ἔστι μὲν οὐ σμικρὸν, ὦ ἄνδρες Σμυρναῖοι, πλεονέκτημα τῷ μέλλοντι πείσειν τὸ πρὸς ἡδονὴν εἶναι τοὺς λόγους τοῖς ἀκούουσι· τῶν δʼ ἐθελόντων νουθετεῖν μὴ ὅτι χρῶνται ταῖς γνώμαις οἱ πολλοὶ ῥᾳδίως, ἀλλʼ οὐδʼ ἀνέχονται τὸ παράπαν. οὐ μὴν ἀλλʼ ὅσα μὲν τῶν πραγμάτων αὐτὰ ἐφʼ αὑτῶν παρακαλεῖ σπουδάζειν, οὐ δεῖ συμβούλου περὶ τούτων, ἀλλʼ ἡ φύσις πρὸς τὸ ἴδιον ἄγει πανταχοῦ, ἃ δὲ τῷ λόγῳ δεῖ διδαχθέντας ἢ διώκειν ἢ φυλάττεσθαι, ταῦτα δὲ τῷ συμβούλῳ καταλείπεται. ὥστʼ ἄν τις ἀκούειν μὴ βούληται, τὸ συμβουλεύειν ἀναιρεῖ τῷ καθʼ αὑτὸν μέρει. ἔτι δʼ ἄλλους μέν τινας εἰκὸς ἀγροικίζεσθαι, ὑμᾶς δὲ, οἳ καὶ συνέσει καὶ τῷ πεπαιδεῦσθαι τοσοῦτον προέχειν δοκεῖτε, μὴ πρῶτον μὲν ὅλως εὐμενῶς ἔχειν πρὸς τὰς ἀκροάσεις τῶν λόγων, ἔπειτα ἄν τις τὰ βέλτιστα παραινῇ, μὴ κεχρῆσθαι μετὰ τοῦ χάριν πρὸς ἔχειν, ἕν γέ τι τῶν ἀτοπωτάτων, ὥς γʼ ἐμοὶ κρῖναι. εἰ μὲν οὖν ἢ πόνους τινὰς ἢ πραγματείας ἔμελλον εἰσηγήσεσθαι, πρῶτον μὲν ἀγῶνος ἴσως ἂν ἔδει, ἔπειτα διδάσκειν ἐπειρώμην ἂν ὡς τῆς παραχρῆμα ψυχαγωγίας αἱρετώτερον τὸ συνοῖσον τοῖς ὅλοις. νῦν δὲ τοσοῦτον ἀπέχω τοῦ δυσχερὲς εἰσηγεῖσθαί τι, ὡς ταὐτὰ δὴ ταῦτα καὶ συμβουλεύσων ἥκω, μήτε λέγειν μήτʼ ἀκούειν δυσχερὲς μηδὲν, οὕτω πολλοῦ δέω πράττειν γέ τι ἢ συμβουλεύειν τῶν δυσχερῶν. ἄρξομαι δὲ ὅθεν καὶ ὑμεῖς ἄριστʼ ἂν ἀκολουθήσαιτε καὶ ἀπὸ τῆς ἐμαυτοῦ συνηθείας. φημὶ δὴ χρῆναι τῷ μὲν Διονύσῳ τὴν ἑορτὴν ποιεῖν καὶ νὴ Δία τῇ γε Ἀφροδίτῃ καὶ τοῖς ἄλλοις ἅπασι θεοῖς, σπένδοντας καὶ θύοντας καὶ παιωνίζοντας καὶ στεφανηφοροῦντας καὶ τῶν εἰς εὐσέβειαν μηδὲν ἐλλείποντας. ἓν δὲ τούτοις ὃ πρόσεστι τοῖς μὲν πολλοῖς ἐπιεικῶς κεχαρισμένον, τοῖς δʼ ἐπιεικέσι πάντων ἀνιαρότατον, τοῦτʼ ἐκποδὼν ἀνελεῖν, λέγω τὰς βλασφημίας καὶ τοὺς κώμους τουτουσὶ τοὺς μεθημερίνους, καὶ νὴ Δία γε τοὺς ἐπὶ ταῖς παννυχίσι, καὶ μήτε ποιητὰς εἶναι τούτων μήτε ἀγωνιστὰς, μηδὲ παίζειν ἃ μὴ βέλτιον. ὡς