<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0284.tlg039.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Jebb_page" xml:base="urn:cts:greekLit:tlg0284.tlg039.perseus-grc2" n="500"><p> Χίους μέν γε προθυμοτάτους τῶν νησιωτῶν περὶ αὐτοὺς <pb xml:id="v.1.p.744"/> γενομένους καὶ σχεδὸν πᾶσι τοῖς Ἕλλησιν ἄρξαντας τῆς ἀφʼ ἡμῶν ἀποστάσεως τὴν πολιτείαν καὶ τὰ τείχη παρείλοντο, καὶ τοσούτων φυγῶν καὶ σφαγῶν ἐνέπλησαν, ὥστε εἰρήνην αὐτοῖς εἶναι δόξαι πάσας τὰς τοῦ πολέμου ταλαιπωρίας· βασιλέα δὲ τὸν μέγαν ἐκ γῆς καὶ θαλάττης ἐπολιόρκουν, φρουρὰν δʼ ἐφʼ ὑμᾶς ἔφαινον, καὶ μικρὸν ὕστερον εἰς Κόρινθον παρῆσαν.</p><p rend="align(indent)">ἂν οὖν, ὦ ἄνδρες Θηβαῖοι, καὶ νῦν ὁ Φίλιππος ἴδῃ τὰ ἐν χερσὶν ἀφέντας περὶ τῶν ὕστερον βουλεύεσθαι, τὸν πρὸς ἡμᾶς πόλεμον θέμενος κατὰ νοῦν τοὺς Λακεδαιμονίους μιμῆται καί τινος εὐπορήσας προφάσεως, ἢ καὶ χαίρειν ἁπάσας τὰς προφάσεις ἐάσας, ἁπλῶς οὕτως ὑμῖν ἐπιχειρῇ, πότερον καθʼ ἡμῶν τῶν Ἀθηναίων αὐτῷ ταῦθʼ ὑπηρετηκότες εἶναι φήσετε, ἢ καθʼ ὑμῶν αὐτῶν; ποτέρως δʼ ἂν ἄμεινον ὦ πρὸς Διὸς αὐτὸν ἐφʼ ὑμᾶς ἐλθεῖν οἴεσθε καὶ προθυμότερον, πότερον εὐθενούντων ἡμῶν καὶ τὴν τάξιν ἐχόντων ἥνπερ νῦν, ἢ μόνων ὑμῶν λειφθέντων καὶ μηδενὸς ὄντος ἀφʼ ἡμῶν φόβου τῷ τι νεωτερίζειν ἐπιχειροῦντι; καὶ μὴν τοσοῦτόν γʼ ἐπίστασθε, ὅτι εἰ τότʼ ἐν τοῖς Ἕλλησιν ἐνίκησε τὰ λεχθέντα ὑπό τινων, ὡς χρὴ τὴν πόλιν ἡμῶν ἀνδραποδίσασθαι καὶ τὴν χώραν ἀνεῖναι μηλόβοτον, οὐκ ἂν ὅθʼ οἱ Λακεδαιμόνιοι τὴν ἐφʼ ὑμᾶς στρατείαν ἐποιοῦντο, ὡς οὕστινας ἔλθητε εἴχετε. νῦν δὲ τὸ σωθῆναι καὶ περιγενέσθαι τὴν πόλιν ἡμῶν εἰς δέον οὐ μόνον ὑμῖν, ἀλλὰ καὶ πᾶσιν, ὡς ἔοικε, τοῖς Ἕλλησι κατέστη. οὐκοῦν εὔδηλον ὡς οὐδʼ εἰ νῦν τι πάθοιμεν, τὰ καθʼ ὑμᾶς ἀκίνδυνα, οὐδʼ εἰ μηδέπω πρότεροι κινδυνεύετε, ἀλλὰ μίʼ ἡμέρα τά τʼ ἐκεῖ, καλὸν γὰρ οὕτω λέγειν, καὶ <pb xml:id="v.1.p.745"/> τἀνταῦθʼ εἰς τὸ δέον καταστήσει. σκέψασθε δὴ κἀκεῖνο ὅτι ὑμᾶς ᾐτιάσαντό τινες τὴν γνώμην ἐκείνην καθʼ ἡμῶν εἰπεῖν, ὑμεῖς δʼ ἐλθόντες παρῃτεῖσθε, λέγοντες ἀληθῆ, ὡς οὐκ ἀπὸ τοῦ κοινοῦ τῆς πόλεως ἡ ψῆφος ἠνέχθη, ἀλλʼ εἷς ἀνὴρ εἶπε συνεδρεύων· ὥστʼ οὔτʼ ἐγκαλεῖν εἴχομεν ἔτι, βοηθεῖν τʼ ἐψηφισάμεθα. ἆρʼ οὖν, ὦ ἄνδρες Θηβαῖοι, τῶν αὐτῶν ἐστι τότε μὲν τῷ μηδὲν περὶ ἡμῶν ἐψηφίσθαι </p></div><div type="textpart" subtype="Jebb_page" xml:base="urn:cts:greekLit:tlg0284.tlg039.perseus-grc2" n="501"><p> δυσχερὲς ἰσχυρίζεσθαι καὶ τὴν αἰτίαν εἰς ἕτερον τρέπειν, νῦν δʼ ὃν ἴστε καθʼ ἡμῶν παριόντα ἐπὶ τῷ ποιῆσαι τοῦθʼ ὅ τι ἂν δύνηται, τούτῳ συμπράττοντας ἑκόντας ὀφθῆναι; καὶ μὴν εἰ μὲν ἀληθεῖς τις ἐκείνους εἶναι δοίη τοὺς λόγους ὑμῶν, οἷς ἀπολύεσθε τὴν μέμψιν, ὥσπερ ἡμεῖς γε πεπείσμεθα, οὐ μόνον αἰσχρὰ ταῦτα, ἀλλὰ κἀκείνοις ὑπεναντία· εἰ δὲ ψεύδεσθαι φήσετε, οὐχὶ πρέπονθʼ ὑμῖν αὐτοῖς ἀναθήσετε. μὴ τοίνυν ἐξὸν καὶ τότʼ ἀληθεύειν δοκεῖν καὶ νῦν τὰ δίκαια πράττειν, τρία ταῦτʼ ἀνθέλησθε τὰ χείριστα, ἐξ ἀρχῆς τε κακοὶ γνώμην γενέσθαι περὶ ἡμᾶς καὶ ληφθέντες ἀναισχυντεῖν καὶ νῦν αὖθις ἐξεπίτηδες πονηρεύεσθαι, μηδʼ ἀνθʼ ὧν ἥκομεν ἡμεῖς ὑμῖν ἐθέλοντες τοῦ κινδύνου κοινωνεῖν, ἀντὶ τούτων ὑμεῖς Φιλίππῳ συνεμβάλλοντες ἐφʼ ἡμᾶς φανεροὶ γένησθε. οὔτε γὰρ τῶν ἀρχαίων κοινωνιῶν ἄξιον οὔθʼ, ἵνα πάντα τἄλλʼ ἀφῶ, τῆς παρούσης γνώμης ἡμῶν.