<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0284.tlg038.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Jebb_page" xml:base="urn:cts:greekLit:tlg0284.tlg038.perseus-grc2" n="489"><p> ἀξιοῖ τὰς Θήβας ἔχειν, κλητεύσετʼ αὐτὸν εἰς τοὺς Ἕλληνας, ἢ τί χρήσεσθε; τί δʼ ἂν διαστήσας τὰς πόλεις καὶ φανεροὺς ἐπιδείξας ὑμᾶς ἐκ τοῦ φανεροῦ διιέντας, ἐπʼ αὐτοὺς ὑμᾶς τρέπηται προτέρους, ποῦ τὸ καθʼ ὑμᾶς θήσετε; εἰ μὲν τοίνυν τοῖς ἴσοις ὑμᾶς ἀμυνούμεθα, οὐ βοηθήσομεν, εἰ δʼ οὐδὲν μᾶλλον μνησικακήσομεν, πῶς οὐκ εἰς ἔσχατον αἰσχύνης ἀφίξεσθε; εἶεν. διεῖναι μὲν δὴ διὰ ταῦτα οὐκ ἔστιν ἁπλῶς, λοιπὸν δʼ ἐστὶ συνεισβαλεῖν <pb xml:id="v.1.p.728"/> καὶ κινδυνεύειν, εἴπερ ἐκεῖνος ὑμῖν ἢ ὑμεῖς ἐκείνῳ πιστεύειν μέλλετε. σκοπεῖτε δὴ πότερον βελτίους ἂν εἴητε ὑπὲρ τῆς δουλείας τῆς ὑμετέρας αὐτῶν καὶ τῶν ἄλλων Ἑλλήνων κινδυνεύοντες, ἢ παρόντος τοῦ κινδυνεύειν ὑπὲρ τῆς ἐλευθερίας τῆς θʼ ὑμετέρας αὐτῶν καὶ τῶν ἄλλων τούτῳ χρώμενοι. ἡγοῦμαι δʼ εἰ μὲν συνεισβάλοιτε, πλείους ἐλπίδας ὑμῖν εἶναι κρατηθεῖσιν ἐλευθέροις γενέσθαι ἢ νικῶσιν. ἡμεῖς μὲν γὰρ ἐγκλήματα πολλοῖς ἤδη παρήκαμεν, Φίλιππος δʼ ὧνπερ φίλος, τῶν αὐτῶν καὶ δεσπότης ἐστί. καὶ μὴν καὶ τὴν συμμαχίαν πρὸς μὲν ἡμᾶς ἐν τῇ ἴσῃ δή που καὶ ὁμοίᾳ ποιήσεσθε ὥσπερ ἀεί· Φιλίππῳ δʼ ἀκολουθεῖν ἀνάγκη. τοῦτο δὲ ὅσον διαφέρει γνῶτε. εἰ μὲν γὰρ ἡμεῖς πέμψαντες, μὴ γένοιτο δὲ οὐδʼ ἔσται, τοσοῦτον εἴποιμεν πρὸς Φίλιππον, ὅτι ἀκολουθεῖν ἐγνώκαμεν αὐτῷ καὶ ὑπηρετεῖν ὅ τι ἂν παραγγέλλῃ, ἔσθʼ ὑπὲρ οὗ λοιπὸν ἡμῖν ἀξιώσει πολεμεῖν; οὐδʼ ἂν εἷς εἴποι. οὐκοῦν οὐ μικρόν τι μέρος προΐεσθε, ἀλλὰ τοσούτῳ χεῖρον περὶ ὑμῶν αὐτῶν ἢ περὶ ἡμῶν βουλεύσεσθε, ὥσθʼ ἡμῖν μὲν, εἰ μηδὲν ἄλλο, τὸ γοῦν ἀγωνίσασθαι περὶ τῆς ἐλευθερίας λείπεται, ὑμᾶς δὲ δεῖ πρότερον δουλεύειν συγκεχωρηκέναι, πρὶν παρατάξασθαι πρὸς ἡμᾶς. εἶθʼ ὃ τοῦ πολεμοῦντας ἁμαρτεῖν ἐστι πέρας, τοῦτʼ ἐξ ἀρχῆς ὑμῖν αὐτοῖς ἀναθήσετε, καὶ τοῖς τοῦ πολέμου κινδύνοις τὰς τῆς προδοσίας ἀδοξίας ἀναμίξετε; μηδαμῶς· ἀλλʼ ἐνθυμηθέντες παρʼ ὑμῖν αὐτοῖς ὅτι Φίλιππον μὲν αἱρούμενοι, βάρβαρον ἄνθρωπον καὶ <pb xml:id="v.1.p.729"/> φύσει κεχωρισμένον αἱρεῖσθε, κἂν διαρραγῇ τὰ Πύθια <pb xml:id="v.1.p.730"/> ἐξορχούμενος, καὶ πρὸς τούτοις τύραννον καὶ ἀλάστορα </p></div><div type="textpart" subtype="Jebb_page" xml:base="urn:cts:greekLit:tlg0284.tlg038.perseus-grc2" n="490"><p> τῆς Ἑλλάδος καὶ νῦν ἐφʼ ὑμᾶς ἥκοντα, ἡμᾶς δʼ οἰκειούμενοι πρῶτον μὲν Ἕλληνας καὶ ὁμοφύλους, ἔπειτʼ ἀστυγείτονας καὶ συνήθεις ἐκ παλαιοῦ καὶ νῦν ὑπὲρ ὑμῶν πεφοβημένους οἰκειοῦσθε, χρήσασθε τῷ καιρῷ, σκεψάμενοι πρὸς ἅπασι τοῖς ἄλλοις καὶ τὸ τῆς πρεσβείας ἑκατέρας σχῆμα. ἡμεῖς μὲν τοίνυν ἐν ἐλευθερίᾳ καὶ νόμοις τραφέντες παραπλησίοις ὑμῖν ἥκομεν αὐτοί τε ὑπὲρ τούτων ἕτοιμοι παρατάττεσθαι καὶ ὑμᾶς ἀξιοῦντες τοιούτους ἑτέρους εἶναι· τούτων δʼ οἱ μὲν προδόται τῶν ἑαυτῶν πατρίδων ἥκουσιν, αἰσχρὸν παράδειγμα πᾶσι τοῖς Ἕλλησιν, οἱ δʼ ὑπʼ ἀνάγκης ἀπεσταλμένοι, ἥδιστʼ ἂν εἰ κύριοι νεύματος ἦσαν, αὐτὰ τἀναντία ὑμῖν προδείξοντες. καίτοι πότερʼ ὑμεῖς Θετταλοὺς εἰς ἐλευθερίαν ἐξαιρούμενοι βελτίους ἂν εἴητε, ἢ οὗτοι πείθοντες ὑμᾶς εἰς τὴν δουλείαν ἑαυτοῖς συνεμβῆναι; σκέψασθε δὴ κἀκεῖνο, εἰ περιῆν Ἐπαμεινώνδας, πότερʼ ἂν τούτων ὑμῖν συνεβούλευε, πότερον συγκαταδουλοῦσθαι τοὺς Ἕλληνας Φιλίππῳ καὶ ζῆν ἐν προσθήκης μέρει τούτῳ, ὅς ποθʼ ὡμήρευε παρʼ ὑμῖν, ἢ τἀναντία τούτων; νῦν τοίνυν ἀντʼ ἐκείνου τὴν ἐκείνου δόξαν αἰσχυνθέντες καὶ τὴν ἐν Λεύκτροις μάχην, εὐξάμενοι τῷ Διὶ τῷ ἐλευθερίῳ καὶ Ἡρακλεῖ τῷ ἀλεξικάκῳ καὶ Ἀπόλλωνι τῷ Πυθίῳ καὶ Ἰσμηνίῳ καὶ θεοῖς καὶ ἥρωσι τοῖς κοινοῖς τῶν Ἑλλήνων, ἀξιώσατε ὑμᾶς αὐτοὺς μεθʼ ἡμῶν ὀφθῆναι· καὶ πειραθῶμεν τοῖς μεθʼ ἡμᾶς ἀρετῆς παραδείγματα μὴ χείρω καταλιπεῖν ἢ παρὰ τῶν <pb xml:id="v.1.p.731"/> προτέρων αὐτοὶ παρελάβομεν. οὕτως εἰ προσθῇ τις ἀπὸ τῆς στρατείας, θαρρῶμεν, ἐπειγώμεθα· εἰ δέ τις ᾤετο τοῖς πωλοῦσι τὰς πατρίδας μόνοις εἶναι θαρρεῖν, οὐκ ὀρθῶς ἐγίγνωσκεν.</p></div></div></body></text></TEI>