ἔχει γε οὕτως, κακηγορίας ἄκοντας μὲν ἀκούειν οὐ τερπνὸν, ἑκόντας δὲ ἀνέχεσθαι μελέτη κακοηθίας· τοῦτο δὲ τῶν πρώτων εἰς μοχθηρίαν καὶ οὔτε ἰδιώτου μεῖζον οὐδὲν ἄν τις κατηγορήσειεν οὔτε πόλεως ἢ ὅτι χαίρει κακοῖς. ὃ γὰρ ἔσχατον εἶναι δοκεῖ τῶν ἀνθρωπίνων ἁμαρτημάτων ὁ φθόνος, οὐκ ἔχων παραίτησιν, τούτου μετέχειν ἀνάγκη, καὶ τοῦτον αὔξειν ἐν αὑτῷ τὸν τῆς ἐπιθυμίας ταύτης ἐλάττω, σημεῖον δέ· οὐδεὶς γοῦν οὓς ἀγαπᾷ καὶ οἷς ἀγαθόν τι συμβούλεται, τούτοις κακῶς ἀκούουσιν ἐφήδεται. περὶ μὲν οὖν αἰκίας καὶ βλάβης καὶ τῶν τοιούτων ἔξεστιν εἰπεῖν ὡς ἄκων τις ἔπραξε, τὸ δὲ τῆς κακοηθίας τοσοῦτον διενήνοχεν ὥστε πρῶτον μὲν ἐπώνυμόν ἐστι τῆς κακίας, ὡς οὐδεμίαν συγγνώμην ἐνδεχόμενον, ἔπειτʼ οὐδενὸς πράγματός ἐστι πρόσρημα, ἀλλὰ φύσεως μηδὲν ἄν τῳ χρηστὸν εἶναι συμβουλομένης. ὥσπερ δʼ αὐτὸ πλεῖστον μετέχει κακίας ἀπὸ τῆς προσηγορίας ἀρξάμενον, οὕτως ἡ κακηγορία πάλιν αὐτοῦ πλεῖστον μετέχει μέρος ἐκ τῆς παρισώσεως ἀρξάμενον τῆς περὶ τοὔνομα· οὕτως ἄμφω κακῶν καὶ φαύλων ἐστὶν ἀνθρώπων. ἀεὶ μὲν οὖν οἶμαι τὰ βέλτιστα προαιρετέον καὶ φρονεῖν καὶ λέγειν, ἐν δὲ ταῖς ἱερομηνίαις καὶ ταῖς ἑορταῖς πῶς οὐκ εἰκὸς ἅπασαν μὲν εὐφημίαν εἶναι προθυμεῖσθαι, πᾶσαν δὲ γνώμην ἀστειοτάτην, πάντας δὲ ὡς οἰκειότατα ἀλλήλοις ἔχειν, ὡς τῶν θεῶν ταύτην τὴν φιλίαν καὶ ὁμόνοιαν βραβευόντων, καὶ νομίζειν γε τὰς ἑορτὰς σχεδὸν ὡς εἰπεῖν φιλίας συνθήματα, καὶ μήτε θυσίαν οὕτω λαμπρὰν μήτε σπονδὰς κεχαρισμένας, ὧν οὐχ ἥδιον ἂν εἶναι τοῖς θεοῖς ἢ εἰ τὴν γνώμην ἐκ τῶν δυνατῶν ὡς βελτίστην παρεχοίμεθα. καὶ μὴν τοῦ γε αἰδεῖσθαι τοὺς θεοὺς τί μεῖζον ἂν εἴη σύμβολον ἢ μηδὲν ἀπηχὲς μήτε λέγειν μήτε ἀκούειν ἐναντίων αὐτῶν; ἢ φίλου μὲν αἰδεσίμου παρόντος πολλὰ ἂν ὀκνήσαιμεν εἰπεῖν, κἂν εἴ τῳ δικαίως ἔχοιμεν λοιδορήσασθαι, τὰς δὲ τῶν θεῶν ἀκοὰς προστησάμενοι ῥᾳδίως οἱ μὲν ἐροῦμεν, οἱ δὲ ἀκουσόμεθα ἃ μηδʼ αὐτοὶ φαῖμεν ἂν