<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0284.tlg039.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Jebb_page" xml:base="urn:cts:greekLit:tlg0284.tlg039.perseus-grc2" n="495"><p> ἐφʼ ὑμῖν ὄντα, καὶ τοσούτῳ χείρους Φιλίππου γενέσθαι περὶ ὑμᾶς αὐτοὺς ὥσθʼ ὁ μὲν εἰ καὶ μὴ τοῦτʼ ἐβούλετο, ἀλλʼ οὖν τινά γʼ ὑμῖν ἔπραξεν εἰς καιρὸν, ὑμεῖς δʼ ὧν οὐκ ἂν ἔχοιτε μείζω, ταῦθʼ ἑκόντες εἰς ὑμᾶς αὐτοὺς ἐξαμαρτήσεσθε, καὶ τοσοῦτον ἀφέξετε τοῦ μιμεῖσθαι ἐκεῖνον, ὥσθʼ ὁ μὲν ὑμῖν τοὺς πολεμίους παρέδωκεν, ὑμεῖς δʼ ἐὰν ἃ πείθουσιν οὗτοι ποιῆτε, ὑμᾶς αὐτοὺς τοῖς πολεμίοις παραδώσετε. τίνος οὖν ἕνεκʼ εἰπέ μοι λοιπὸν τῷ Φιλίππῳ χάριν ἕξετε, εἰ μηδὲν ὑμῖν τοῦ σώζεσθαι μέλει; ἐγὼ μὲν γὰρ ἐξ ἀμφοτέρων ἡγοῦμαι τῇ τότε κοινωνίᾳ τὴν νῦν ἐναντίαν εἶναι. εἰ μὲν γὰρ ὡς ἀληθῶς εὔνους ὢν ὑμῖν ἐκεῖνα προὐθυμεῖτο, αἰσχρὸν ἐκεῖνον μὲν ἐπαινεῖν τῆς προθυμίας, ὑμῶν δʼ αὐτῶν ἀμελῆσαι· εἰ δὲ πεῖρα καθʼ ὑμῶν ἦν καὶ παρασκευὴ τοῦ μέλλοντος χρόνου, δυοῖν, οὐχ ἑνὸς ὑμῖν ὀφείλει δίκην, τοῦ τʼ ἐπʼ ἐκείνων φενακίζειν καὶ τοῦ νῦν μεθʼ ὅπλων ἐπέρχεσθαι. ὥστʼ οὐ διʼ ἐκεῖνα ταῦθʼ ὑπακουστέον, ἀλλʼ ὑπὲρ ἀμφοῖν τῇ τιμωρίᾳ χρηστέον ἡνίκʼ εἴληπται. εὖ δʼ ἂν ἔχοι τῇ πονηρίᾳ τοῦ Φιλίππου χρησαμένους ὃ πρόσεστι ζημίας αὐτῇ φυλάξασθαι. οὐδεὶς ἀντιλέγει τὸ μὴ οὐ δικαίως Φωκέας ἀπολωλέναι, ἀλλʼ οὐ διὰ τοῦτο δίκαιος πιστεύεσθαι Φίλιππος. ἀλλʼ εἴ τι δεῖ καὶ περὶ Φωκέων εἰπεῖν, τῷ μὲν καθʼ αὑτοὺς μέρει δικαίως ταῦτα πεπόνθασιν, ὅσα δʼ εἰς Φίλιππον οὐκ ὀρθῶς. ὅταν γὰρ μὴ τοῦ θεοῦ χάριν μηδʼ ὑμῶν, ἀλλʼ ὑπὲρ τῆς αὑτοῦ πλεονεξίας, ἣν ἐν ἅπασι δείκνυσι, φαίνηται ταῦτα συμπράξας, ἐκεῖνοι μὲν ἴσως δικαίως ἀπολώλασιν, οὗτος δʼ οὐχὶ δικαίως ἀνῄρηκε. μὴ τοίνυν τῷ Φωκέας εἰκότως ἀπολωλέναι τὰ ὑμέτερʼ αὐτῶν εἰκῆ πρόησθε, μηδὲ συγκαταγνῶτε ὑμῶν