</p><p rend="align(indent)">ὅτι τοίνυν καὶ χεῖρον περὶ ὑμῶν αὐτῶν ἢ περὶ ἡμῶν βουλεύσεσθε ἀποκλίναντες πρὸς ἐκεῖνον ἐνθένδε λογίσασθε. εἰ γάρ τις ἔροιθʼ ὑμᾶς ὑπὲρ ὅτου νῦν ἡμῖν ἐστι πόλεμος <pb xml:id="v.1.p.746"/> πρὸς Φίλιππον, ὑπὲρ τῆς ἐλευθερίας καὶ τοῦ μὴ ποιεῖν τὸ κελευόμενον πάντες ἂν οἶδʼ ὅτι φήσαιτε. εἶεν· πότεροι δὲ κρατήσουσιν, ἡμεῖς ἢ Φίλιππος, ἄδηλον οἶμαι παντὶ, πλὴν εἰ μὴ τοῖς θεοῖς. οὐκοῦν ὅτʼ ἄδηλον εἰ κρατησόμεθα, ἄδηλον εἰ δουλεύσομεν; καὶ μὴν ὅτι γʼ, ἂν πρόσθησθε Φιλίππῳ, τὸ κελευόμενον καὶ πεποιήκατε καὶ ποιήσετε παντὶ γνώριμον. δεῖ γὰρ οἶμαι μετὰ τῶν ἄλλων ἕπεσθαι καὶ πράττειν ἃ ἂν ἐκείνῳ δοκῇ. πῶς οὖν οὐ χείρους περὶ ὑμᾶς αὐτοὺς ἢ περὶ ἡμᾶς ἔσεσθε, εἴ γʼ ἃ τῷ πολέμῳ σφαλεῖσιν, ὃ μὴ γένοιτο, ἡμῖν ἀπόκειται, ταῦθʼ ὑμεῖς ἐν τῇ τοῦ ποτέροις δεῖ συμπολεμεῖν αἱρέσει πείσεσθε καὶ πρότερον δουλεύσετε πρὶν πότεροι κρατήσουσι γιγνώσκειν; δύο γὰρ δή που, κἂν ἄλλο τι συμβαίνῃ, παρά γʼ ὑμᾶς κερδαίνομεν· πρῶτον μὲν τὸν χρόνον, ὃν περὶ τούτων ἀγωνιζόμεθα, ἔπειτα τὸ μὴ δοκεῖν ἡμῶν αὐτῶν ἑκόντες τὰ χείριστα κατεγνωκέναι. ὥσθʼ ἃ μὲν ἡ τύχη δίδωσιν ἀνεκτὰ τοῖς εὖ φρονοῦσι, τὸ δʼ αὑτοὺς τῶν χειρίστων </p></div><div type="textpart" subtype="Jebb_page" xml:base="urn:cts:greekLit:tlg0284.tlg039.perseus-grc2" n="502"><p> ἑκόντας τιμᾶν οὐδὲν αἰσχύνης ἐλλείπει· καὶ γὰρ δικαίως αὑτῷ καὶ μὴ ποιεῖν εἰς ταυτὸν τελεῖ. καὶ μὴν εἰ μηδεὶς ὑμῶν ἄχρι τούτου νομίζει πρὸς Φίλιππον ἡμῖν εἶναι τὸν ἀγῶνα, ἄχρι τοῦ τὸ κελευόμενον ποιεῖν ἢ μὴ, ἀλλʼ ὑπὲρ αὐτοῦ τοῦ ἐδάφους καὶ τῶν ἐσχάτων ἔσεσθαι καὶ φύσει ταῦτα τοῖς ἀλλοφύλοις ὀφείλεσθαι, πρῶτον μὲν οὐκ εἰς καλὸν ὑμᾶς αὐτοὺς σχῆμα καθίστατε, ὅταν τῷ τοιούτῳ αὐτὰ συμπράττητε· ἔπειτα πῶς ὑμῖν γε θαρρεῖν ὑπὲρ τῆς ἐλευθερίας ἔξεστιν, ὅταν μηδὲ δουλεύειν ἀλλήλοις ἐξῇ, ἀλλὰ δέῃ καθάπαξ ἀπολωλέναι Φίλιππον, ἔγωγε προσθείην ἂν, <pb xml:id="v.1.p.747"/> ὦ Ζεῦ; τίς δὲ καὶ ὁ νοῦς ἔσται τῆς συμμαχίας; εἰ μὲν γὰρ οὐκ ἐπιτρέψετε τούτῳ ταῦτα ποιεῖν, πῶς ἄξιον συνάρασθαι; εἰ δʼ ἄχρι παντὸς συμπράξετε, πῶς ἄξια ταῦτα τοῦ Διονύσου καὶ τοῦ Ἡρακλέους, οἳ παρʼ ὑμῖν φύντες ὑφʼ ἡμῶν πρῶτον ἐθαυμάσθησαν; οἷς νῦν ὑμεῖς πολλῷ δικαιότερον σπένδοιτʼ ἂν μεθʼ ἡμῶν καὶ ὑπὲρ τῆς τῶν Ἑλλήνων ἐλευθερίας ἢ καθʼ ὑμῶν αὐτῶν καὶ τῶν ὑπʼ ἐκείνων προκριθέντων. κἀκεῖνο μέμνησθε ὅτι νῦν Φίλιππος ὑμῶν ἐγγυτέρω ὥσπερ νέφος ἢ πῦρ, καὶ ὅτι οὐ διὰ τῆς Ἀττικῆς εἰς τὴν Βοιωτίαν βαδιεῖται, ἀλλʼ εἰς τὴν Ἀττικὴν διὰ τῆς Βοιωτίας. οὐ βαδιεῖται δὲ, ἐὰν οἵ τε θεοὶ τὰ δίκαια ποιῶσι καὶ ὑμεῖς σωφρονῆτε. καὶ τὰ μὲν ἄλλα λόγους καὶ χρόνους ἐστὶν ἐνδεχόμενα, ἅττα ποτʼ αὐτῷ περὶ ἡμῶν πράττειν ἔπεισι, τοῦτο δὲ ὁρῶμεν, πρὸς τοῖς ὅροις ὑμῶν ἁνὴρ, οὐκέτʼ εἰς Φωκέας ἐμβάλλων ὥσπερ πρὸ τοῦ, ἀλλʼ αὐτοῖς ὑμῖν τὰ ὅπλα, ἐπισείων, πάντως ἐπιβησόμενος τῶν Θηβῶν, ἂν δέχησθε· ὁμοιότατον πείθων ὥσπερ ἂν εἰ δυοῖν ἀνδροῖν ἑστώτων ἐπιὼν τὸν μέσον καὶ πρὸ αὑτοῦ τοῦτʼ ἀνέπειθεν, ὅτι διʼ αὐτοῦ τὸ σιδήριον ὤσας ἀποκτενεῖ τὸν ἕτερον, αὐτοῦ δὲ ἀφέξεται. [καὶ ἐφʼ ὑμᾶς τὰ πρῶτα τῆς πληγῆς, ἡμεῖς δὲ δεύτεροι.] θώμεθα ὅ τι βούλεσθε ὄνομα τῷ πράγματι, ἢ δέξασθαι ἡμᾶς συμμάχους, ἢ γενέσθαι αὐτοὶ σύμμαχοι, οὐδὲν διοισόμεθα· τὸν δʼ ἐπʼ ἀμφοτέρους ἰόντα κωλύοιμεν ἀμφότεροι, μάλιστα μὲν, ὦ ἄνδρες Θηβαῖοι, τοῖς θεοῖς τοῖς κοινοῖς τῶν </p></div><div type="textpart" subtype="Jebb_page" xml:base="urn:cts:greekLit:tlg0284.tlg039.perseus-grc2" n="503"><p> Ἑλλήνων πιστεύσαντες, οἷς ἡμεῖς τόνδε τὸν χρόνον <pb xml:id="v.1.p.748"/> λειτουργήσομεν—οὐ γὰρ ἄλλο γε οὐδὲν ἢ ὑπὲρ τοῦ γένους τοῦ παντὸς ὁ ἀγὼν ἔσται καὶ ἱερῶν καὶ τάφων καὶ τῶν ὑπολοίπων ἐλπίδων, ὧν πολὺ δή