εἶναι τῶν καλῶν, ἀλλʼ ὡς αἰσχρῶς ἔχοντα οὕτω διασύρομεν; ἵνα δὲ εἰδῆτε ὅτι οὐδὲν καινὸν λέγω, ἀλλὰ πάλαι ταῦτα ἀνωμολόγηται κἀν τοῖς νόμοις κἀν τοῖς ἔθεσι τοῖς κοινοῖς, ἐνθυμήθητε μὲν τῶν κηρύκων τὰς πρώτας φωνὰς εὐφημεῖν ταῖς πανηγύρεσι κελευόντων, ἐνθυμήθητε δὲ τῶν ἱερέων καὶ τῶν καταρχομένων ἡμῖν, ἐπειδὰν θύωμεν· ἔτι δʼ ὡς αὐτοὶ τοῦτο μάλιστα ἐπὶ ταῖς εὐχαῖς σπουδάζομεν. καίτοι τίνʼ ἔχει λόγον ἡγεῖσθαι μὲν κάλλιστον ἁπάντων τὴν εὐφημίαν καὶ μάλιστα πρέπειν ἱεροῖς, ἄδειαν δʼ εἶναι τοῖς ἐθέλουσι βλασφημεῖν; καὶ θύοντας μὲν οὕτω κοσμίους εἶναι, οἷς δὲ τὰς θυσίας ποιοῦμεν θεοῖς, ἐπὶ τῇ τούτων προφάσει τὰ αἴσχιστα ἀκούειν καὶ λέγειν, καὶ τοὺς αὐτοὺς ἅμα μὲν δυσχεραίνειν ταῖς κακηγορίαις, ἅμα δʼ ὧν κακῶς ἀλλήλους ἀγορεύομεν προστάτας ποιεῖσθαι; καὶ μὴν εἰ μὲν φίλον αὐτὸ νομίζομεν τοῖς θεοῖς, τἀναντία ἡμῖν αὐτοῖς γιγνώσκομεν, φυλαττόμενοι ταυτὸν τοῦτο, ὁπόταν προσίωμεν τοῖς θεοῖς, εἰ δʼ ἐχθρὸν ἡγούμενοι χαίρομεν αὐτῷ, πῶς εὐσεβῶς διακείμεθα; ἢ πῶς διὰ τούτων τιμῶμεν τοὺς θεοὺς, ἃ τῶν θεῶν χάριν εἰκὸς ἦν φεύγειν; θαυμαστὸν δέ μοι φαίνεται, εἰ τὰς μὲν τῶν ὀρνίθων φωνὰς ὡς αἰσιωτάτας ἀξιοῦμεν ἡμῖν γίγνεσθαι, κἂν ἐπὶ τῆς ἐρημίας ὄντες, ἢ οὗ τύχοιμεν, τὰς δὲ παρʼ ἡμῶν αὐτῶν οὐδʼ ἐπὶ τῶν θεάτρων φυλαξόμεθα μὴ οὐ δυσχερεῖς εἶναι. καὶ τοῖς μὲν τῆς Κληδόνος βωμοῖς προσιόντες βουλοίμεθʼ ἂν ὡς εὐφημότατʼ ἀκούειν, οὕτως ἰσχυρόν τι τὸ τῆς θεοῦ ταύτης ἡγούμεθα· ἃ δὲ μηδαμῶς ἀνέχεσθαι χρῆν, ταῦτα ταῖς ἑορταῖς ἀποδώσομεν· καὶ τοὺς μὲν παῖδας κελεύομεν εὐστομεῖν, κἀν τοῖς διδασκαλείοις καὶ κατʼ οἰκίαν προδιδάσκοντες ὡς ἃ ποιεῖν αἰσχρὸν οὐδὲ λέγειν καλὸν, πάλιν δὲ εἰς ταυτὸν ἀθροίσαντες παῖδας καὶ γυναῖκας καὶ πᾶσαν ἡλικίαν κακηγορίας ἆθλα τίθεμεν, καὶ τοῖς ἄριστα ἐκμελετήσασιν ὅπως εἰς κέρδος ἔσται παρασκευάζομεν. ἃ δὲ ποιήσαντας ἢ παθόντας οὐ θέμις εἴσω περιρραντηρίων παριέναι, ταῦτʼ ἐν μέσοις