αὐτῶν παθεῖν <pb xml:id="v.1.p.739"/> ἅπερ Φωκεῖς. καὶ γὰρ ἐκείνους μὲν ἔχοιμεν ἂν εἰπεῖν ὡς προσήκοντα ἔπαθον πλημμελήσαντες περὶ τὸν θεὸν, ὑμεῖς δʼ ἀνθʼ ὅτου ταύτην ὑφέξετε νῦν τὴν δίκην οὐχὶ σύνισμεν ἡμεῖς γε. δεινὸν δέ μοι φαίνεται καὶ τοῦτο εἰ Φωκεῖς μὲν ὤφειλον δίκην, ἐπειδὴ τὸ ἱερὸν τὸ ἐν Δελφοῖς </p></div><div type="textpart" subtype="Jebb_page" xml:base="urn:cts:greekLit:tlg0284.tlg039.perseus-grc2" n="496"><p>κατέλαβον, ὁ δʼ οὐ μόνον τὸ ἐν Δελφοῖς ἱερὸν σεσυληκὼς, ἀλλʼ ἀντὶ μὲν τοῦ συλῆσαι τὸ ἱερὸν ἄγων τὰ Πύθια καὶ τοῖς Ἕλλησιν ἐξηγούμενος τὰ μηδὲν ἑαυτῷ προσήκοντα, ἀντὶ δὲ τοῦ τὸ ἐν Δελφοῖς μόνον συλῆσαι δύο μὲν καὶ τριάκοντα ὁμοῦ πόλεων ἱερὰ ἐπὶ Θρᾴκης οὐ σεσυληκὼς, ἀλλʼ ἀνῃρηκὼς, χωρὶς δὲ τούτων ἅπασαν τὴν Ἑλλάδα συλῶν καὶ οὐδὲν ἐξαίρετον ποιούμενος, οὐ νεὼς, οὐκ ἀναθήματα, οὐ τείχη, οὐχ ἵππους, οὐχ ὅπλα, οὐ χρήματα, οὐ σώματα, οὐ λιμένας, οὐ πολιτείαν, ἀλλὰ πάντα ὥσπερ ὑπὸ βροντῆς κινῶν, καὶ τὰ μὲν ἄρδην ἀφανίζων, τοῖς δʼ ὅ τι ἂν βούληται χρώμενος, οὗτος δʼ οὐχὶ δίκην ὀφείλειν δόξει τούτων, ἀλλʼ ὡς εὐεργέτης στεφανώσεται, καὶ ταῦθʼ ὑφʼ ὑμῶν, ὧν τῇ τάξει λελύμανται. εἰ δὲ μὴ, πότε βέλτιον ἐπράττετε, ὅπως δὲ μηδὲν ἀχθεσθῆτε, πότερον ἡνίκα Ἐπαμεινώνδας καὶ Γοργίδας καὶ Πελοπίδας ὑμῶν ἡγοῦντο καὶ Φίλιππον ὁμηρεύοντα ἐγιγνώσκετε, ἢ τούτου παρελθόντος εἰς τὴν ἀρχὴν καὶ ἡνίχʼ ὑμῶν οὗτος ἡγεῖτο τοσαῦτα χαριζόμενος, διʼ ὧν ἔμελλεν εἰσαῦθις ἀσθενεστέροις χρήσεσθαι; οἶμαι δʼ εἰ κατʼ ἀρχὰς εὐθὺς τοῦτον μισθὸν ὑμᾶς Φίλιππος ᾔτησε τῆς βοηθείας, ὑποκύψαι καὶ παραδοῦναι τὴν πόλιν αὑτῷ, μηδένα ἂν τοσούτου τιμήσασθαι τὴν πρὸς Φωκέας φιλονεικίαν.