που μᾶλλον οἴεσθαι χρὴ μέλειν τοῖς θεοῖς ἢ τῆς Φιλίππου πλεονεξίας—ἔπειτα καὶ τοῖς πρότερον παραδείγμασι χρώμενοι, ὅσον αἱ πόλεις ἠδυνήθησαν ἐν ταὐτῷ γενόμεναι. καὶ γὰρ τὸ μήτε Φιλίππῳ προσγενέσθαι συμμάχους, ὥσπερ νῦν ὑμᾶς καθʼ ἡμῶν ἐθέλει λαβεῖν, ἡμᾶς τε ἀλλήλοις ὑπάρξαι μεγάλη ῥοπὴ καὶ μερὶς εἰς τὸ θαρρούντως δέχεσθαι τὰ ἀναγκαῖα.</p><p rend="align(indent)">καίτοι καὶ τοὐναντίον οὐχ ἧττον εἰκότως ὑμᾶς προτρέπει. εἰ γὰρ καὶ νῦν μεθʼ ἡμῶν γιγνομένοις ἔνι τις φόβος, ἦ που κομιδῆ καθʼ ὑμᾶς αὐτοὺς οὐ θαρρήσετε, ἄλλως τε κἂν τὰ ἡμέτερα ἐκποδὼν, ὃ μὴ συμβαίη, γένηται. ἃ χρὴ πάντα συλλογιζομένους μὴ πρὸς ἀθυμίαν τρέψαι τὸν φόβον, ἀλλʼ εἰς τὸ προθύμως ἃ γένοιτʼ ἂν, εἰ ῥᾳθυμήσομεν, κωλῦσαι, καὶ μὴ τὸν κίνδυνον νομίζειν χαλεπὸν, ἀλλὰ τὸ μὴ κινδυνεῦσαι περὶ τηλικούτων. πῶς γὰρ οὐκ αἰσχρὸν, ὦ ἄνδρες Θηβαῖοι, ὑπὲρ μὲν τῆς Μεσσηνίων κατοικήσεως τοιοῦτον πόλεμον Λακεδαιμονίοις πολεμῆσαι, καὶ φιλοτιμεῖσθαι τῇ πόλει ταύτῃ διʼ ὑμῶν οἰκουμένῃ, καὶ ὑπὲρ τῶν ἐν Ἀρκαδίᾳ φίλων εἰς Πελοπόννησον διαβαίνειν, καὶ μηδʼ ἐκείνων ἐπιτρέπειν τοῖς βουλομένοις μεταγνῶναι, ἀλλʼ ὑπὲρ τοῦ καλοῦ καὶ δικαίου πάντα κίνδυνον αἱρεῖσθαι, ὑπὲρ δὲ τῆς ὑμετέρας αὐτῶν ἐλευθερίας ἅμα καὶ σωτηρίας, μᾶλλον δὲ καὶ τῶν ἄλλων Ἑλλήνων, μὴ τολμῆσαι προβαλέσθαι τὰ ὅπλα, ἀπαντήσαντας πρὸς τὰ ὅρια Βοιωτίας, ἀλλὰ καὶ τῶν ἐγνωκότων τοὺς Ἕλληνας ἐλευθεροῦν κωλυτὰς καὶ προδότας γενέσθαι, καὶ λυμήνασθαι μὴ μόνον τοῖς κοινοῖς πράγμασιν, ἀλλὰ καὶ τοῖς ὑμετέροις αὐτῶν ἔργοις, ἀφʼ ὧν βεβόησθε. πολλὰ δὲ λοιδορησαμένων ἡμῖν Θετταλῶν καὶ Πύθωνος ἐν τοῖς <pb xml:id="v.1.p.749"/> λόγοις, Θετταλοὺς μὲν ἐάσωμεν· ἱκανὴ γὰρ ἣν Φιλίππῳ διδόασι δίκην, ὥστʼ οὐ χαλεπαίνειν αὐτοῖς ἄμεινον ἢ </p></div><div type="textpart" subtype="Jebb_page" xml:base="urn:cts:greekLit:tlg0284.tlg039.perseus-grc2" n="504"><p>συνάχθεσθαι καὶ συνεύχεσθαι γενέσθαι γνώμης κυρίους. ὑμεῖς δὲ τοσοῦτον ἐνθυμεῖσθε, ὅτι, ἂν μὲν ἡμῖν πείθησθε, ἡμῖν ὁμοίως διακείσεσθε, ἐὰν δὲ Θετταλοῖς, τούτοις. οὗτοι μὲν τοίνυν τετραδαρχίας οἴκοι καταλιπόντες ἥκουσιν, ἡμεῖς δʼ οὐδένα δεσπότην πλὴν τῶν νόμων εἰδότες. καὶ μὴν καὶ κατʼ αὐτοὺς τοὺς λόγους οὗτοι μὲν ταῦτα συμβουλεύουσιν ἐξ ὧν βεβαιότερον δουλεύσετε, ἡμεῖς δʼ ἐξ ὧν τὴν ὑπάρχουσαν εὐδαιμονίαν αὐξήσετε. ἀλλὰ μὴν πρὸς Πύθωνα τὸν χρηστὸν μικρὰ ἀποκρινούμεθα. οὗτός ἐστιν, ὦ ἄνδρες Θηβαῖοι, Βυζάντιος· καὶ σκέψασθε μὴ πόρρωθεν ἡμᾶς οἵτινες φύσιν, καὶ ταῦτα οὐδαμῶς φιλικῶς ἡμῖν ἐκ τῶν ἔμπροσθεν δοκεῖ μένειν, ἡμεῖς τε οἱ Ἀθηναῖοι καὶ οὗτος, ἀλλʼ ἀπʼ αὐτῆς τῆς τούτου πατρίδος. οὗτος μὲν τοίνυν τοὺς οἴκοι προδοὺς Φιλίππῳ ζῇ, ἡμεῖς δʼ ἐπὶ Βυζάντιον ἐλθόντος Φιλίππου βοηθήσαντες ἐλύσαμεν τὴν πολιορκίαν καὶ τὴν πόλιν διετηρήσαμεν. οὗτος μὲν οὖν ἃ τοῖς αὑτοῦ πολίταις εἰσηγεῖται τὸ καθʼ αὑτὸν, ταῦτα καὶ ὑμῖν προξενεῖ, δουλεύειν, ἀκροᾶσθαι τοῦ χείρονος, ἐν προσθήκης εἶναι <pb xml:id="v.1.p.750"/> μέρει· ἡμεῖς δʼ ἃ τοῖς τούτου πολίταις διʼ ἡμῶν ἐγένετο, ταῦτα καὶ ὑμῖν ἂν βουλοίμεθα, οἶμαι δὲ καὶ πολὺ μειζόνως, ὅσῳ τιμιώτερον ἡμῖν ἐξ ἀρχῆς τὸ τῶν Θηβαίων ἔδαφος καὶ πρὸς τὰ παρόντα πράγματα μᾶλλον τοῖς Ἕλλησιν ἐν καιρῷ. ἡμῖν μὲν οὖν καὶ λόγῳ καὶ ἔργῳ τὰ μὲν ἠγώνισται, τὰ δʼ, ὡς ἔοικεν, ἀγωνισθήσεται· ὥρα δὲ καὶ ἡμῖν ἤδη βεβουλεῦσθαι καὶ πρὶν ἰδεῖν Φίλιππον ὃ πράξετε ἐπιστῆναι μετὰ τῶν ὅπλων, ἵνʼ εἰδῇ σωζομένας τοῖς Ἕλλησι τὰς χεῖρας, ἕως ἂν Ἀθῆναι καὶ Θῆβαι συνασπίζωσιν.</p></div></div></body></text></TEI>