<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0284.tlg040.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Jebb_page" xml:base="urn:cts:greekLit:tlg0284.tlg040.perseus-grc2" n="507"><p> εἰδῆτε ὅτι οὐδὲν καινὸν λέγω, ἀλλὰ πάλαι ταῦτα ἀνωμολόγηται κἀν τοῖς νόμοις κἀν τοῖς ἔθεσι τοῖς κοινοῖς, ἐνθυμήθητε μὲν τῶν κηρύκων τὰς πρώτας φωνὰς εὐφημεῖν ταῖς πανηγύρεσι κελευόντων, ἐνθυμήθητε δὲ τῶν ἱερέων καὶ τῶν καταρχομένων ἡμῖν, ἐπειδὰν θύωμεν· ἔτι δʼ ὡς αὐτοὶ τοῦτο μάλιστα ἐπὶ ταῖς εὐχαῖς σπουδάζομεν. καίτοι τίνʼ ἔχει λόγον ἡγεῖσθαι μὲν κάλλιστον ἁπάντων τὴν εὐφημίαν καὶ μάλιστα πρέπειν ἱεροῖς, ἄδειαν δʼ εἶναι τοῖς ἐθέλουσι βλασφημεῖν; καὶ θύοντας μὲν οὕτω κοσμίους εἶναι, οἷς δὲ τὰς θυσίας ποιοῦμεν θεοῖς, ἐπὶ τῇ τούτων προφάσει τὰ αἴσχιστα ἀκούειν καὶ λέγειν, καὶ τοὺς αὐτοὺς ἅμα μὲν δυσχεραίνειν ταῖς κακηγορίαις, ἅμα δʼ ὧν κακῶς ἀλλήλους ἀγορεύομεν προστάτας ποιεῖσθαι; καὶ μὴν εἰ μὲν φίλον αὐτὸ νομίζομεν τοῖς θεοῖς, τἀναντία ἡμῖν αὐτοῖς γιγνώσκομεν, φυλαττόμενοι ταυτὸν τοῦτο, ὁπόταν προσίωμεν τοῖς θεοῖς, εἰ δʼ ἐχθρὸν ἡγούμενοι χαίρομεν αὐτῷ, πῶς εὐσεβῶς διακείμεθα; ἢ πῶς διὰ τούτων τιμῶμεν τοὺς θεοὺς, ἃ τῶν θεῶν χάριν εἰκὸς ἦν φεύγειν;</p><p rend="align(indent)">θαυμαστὸν δέ μοι φαίνεται, εἰ τὰς μὲν τῶν ὀρνίθων φωνὰς ὡς αἰσιωτάτας ἀξιοῦμεν ἡμῖν γίγνεσθαι, κἂν ἐπὶ τῆς ἐρημίας ὄντες, ἢ οὗ τύχοιμεν, τὰς δὲ παρʼ ἡμῶν αὐτῶν οὐδʼ ἐπὶ τῶν θεάτρων φυλαξόμεθα μὴ οὐ δυσχερεῖς εἶναι. καὶ τοῖς μὲν τῆς Κληδόνος βωμοῖς προσιόντες βουλοίμεθʼ ἂν ὡς εὐφημότατʼ ἀκούειν, οὕτως ἰσχυρόν τι τὸ τῆς θεοῦ ταύτης ἡγούμεθα· ἃ δὲ μηδαμῶς ἀνέχεσθαι χρῆν, ταῦτα ταῖς ἑορταῖς ἀποδώσομεν· καὶ τοὺς μὲν παῖδας κελεύομεν εὐστομεῖν, κἀν τοῖς διδασκαλείοις καὶ κατʼ οἰκίαν προδιδάσκοντες ὡς ἃ ποιεῖν αἰσχρὸν οὐδὲ λέγειν <pb xml:id="v.1.p.755"/> καλὸν, πάλιν δὲ εἰς ταυτὸν ἀθροίσαντες παῖδας καὶ γυναῖκας καὶ πᾶσαν ἡλικίαν κακηγορίας ἆθλα τίθεμεν, καὶ τοῖς ἄριστα ἐκμελετήσασιν ὅπως εἰς κέρδος ἔσται παρασκευάζομεν. ἃ δὲ ποιήσαντας ἢ παθόντας οὐ θέμις εἴσω </p></div></div></body></text></TEI>