</p><p rend="align(indent)">μὴ τοίνυν ἅ γʼ ἐξ ἀρχῆς οὐκ ἂν ἠνέσχεσθε, ταῦτα νῦν ἀντʼ ἐκείνων δῶτε, ἀλλʼ ἐνθυμεῖσθʼ ὅτι πρῶτον μὲν οὐδὲν ἧττον ὑμῖν ἃ βούλεσθε πέπρακται, ὥστε μηδὲν σφόδρα τούτου δεῖν ἔτι· ἔπειτʼ εἰ καὶ δυοῖν αἵρεσις ἦν, <pb xml:id="v.1.p.740"/> ἄμεινον Φωκεῦσι πολεμεῖν ἢ τοῦτον εἰσφρήσεσθαι. ἐκείνων μὲν γὰρ ἂν καὶ καθʼ ὑμᾶς αὐτοὺς ἐκρατήσατε καὶ μεθʼ ἡμῶν, ὥσπερ Λακεδαιμονίων πρότερον, καί τινʼ ἄλλον ἴσως τρόπον· εἰ δʼ ἅπαξ οὗτος ἐγκρατὴς ὑμῶν ἔσται, οὐκ οἶδʼ ὅ τι μεῖζον παρʼ ὑμῶν αὐτῶν εἰσαῦθις εὑρήσετε. εἶτα κἀκεῖνο μὲν ἦν ἂν μὴ λαβεῖν δίκην παρὰ Φωκέων, τοῦτο δʼ αὐτοὺς σῶσαι μὴ βεβουλῆσθαι. βέλτιον δὲ δήπουθεν ἄλλων φείσασθαι διʼ αὑτοὺς ἢ διʼ ἄλλους αὑτοὺς ἀξιοῦν ἀπολωλέναι. οὐ τοίνυν οὐδʼ ὅσʼ ἐβλασφήμησαν οὗτοι περὶ ἡμῶν οὐδένα νοῦν ἔχει. τί γὰρ ἂν γένοιτο ἀλογώτερον ἢ </p></div><div type="textpart" subtype="Jebb_page" xml:base="urn:cts:greekLit:tlg0284.tlg039.perseus-grc2" n="497"><p> κατηγορεῖν μὲν εἴ τι πρὸς ἀλλήλους ἡμῖν ὑπάρχει δύσκολον, εἰ δέ τι χρηστὸν νῦν πράξομεν συστάντες, ἀσχάλλειν καὶ μὴ συνιέναι τοῖς αὑτῶν λόγοις ἐλεγχομένους; εἰ μὲν γὰρ ὀρθῶς ἐκεῖνα πέπρακται, τί κατηγοροῦσιν; εἰ δʼ ἡμάρτηται, τί οὐ τὰ βελτίω νῦν, ἐπειδή γʼ ἔξεστι, προαιρούμεθα; ὥσπερ γὰρ ἐκεῖνα ἐπιτιμήσεως ἄξια, οὕτω τά γʼ ἐναντία τοῦ κρείττονός ἐστι λόγου. ἡγοῦμαι δὲ νοῦν ἐχόντων εἶναι ὅσα μὲν τῶν ὑπαρχόντων καλῶς ἔχει, ταῦτα καὶ πρὸς τὸ λοιπὸν ἀξιοῦν μιμεῖσθαι καὶ τηρεῖν ὡς οἷόν τε διʼ ἀσφαλείας, ἃ δʼ οὐδʼ ὅλως πεπρᾶχθαι προσῆκε, τούτοις ὡς ἥκιστʼ ἀκολουθεῖν. οὐ γὰρ ἐπεξαμαρτάνειν ἦν ἄρα πάντων ἄριστον, ἀλλʼ ἐξ ἀρχῆς τὰ δέοντα βουλεύεσθαι, τούτων δʼ ἀμφοτέρων μέσον ἂν ἁμάρτημά τι συμβῇ, μεταγνῶναι. καὶ μὴν εἰ μὲν ὥσπερ ἡμῖν πρὸς ὑμᾶς, οὕτω καὶ ὑμῖν εἰς ἡμᾶς πέπρακταί τινα δυσχερῆ, τί μᾶλλον ἡμῶν ἢ ὑμῶν ταῦτα κατηγορήκασιν; εἰ δʼ οὐδὲν πώποτʼ εἰς ἡμᾶς ἡμάρτετε, τοῦ χάριν νῦν ἀξιώσετε πρῶτον, ἐν ᾧ καὶ τὰ ὑμέτερʼ αὐτῶν