περιρραντηρίων παριέναι, ταῦτʼ ἐν μέσοις ἱεροῖς ᾁδομεν, καὶ θύειν μὲν ἃ μὴ χρὴ δυσσεβὲς ἡγούμεθα, τιμᾶν δὲ οἷς οὐ χρὴ τοὺς θεοὺς εὐσεβείας μέρει προστίθεμεν, καὶ τὴν εὐσχημοσύνην ἐπὶ μὲν τῶν ἄλλων τιμῶμεν, τῶν δʼ αἰσχρῶν ῥᾳδίως μὲν πάντα σχήματα ὁρῶμεν, ῥᾳδίως δὲ πάσας φωνὰς ἀποδεχόμεθα. κἂν μὲν εἷς τις ἀπᾴδῃ τῶν χορευτῶν, τοῦτον ἐκβάλλομεν, ἂν δʼ ἅπας ὁ χορὸς οὕτως ἀμούσως ᾁδῃ, ποιούμεθα κέρδος. κἂν μὲν ὑπʼ ἄλλων οὕτως κακῶς ἀκούωμεν, ὀργιζόμεθα, ἂν δʼ ἡμᾶς αὐτοὺς τοῦτο ποιῶμεν, ἑορτὴν ἡγούμεθα ἀληθινὴν, οὕτω καὶ πρὸς τοὺς θεοὺς ἀλλοκότως καὶ πρὸς ἡμᾶς αὐτοὺς πολὺ τἀναντία ἢ προσῆκε διακείμεθα. καίτοι τολμῶσί τινες λέγειν ὡς ἀγαθὸν τὸ κακῶς ἐξεῖναι λέγειν ἐν τῷ θεάτρῳ, τούς τε γὰρ κακῶς βεβιωκότας ἐξελέγχεσθαι καὶ τοὺς ἄλλους φόβῳ τοῦ κωμῳδεῖσθαι σώφρονας παρέχειν αὑτούς. ἐγὼ δὲ πολλοῦ σφόδρα ἂν ἡγούμην ἀξίαν εἶναι τὴν μέθην, εἰ παιδεύειν οἵα τε ἦν ἀνθρώπους, ἀλλὰ μὴ τῶν χαλεπῶν ᾖ μεθύοντας αὐτοὺς ἑτέρους ποιεῖν σωφρονεῖν, καὶ πρὶν αὐτοὺς καταπαῦσαι, τοῖς ἄλλοις ᾁδειν ὅπως εἰς κάλλος βιώσονται. τίς γὰρ οὐκ οἶδεν ὑμῶν ὅτι πρῶτον μὲν οὐ πολλῶν τὰ τοιαῦτα παιδεύειν, οὐ μᾶλλόν γε ἢ νόμους τιθέναι καὶ γνώμας ἐν δήμῳ λέγειν; ἢ τὸν μὲν εἰς Κόρινθον πλοῦν οὐ παντὸς ἀνδρὸς εἶναι πιστεύσομεν, τὴν δὲ τοῦ βίου τοῦ παντὸς πορείαν ἥντινα καὶ διʼ ὧν δεῖ τῶν ἐπιτηδευμάτων ποιήσασθαι πᾶς ἀνὴρ εἴσεται καὶ πᾶς ἐπὶ τούτοις τοῖς οἴαξι καθεδεῖται τῇδε κἀκεῖσε κομίζων τοὺς νέους ὡς ἂν αὐτῷ δοκῇ; καὶ τῶν μὲν ἀθλητῶν ἐγκρίσεις ποιοῦμεν, ὅπως αὐτῶν ὅστις φαῦλος ἑαυτὸν καταισχύνας ἀπίῃ καὶ δίκην ἅμα δοὺς ἐκ τοῦ σώματος, τοὺς δὲ τῶν σπουδαιοτάτων ἡγεμόνας καὶ διδασκάλους ἀπὸ πάντων μὲν ἐργαστηρίων, πάντων δὲ τῶν σπουδαιοτάτων οὑτωσὶ φαύλως ἐγκρινοῦμεν; διδασκάλων ἄρα αὐτοὶ δεῖσθαι δόξομεν. καὶ θυρωροῖς μὲν οὐ πᾶσιν, ἀλλὰ τοῖς πιστοτάτοις χρώμεθα, ἵνα μή τις αἰσχύνη συμβαίνοι περὶ τὴν οἰκίαν, παῖδας δὲ καὶ γυναῖκας καὶ πάντα τὰ τῆς πόλεως