶ αἰσχροὶ ἀθῶοι τῷ λόγῳ, κωμῳδοῦνται δʼ οὓς ἥκιστα δεῖ. φέρε δὴ </p></div><div type="textpart" subtype="Jebb_page" xml:base="urn:cts:greekLit:tlg0284.tlg040.perseus-grc2" n="510"><p> θῶμεν ἀμφοτέρους ἀναμὶξ ἀκούειν κακῶς, —οὐ γὰρ ἐκεῖνό γʼ ἂν σὺ φαίης, ὡς οὐδεὶς μή ποτʼ ἀκούσῃ κακῶς ἐπιεικὴς ὢν τοὺς τρόπους—οὐκοῦν οἱ μὲν δόξης ἠμεληκότες καὶ διεφθαρμένοι καθάπαξ ὑπὸ τῶν αἰσχρῶν ἐπιθυμιῶν οὐδʼ ὁτιοῦν δή που ζημιοῦνται, ἀλλὰ καὶ κέρδος ἂν θεῖντο ἀγαλλόμενοι τῷ φανεροὶ πᾶσι γίγνεσθαι, οἱ δὲ παρʼ ἀξίαν ἀγωνιζόμενοι πῶς οὐ πολὺ τῶν ἄθλων ἃ τῆς σωφροσύνης εἶναι χρὴ διαμαρτάνουσιν; ὥστʼ οὐχ ἵνα βελτίους ὑμῖν ὦσιν οἱ νέοι, διὰ τοῦτο κωμῳδητέον, ἀλλʼ εἰ μηδενὸς ἄλλου χάριν, τούτου γε παυστέον τοῦ κωμῳδεῖν. ἵνʼ ἐξῇ τοῖς νέοις ἀσκεῖν ἀδεῶς τὰ βελτίω. τοὺς μὲν γὰρ δὴ φαύλους ἔνι δή που καὶ ἄλλως ἀμύνασθαι, τοὺς δʼ ἐπιεικεῖς ὅταν τοιαῦθʼ ὑβρίζωμεν, τίνʼ ἐροῦμεν λόγον; οἷς γὰρ μηδὲ λόγον δίκης προσήκει λαγχάνειν, πῶς ἀνυπευθύνως γε ἀτιμοῦν τῷ βουλομένῳ δεδόσθαι προσήκει; εἰ τοίνυν κἀκεῖνό τις ὑμῶν ὑπείληφεν, ὅτι καὶ τῶν ἐπιεικῶν πολλοῖς αἱρετώτερον εἶναι δόξει ἀργύριον τοῦ μὴ κακῶς ἀκούειν προΐεσθαι, καὶ τοσούτῳ μᾶλλον ὅσῳπερ ἂν αἰσχυντηλότεροι τοὺς τρόπους ὦσι, πῶς οὐ πανταχόθεν δῆλον ὡς δυσχερὲς ἡ κωμῳδία καὶ βέλτιον εἰσάπαξ ὑφʼ ὑμῶν κωλυθῆναι; εἴ γε οἱ μὲν χρηστοὶ δυοῖν θάτερον, ἢ οὐ δόντες ἀκούσονται κακῶς, ἢ ὑπὲρ τοῦ μὴ ἀκοῦσαι κακῶς ζημιώσονται, χρήμασι τὰς βλασφημίας ὠνούμενοι· εἰ δὲ μηδὲν φροντίζουσιν ἀκούοντες κακῶς, τί ἔσθʼ ὃ πείσονται; ὅλως δʼ οὐκ ἔνεστι μὴ τῆς τῶν ἰδιωτῶν δόξης ἀπολαύειν <pb xml:id="v.1.p.759"/> κοινῇ τὴν πόλιν. ὁποῖοι γὰρ ἄν τινες ὦσιν οἱ κωμῳδούμενοι, τοιοῦτοι πολλάκις οἱ σύμπαντες ἔδοξαν εἶναι. σκέψασθε δὲ καὶ εἰς τοὺς πατέρας ὑμῶν τοὺς Ἀθηναίους ἀνενεγκόντες, οὓς αἱ μὲν ἄλλαι συγγραφαὶ κοσμοῦσι σχεδὸν ὡς εἰπεῖν ἅπασαι, μόνη δὲ ἡ κωμῳδία διέσυρε καὶ παρέσχε τοῖς βουλομένοις βλασφημεῖν ἔτι νυνὶ λαβάς· ἔδοξαν γὰρ αὐτοὶ παρʼ αὑτῶν ἐξελέγχεσθαι. καὶ ὅσον μὲν, ὦ γῆ καὶ θεοὶ, τὸ μέσον τῆς τε νῦν κιβδηλίας καὶ ὁπόση τις ἔν γε ταῖς καλουμέναις παραβάσεσι νουθεσία καὶ παίδευσις ἐνῆν ἐῶ λέγειν. ἀλλʼ οὖν τό γε τῆς παροιμίας ἐξ ἀξίου τοῦ ξύλου καὶ πάσχειν ὑπῆρχεν, εἴ τῳ συμβαίνοι· </p></div><div type="textpart" subtype="Jebb_page" xml:base="urn:cts:greekLit:tlg0284.tlg040.perseus-grc2" n="511"><p> τοῦ δὲ τοσαύτη μὲν λέξεως μοχθηρία, τοσαύτη δὲ μελῶν ἀσέλγεια, ἔτι δὲ σχημάτων αἰσχύνη, κωμῳδία δʼ οὐδεμία ἐφίκοιτʼ ἂν τῶν τούτοις προσόντων κακῶν, τίς τρόπος ἡδονῆς; καὶ πότερον ὡς καλὰ ταῦτα ἀνέξεσθε; καὶ τί τούτων αἴσχιον; ἀλλʼ ὡς συμφέροντα ἀκούειν ἢ θεωρεῖν; καὶ μὴν διαφθορᾶς γέ ἐστι συνθήματα· ὅταν γὰρ εἰς συνήθειαν καταστῇ τοῦ κακῶς ἀκούειν ἀνὴρ ἢ γυνὴ καὶ τὰ χείριστα φέρειν τῶν ὀνειδῶν, εὐχερῶς ἀνίησιν ἡ γνώμη καὶ διδάσκεται πᾶς τις φαῦλος εἶναι, εἰ καὶ μὴ πρόσθεν ἦν, ἄλλως τε τούτων ὧν οὐδὲν πρὸς τὸν Διόνυσόν ἐστιν. <pb xml:id="v.1.p.760"/> ἀλλʼ ἔμοιγε καὶ τὸ τῆς παροιμίας εἰς τὰς τοιαύτας ἀβελτηρίας οὐχ ἥκιστα ἔχειν δοκεῖ. εἶεν· ἀλλʼ εἰς δόξης λόγον θαυμαστὰ, ὅταν ἐν τοῖς βαλανείοις, ὅταν ἐν τοῖς στενωποῖς, ὅταν κατʼ ἀγορὰν, ὅταν ἐν ταῖς οἰκίαις γύναια, παιδάρια, πᾶς τις ἐφεξῆς τοιαῦτα ἐπιμελῳδῇ; καὶ πότερον τοὺς πολίτας μόνον ἐξέσται κωμῳδεῖν; οὐκοῦν δεινὸν εἰ τῶν μὲν ξένων εἴσεσθε φείδεσθαι, ὑμῶν δʼ αὐτῶν οὐ τολμήσετε, ἀλλʼ οὕτως ἀνόμοιοι τοῖς Λακεδαιμονίοις ἔσεσθε ὥστʼ ἐκεῖνοι μὲν ἅπαντα ἀπόρρητα ἐποιήσαντο τὰ ἑαυτῶν, ὑμεῖς δὲ καὶ τὰ μηδὲν προσήκοντα λέγειν καθʼ ὑμῶν τοῖς βουλομένοις δώσετε. ἀλλὰ νὴ Δία καὶ τῶν ξένων ἐπιληψόμεθα; πολλὴν ἄρα τὴν εὐποιίαν παρὰ πάντων καὶ τὴν ἐπιμιξίαν ἕξομεν· ἦ που ῥᾳδίως μὲν οἱ πατέρες τοὺς υἱεῖς, ῥᾳδίως δὲ ἀδελφοὶ πρεσβύτεροι νεωτέρους κομιοῦσι δεῦρʼ ἐπὶ παιδείαν, παρʼ οἷς τοιαῦτʼ ἐστὶ τὰ ᾀδόμενα. οὐ παύσεσθε στηλιτεύοντες ὑμᾶς αὐτούς; νὴ Δίʼ, ἀλλʼ ἀστεῖον τὸ τοῦ σκώμματος. οὐκοῦν τοσούτῳ μᾶλλον οὐ πολλῶν, εἴπερ γε μὴ πολλοὺς τοὺς ἀστείους εἶναι δεῖ δοκεῖν. ἡδέως δʼ ἂν ἐροίμην τοὺς χαίροντας τῷ λοιδορεῖν πότερον παίζουσιν ἢ σπουδάζουσιν. εἰ μὲν γὰρ παίζουσι, τί προσποιοῦνται νουθετεῖν; εἰ δὲ σπουδάζουσιν, αὖθις αὖ πυθέσθαι καλὸν αὐτῶν πότερόν ποτʼ ἀληθῆ ταῦτα λοιδοροῦσιν ἢ ψευδῆ. εἰ μὲν γὰρ ἀληθῆ, τί μαθόντες οὐ χρῶνται τοῖς νόμοις; ἀλλʼ οὗ μὲν δεῖ λέγειν σιωπῶσιν, οὗ δὲ δεῖ <pb xml:id="v.1.p.761"/> σιωπᾶν λέγουσιν. ἀλλὰ μὴν εἴ γε καταψεύδονται, ἀγαπᾶν εἰκὸς ἦν μὴ πάσχοντας κακῶς, οὐκ ἀγανακτεῖν, εἰ μὴ λέγειν </p></div><div type="textpart" subtype="Jebb_page" xml:base="urn:cts:greekLit:tlg0284.tlg040.perseus-grc2" n="512"><p> κακῶς αὐτοῖς ἐξέσται. οἶμαι τοίνυν ἐγὼ πᾶσι μὲν ταῦτα συμβουλεύων ὀρθῶς ἂν ποιεῖν, οὐχ ἥκιστα δʼ ὑμῖν. ὅσῳ γὰρ παιδείᾳ καὶ φιλανθρωπίᾳ προέχειν δοκεῖτε, τοσῷδε αἴσχιον ἃ μὴ χρὴ φαίνεσθαι διώκοντας.</p></div></div></body></text></TEI>