ἱεροῖς ᾁδομεν, καὶ θύειν μὲν ἃ μὴ χρὴ δυσσεβὲς ἡγούμεθα, τιμᾶν δὲ οἷς οὐ χρὴ τοὺς θεοὺς εὐσεβείας μέρει προστίθεμεν, καὶ τὴν εὐσχημοσύνην ἐπὶ μὲν τῶν ἄλλων τιμῶμεν, τῶν δʼ αἰσχρῶν ῥᾳδίως μὲν πάντα σχήματα ὁρῶμεν, ῥᾳδίως δὲ πάσας φωνὰς ἀποδεχόμεθα. κἂν μὲν εἷς τις ἀπᾴδῃ τῶν χορευτῶν, τοῦτον ἐκβάλλομεν, ἂν δʼ ἅπας ὁ χορὸς οὕτως ἀμούσως ᾁδῃ, ποιούμεθα κέρδος. κἂν μὲν ὑπʼ ἄλλων οὕτως κακῶς ἀκούωμεν, ὀργιζόμεθα, ἂν δʼ ἡμᾶς αὐτοὺς τοῦτο ποιῶμεν, ἑορτὴν ἡγούμεθα ἀληθινὴν, οὕτω καὶ πρὸς τοὺς θεοὺς ἀλλοκότως καὶ πρὸς ἡμᾶς αὐτοὺς πολὺ τἀναντία ἢ προσῆκε διακείμεθα. καίτοι τολμῶσί τινες λέγειν ὡς ἀγαθὸν τὸ κακῶς ἐξεῖναι λέγειν ἐν τῷ θεάτρῳ, τούς τε γὰρ κακῶς βεβιωκότας ἐξελέγχεσθαι καὶ τοὺς ἄλλους φόβῳ τοῦ κωμῳδεῖσθαι σώφρονας παρέχειν αὑτούς. ἐγὼ δὲ πολλοῦ σφόδρα ἂν ἡγούμην ἀξίαν εἶναι τὴν μέθην, εἰ παιδεύειν οἵα τε ἦν ἀνθρώπους, ἀλλὰ μὴ τῶν χαλεπῶν ᾖ μεθύοντας αὐτοὺς ἑτέρους ποιεῖν σωφρονεῖν, καὶ πρὶν αὐτοὺς καταπαῦσαι, τοῖς ἄλλοις ᾁδειν ὅπως εἰς κάλλος βιώσονται. τίς γὰρ οὐκ οἶδεν ὑμῶν ὅτι πρῶτον μὲν οὐ πολλῶν τὰ τοιαῦτα παιδεύειν, οὐ μᾶλλόν γε ἢ νόμους τιθέναι καὶ γνώμας ἐν δήμῳ λέγειν; ἢ τὸν μὲν εἰς Κόρινθον πλοῦν οὐ παντὸς ἀνδρὸς εἶναι πιστεύσομεν, τὴν δὲ τοῦ βίου τοῦ παντὸς πορείαν ἥντινα καὶ διʼ ὧν δεῖ τῶν ἐπιτηδευμάτων ποιήσασθαι πᾶς ἀνὴρ εἴσεται καὶ πᾶς ἐπὶ τούτοις τοῖς οἴαξι καθεδεῖται τῇδε κἀκεῖσε κομίζων τοὺς νέους ὡς ἂν αὐτῷ δοκῇ; καὶ τῶν μὲν ἀθλητῶν ἐγκρίσεις ποιοῦμεν, ὅπως αὐτῶν ὅστις φαῦλος ἑαυτὸν καταισχύνας ἀπίῃ καὶ δίκην ἅμα δοὺς ἐκ τοῦ σώματος, τοὺς δὲ τῶν σπουδαιοτάτων ἡγεμόνας καὶ διδασκάλους ἀπὸ πάντων μὲν ἐργαστηρίων, πάντων δὲ τῶν σπουδαιοτάτων οὑτωσὶ φαύλως ἐγκρινοῦμεν; διδασκάλων ἄρα αὐτοὶ δεῖσθαι δόξομεν. καὶ θυρωροῖς μὲν οὐ πᾶσιν, ἀλλὰ τοῖς πιστοτάτοις χρώμεθα, ἵνα μή τις αἰσχύνη συμβαίνοι περὶ τὴν οἰκίαν, παῖδας δὲ καὶ γυναῖκας καὶ πάντα τὰ τῆς πόλεως