συμπροήσεσθε; θαυμάζω δʼ εἰ παρʼ αὐτὰ μὲν τὰ ἐγκλήματα καὶ τὰ μέγιστα τῶν ἐναντιωμάτων ἡμεῖς τε παρʼ ὑμᾶς ἦμεν καὶ ὑμεῖς ἡμῖν ἐπεκέχρησθε, ἐπεὶ δʼ ἐκεῖνά τε τῷ χρόνῳ κεκούφισται καὶ ταῦτʼ ἐπʼ ἐκείνοις γεγένηται, εἶτʼ ἐξ ἀρχῆς ἀγανακτήσομεν, καὶ χωρὶς <pb xml:id="v.1.p.741"/> μὲν παραδείγματος σωφρονεῖν ἐπιστησόμεθα, τοσούτων δʼ ὑπαρχόντων οὐδὲν βελτίους ἐσόμεθα. ἀλλʼ εἰ μέν τις τοῖς ἑτέρων παραδείγμασιν ἐχρῆτο ὑπὲρ σωτηρίας, ᾤμεθʼ ἂν δεῖν προσέχειν, παρʼ ἡμῶν δʼ αὐτῶν ἔχοντες τοσαῦτα πῶς οὐ δεινὸν εἰ μὴ χρησόμεθα; καὶ μὴν εἰ μὲν ὅλως οὐδενὸς δεῖ μεμνῆσθαι, τοῦ χάριν ταῦτʼ ἀνακινοῦσιν; εἰ δʼ ὀρθῶς ἔχει, μνημονεύειν ἄμεινον τῶν ἐπὶ σωτηρίᾳ καὶ μὴ τὰ βελτίω παρέντας ἑκόντας ἔχεσθαι τῶν χειρόνων. ἡγοῦμαι δʼ εἰ πάντα τἀναντιώτατα ἡμῖν ἐπέπρακτο πρὸς ἀλλήλους, ἀφʼ οὗ τὰς πόλεις οἰκοῦμεν, καὶ πάντα πρὸς Φίλιππον ὑπῆρχεν οἰκειόταθʼ ὑμῖν ἄχρι τούτου, τήν γε παροῦσαν ἡμέραν εἰκότως ἂν ἅπαντα μεταστῆσαι. ὁ μὲν γὰρ ἐφέστηκεν ὑμῖν τελευταῖα ταῦτα κελεύων βουλεύσασθαι, ἡμεῖς δʼ ἥκομεν συνδιαλύσοντες ἅπαντα τὸν κίνδυνον. ὥστʼ εἴπερ </p></div><div type="textpart" subtype="Jebb_page" xml:base="urn:cts:greekLit:tlg0284.tlg039.perseus-grc2" n="498"><p> ἔδει καὶ μνησικακεῖν, ἐκεῖνός γʼ οὐκ εἴα.</p><p rend="align(indent)">ἡδέως δʼ ἂν ἐροίμην τοὺς τἀναντία πρεσβευομένους, πότερον ἀπὸ τοῦ μέλλοντος χρόνου ταῦτʼ ἀξιοῦσι κριθῆναι, ἢ τοῦ παρελθόντος. εἰ μὲν γὰρ ἀπὸ τοῦ μέλλοντος, τὰ μὲν παρʼ ἡμῶν ἐλευθερία, σωτηρία, τὸ πρώτους ἐν τοῖς Ἕλλησι τετάχθαι, πάντʼ ἐστὶ τὰ κάλλιστα· τὰ δʼ ἐξ ἐκείνου τί τις ἂν λέγοι, πλὴν ὅσον αὐτῷ τρέπειν εἰς κεφαλὴν τοὺς θεούς; ἀλλὰ μὴν εἴ γʼ ἀπὸ τοῦ παρελθόντος χρόνου δεῖ κριθῆναι, δειξάτω πάνθʼ ὅσα πώποτʼ ἔπραξε Φίλιππος εἰς ὑμᾶς δυοῖν βοηθείαιν ἡμετέραιν ἀντάξια, τῆς τε εἰς Ἁλίαρτον προτέρας καὶ τῆς ἐπὶ τὴν φρουρὰν ὕστερον· ὧν ἡ μὲν τῆς Βοιωτίας, ἡ δὲ τῆς Καδμείας Λακεδαιμονίους ἐξήλασεν. ἆρʼ ὅμοια ταῦτα τῷ πρὸς Φωκέας βοηθῆσαι; οὐκ ἴσθʼ ὅτι πρὸς μὲν ἐκείνους ἐκ περιουσίας ἠγωνίζεσθε, ἐν αἷς δʼ ἦτε ἀνάγκαις, τότε οὐδένων ἄλλων πλὴν ἡμῶν ἐδεῖσθε, παρεξετάζετε δὲ καὶ τίνες οἱ Φωκεῖς παρὰ τοὺς Λακεδαιμονίους καὶ πῶς ἔχοντες αὐτῶν <pb xml:id="v.1.p.742"/> ἑκάτεροι. οὐχ οἱ μὲν τῶν Ἑλλήνων ἄρχοντες, οἱ δʼ οὐδένων ἄμεινον πράττοντες; καὶ ἐῶ λέγειν ὅτι Λακεδαιμόνιοι μὲν ὡσπερεὶ διὰ τῆς Ἀττικῆς εἰς τὴν Βοιωτίαν ἐνέβαλον, τὸ ἄστυ παρεξιόντες ἡμῶν, καὶ ταῦτʼ ἀτείχιστον ὂν τὸ κατʼ ἀρχάς· Φιλίππῳ δʼ οὐδὲν ἦν πρᾶγμα ἀπὸ Φωκέων, ἀλλʼ ἐν μέσοις τοῖς αὐτὸς ἑαυτοῦ συμμάχοις εἶχε Φωκέας. ἀλλὰ μὴν οἰκειότερον μὲν τὸ μέλλον ἅπασι τοῦ παρελθόντος—τὸ μὲν γὰρ ἀπηλλοτρίωται καὶ οὔτε χεῖρον οὔτε βέλτιον ἄν τις πράξειεν ὑπʼ αὐτοῦ, τὸ δὲ μέλλον ἐπέρχεται—ἡμεῖς δʼ ἐξ ἀμφοτέρων τῶν καιρῶν τοσοῦτον νικῶμεν, ὥστʼ ἐν μὲν ἐκείνῳ πολὺ τούτου κρείττους περὶ ὑμᾶς γεγενήμεθα, ἐκ δὲ τούτου μία ψῆφος ὑμῖν ἀπόκειται μεθʼ ἡμῶν γίγνεσθαι. οὕτως ἀμφοτέροις νικῶντες τῷ κυριωτέρῳ μειζόνως περίεσμεν. ἀλλὰ γὰρ ἕν τι χρηστὸν ὅμως τῆς πρεσβείας ἐστὶν αὐτοῦ. δείκνυσι γὰρ ὅπως πεφόβηται τὰς πόλεις καὶ ὅτι συστάντων ἡμῶν οὐδʼ ἡντινοῦν ἐλπίδʼ ἔχει περὶ τῶν πραγμάτων. ἡμέτερον τοίνυν ἐστὶν ὁρῶντας τὸν φόβον αὐτοῦ καὶ ὅπη σαθρός ἐστι μηδὲν ἀνεῖναι ῥώμης, ἀλλʼ ἐπικεῖσθαι καὶ παρελέσθαι </p></div><div type="textpart" subtype="Jebb_page" xml:base="urn:cts:greekLit:tlg0284.tlg039.perseus-grc2" n="499"><p> τὰς λαβὰς καὶ μὴ τἀκείνῳ συμφέροντα προκρῖναι. οὐ γὰρ εἴ τι δύσκολον ἡμῖν ὑπάρχει πρὸς ἀλλήλους, τοῦτʼ αὐτὸν ἄγει νῦν ὑπὲρ ὑμῶν ἀγανακτοῦντα, ἀλλʼ ἵνʼ ἀμφοτέροις ἀποχρήσηται, διὰ τοῦτο ταῦτʼ ἀναζητεῖ. ὥσθʼ ὅσῳ ἂν πλεόνων