<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0284.tlg040.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Jebb_page" xml:base="urn:cts:greekLit:tlg0284.tlg040.perseus-grc2" n="505"><p> τὸ παράπαν. οὐ μὴν ἀλλʼ ὅσα μὲν τῶν πραγμάτων αὐτὰ ἐφʼ αὑτῶν παρακαλεῖ σπουδάζειν, οὐ δεῖ συμβούλου περὶ τούτων, ἀλλʼ ἡ φύσις πρὸς τὸ ἴδιον ἄγει πανταχοῦ, ἃ δὲ τῷ λόγῳ δεῖ διδαχθέντας ἢ διώκειν ἢ φυλάττεσθαι, ταῦτα δὲ τῷ συμβούλῳ καταλείπεται. ὥστʼ ἄν τις ἀκούειν μὴ βούληται, τὸ συμβουλεύειν ἀναιρεῖ τῷ καθʼ αὑτὸν μέρει. ἔτι δʼ ἄλλους μέν τινας εἰκὸς ἀγροικίζεσθαι, ὑμᾶς δὲ, οἳ καὶ συνέσει καὶ τῷ πεπαιδεῦσθαι τοσοῦτον προέχειν δοκεῖτε, μὴ πρῶτον μὲν ὅλως εὐμενῶς ἔχειν πρὸς τὰς ἀκροάσεις τῶν λόγων, ἔπειτα ἄν τις τὰ βέλτιστα παραινῇ, μὴ κεχρῆσθαι μετὰ τοῦ χάριν πρὸς ἔχειν, ἕν γέ τι τῶν <pb xml:id="v.1.p.752"/> ἀτοπωτάτων, ὥς γʼ ἐμοὶ κρῖναι. εἰ μὲν οὖν ἢ πόνους τινὰς ἢ πραγματείας ἔμελλον εἰσηγήσεσθαι, πρῶτον μὲν ἀγῶνος ἴσως ἂν ἔδει, ἔπειτα διδάσκειν ἐπειρώμην ἂν ὡς τῆς παραχρῆμα ψυχαγωγίας αἱρετώτερον τὸ συνοῖσον τοῖς ὅλοις. νῦν δὲ τοσοῦτον ἀπέχω τοῦ δυσχερὲς εἰσηγεῖσθαί τι, ὡς ταὐτὰ δὴ ταῦτα καὶ συμβουλεύσων ἥκω, μήτε λέγειν μήτʼ ἀκούειν δυσχερὲς μηδὲν, οὕτω πολλοῦ δέω πράττειν γέ τι ἢ συμβουλεύειν τῶν δυσχερῶν. ἄρξομαι δὲ ὅθεν καὶ ὑμεῖς ἄριστʼ ἂν ἀκολουθήσαιτε καὶ ἀπὸ τῆς ἐμαυτοῦ συνηθείας. φημὶ δὴ χρῆναι τῷ μὲν Διονύσῳ τὴν ἑορτὴν ποιεῖν καὶ νὴ Δία τῇ γε Ἀφροδίτῃ καὶ τοῖς ἄλλοις ἅπασι θεοῖς, σπένδοντας καὶ θύοντας καὶ παιωνίζοντας καὶ στεφανηφοροῦντας καὶ τῶν εἰς εὐσέβειαν μηδὲν ἐλλείποντας. ἓν δὲ τούτοις ὃ πρόσεστι τοῖς μὲν πολλοῖς ἐπιεικῶς κεχαρισμένον, τοῖς δʼ ἐπιεικέσι πάντων ἀνιαρότατον, τοῦτʼ ἐκποδὼν ἀνελεῖν, λέγω τὰς βλασφημίας καὶ τοὺς κώμους τουτουσὶ τοὺς μεθημερίνους, καὶ νὴ Δία γε τοὺς ἐπὶ ταῖς παννυχίσι, καὶ μήτε ποιητὰς εἶναι τούτων μήτε ἀγωνιστὰς, μηδὲ παίζειν ἃ μὴ βέλτιον. ὡς ἔχει γε οὕτως, κακηγορίας ἄκοντας μὲν ἀκούειν οὐ τερπνὸν, ἑκόντας δὲ ἀνέχεσθαι μελέτη κακοηθίας· τοῦτο δὲ τῶν πρώτων εἰς μοχθηρίαν </p></div></div></body></text></TEI>