εὐπορήσῃ, τοσούτῳ μᾶλλον ἀπιστητέον αὐτῷ. οὕτω τοίνυν οὐδʼ ἐκεῖνος ὑμῖν πιστεύει, ὥστʼ οὐχ ἁπλῶς αἰτῶν πέπομφε τὴν βοήθειαν, ὡς ἄν τις θαρρῶν τοῖς ὑπάρχουσιν, ἀλλʼ ἑλέσθαι φησὶν ὁπότερα βούλεσθε, ἢ <pb xml:id="v.1.p.743"/> συνεμβαλεῖν εἰς τὴν Ἀττικὴν, ἢ διεῖναι, ὡς ἄν τις μηδετέρου δικαίως τύχοι. λογίζεσθε γὰρ, εἰ μὲν, ὦ ἄνδρες Θηβαῖοι, συνεμβάλοιτε, καὶ τοῦτον τὸν τρόπον αὐτῷ χαρίσασθαι προέλοισθε, πλέονι χείρους γενέσθαι ἢ ʼκεῖνος ἐπήγγελκεν. ὅταν γὰρ ἐκεῖνος μὲν ἐξ ἴσου ποιῆται, ἄν θʼ ἡσυχίαν ἄγειν βούλησθε ἄν τε συστρατεύεσθαι, ὑμεῖς δὲ τὸ μεῖζον αἱρῆσθε, ὃ προστίθετʼ οἶμαι, τοῦτʼ εἰς ὑπερβολὴν φαυλότητος γίγνεται. καίτοι πῶς ἀνεκτὸν, ἢ πῶς δόξαν μετρίαν ἔχον, ὅταν μηδʼ ἀκούειν καθάπαξ τῶν δυναστῶν δέον, καὶ ταῦτʼ ἐπὶ τοῖς Ἕλλησι καὶ τοῖς ὁμοφύλοις, ὑμεῖς ὧν ἐφʼ ὑμῖν ποιοῦνται τὰ μείζω χαρίζησθε καὶ παρέρχηται τὴν χρείαν ἡ προδοσία; ἀλλὰ μὴν εἴ γε διήσετε, οὐκ εἰς χάριν ὑμῖν, ἀλλʼ εἰς ἔγκλημα ἀφίξεται τῷ χρόνῳ. νῦν μὲν γὰρ οἶμαι τὸν καιρὸν θεραπεύων στέρξειν ἐπαγγέλλεται, εἰ δʼ ἀπαλλαγείη τῆς πρὸς ἡμᾶς ἔχθρας, πρόφασιν τὸ μὴ συστρατεύσασθαι ποιήσεται. καὶ τοῦτο παρʼ αὐτῶν τῶν ἤδη συμβεβηκότων ἔξεστι μαθεῖν. ὑμῖν γὰρ, ὦ ἄνδρες Θηβαῖοι, Λακεδαιμόνιοι τοῦτό ποτʼ ἐγκαλέσαντες τὸ μὴ συνεισβαλεῖν εἰς τὸν Πειραιᾶ εἰς πόλεμον κατέστησαν. καὶ ὅτι παῖδες Λακεδαιμόνιοι πρὸς Φίλιππον εἰς δεινότητος λόγον καὶ τοῦ κακουργεῖν πάντες σύνισμεν δή που. καὶ μὴν κἀκεῖνο ἴσμεν περὶ Λακεδαιμονίων, ἐπεὶ καὶ τούτων ἐμνήσθην, ὅτι ἡνίκα μὲν τὸν πόλεμον τὸν πρὸς ἡμᾶς ἐπολέμουν, ὑπὲρ τῆς τῶν Ἑλλήνων ἔφασκον ἐλευθερίας πολεμεῖν, καὶ τούτῳ τοὺς πολλοὺς προσήγοντο· ἐπειδὴ δʼ ἔπραξαν ἃ ἐβούλοντο, ἐπʼ αὐτοὺς τοὺς συμμάχους πρώτους ἐτράποντο καὶ τὸν πόλεμον εἰς ἐκείνους μετέστησαν. </p></div></div></body></text></TEI>