δʼ οὐδεὶς οὐδὲ κινεῖται, ἀλλʼ ὥσπερ ἄνω καταρρακτῶν ἢ περὶ τὴν ἐρυθρὰν τούτων γιγνομένων, ἢ πρὸς ἅπαντας ἀνθρώπους μᾶλλον ἢ πρὸς ἡμᾶς ὄντων, ὕπνος θαυμαστὸς ἅπασι καὶ ῥᾳθυμία κατακέχυται, καὶ καθάπερ τὰ ἐν ταῖς ἱστορίαις παράδοξα οὕτως ἀκούομεν, θαυμάζοντες τὰ γιγνόμενα, οὐχ ὅπως παύσεται ζητοῦντες· καὶ γέγονε πάνθʼ ὥσπερ ἐν Εὐρίπῳ τὰ τῶν Ἑλλήνων πράγματα, νύκια καὶ ἡμέραν ἄνω καὶ κάτω στρεφόμενα, καὶ κατέχει συνήθης ἀκοὴ τῶν κακῶν, ἐν πορθμῷ Φίλιππος, ἐν Μεγάροις Φίλιππος, Ἀρκαδία νοσεῖ, Χαλκιδεῖς ἀπολώλασι, Θετταλία δεδούλωται, πολιορκεῖ Βυζάντιον, Ἦλιν εἴληφεν, Ὁμήρου κατάλογος ἁρπαζομένων γέγονε τῶν Ἑλλήνων. καὶ τοσούτων χρημάτων καὶ σωμάτων καὶ τόπων ἀπολωλότων καὶ πάντων πάντα σεσυλημένων οὐδέν ἐστι τῶν πάντων φοβερώτερον οὐδʼ ἐφʼ ᾧ μεῖζον ἄν τις στενάξειεν ἢ ὅτι τὰς γνώμας ἡμῶν καὶ τὸ λογίζεσθαι σεσύληκε, καὶ τοσαύτῃ φαρμάκων περιουσίᾳ καὶ γοητείᾳ κέχρηται ὥστε πάντας ἅπαντʼ αὐτῷ καθʼ αὑτῶν συμπράττειν ἀναπέπεικεν, ὥσπερ ἐὰν ἀπόλωνται κερδανοῦντας, καὶ γέγονε τῶν Ἑλλήνων ἔρις ὅστις πρότερος ἐκείνου γένηται, καὶ περίεστι τοσοῦτον ἡμῖν, ὅσον τοῖς ἐκ πληγῆς ἤ τινος ἄλλου κακοῦ σφαλλομένοις βαδίζουσιν οἷς τὸ μὲν κατενεχθήσεσθαι πρόδηλον, τὸ δὲ μέλλειν ἔτι, τοῦτʼ ἐστὶν ἡ δύναμις. ὁ δʼ ὥσπερ τυφὼς ἢ πρηστὴρ ἐμπεσὼν ἐλαύνει κατάκρας αἰγίδι λαμπρᾷ πάντα τὰ πράγματα, οὐδὲν παριεὶς, τοῖς μὲν ὅπλα, τοῖς δὲ λόγους προσφέρων, μόνον οὐκ ἐπαναγκάζων ἅπαντας ἀναστῆναι. ἀλλʼ ὅμως οὐδείς πω τοῦθʼ ὑπήκουσεν αὐτῷ, ἀλλʼ ὥσπερ ὁμίχλης ἢ ζόφου πάντα κατειληφότος οὔθʼ ἡμᾶς αὐτοὺς οὔτʼ ἐκεῖνον γνῶναι δυνάμεθα, ἀλλʼ εἰδότες μὲν τὸ μέλλον, οὐ βουλόμενοι δὲ εἰδέναι δοκεῖν, ἑκούσιοι τὰς ἀνάγκας ἀναμένομεν. καὶ φάσματος μὲν ἄλλου του συμβάντος οἷα κατʼ οὐρανὸν, ἢ σεισμῶν ἢ πνευμάτων ἔξω τοῦ μετρίου κατασχόντων, ἔδει μὲν δεδιέναι πάντας, ἔδει δʼ ἀλλήλους συγκαλεῖν, ἰέναι δὲ θεωροὺς εἰς Δελφοὺς καὶ Δωδώνην καὶ παρʼ Ἀμφιάρεων περὶ σωτηρίας, Φιλίππου δʼ ἐπιπολάζοντος τοσοῦτον ἤδη χρόνον καὶ τὴν Ἑλλάδα ἐκ βάθρων κινοῦντος καὶ τοσαύτην γῆν ἐπερχομένου, ὅσην οὐδέπω κῦμα ἐπέκλυσεν, οὐδεὶς οὐ λόγος, οὐ σύλλογος, οὐκ εὐχὴ πρέπουσα, οὐκ ἐρώτημα Ἑλληνικὸν, ἀλλʼ ὥσπερ νεφέλῃ κεκαλυμμένος, ἢ τὴν τῶν ποιητῶν ἄτοπον κυνῆν περικείμενος, δρᾶσαι φανερὸς, παθεῖν δʼ ἀφανὴς, περιέρχεται δημαγωγῶν τοὺς Ἕλληνας, πάντα ἐκζητῶν, πάντα εὑρίσκων εἴ τί τῳ πέπρακται δυσχερὲς εἰς τὸ πλησίον, εἰ ῥῆμά τις ἔφθεγκται μόνον, διαβάλλων ἐν μέρει πάντας, ὥσπερ παισὶ τοῖς Ἕλλησι διαλεγόμενος. σοὶ δὲ τί τούτων, ὦ κακῶς ἀμφικτύων; ἅπαντα ταῦθʼ ἕν ἐστι, δεινὸν πλεονάζων Φίλιππος. τίνες οὖν ἄλλοι ταῦτα κωλύσουσι; τίνων, ὦ ἄνδρες Θηβαῖοι, χρὴ τοῦτο γενέσθαι τὸ ἕρμαιον; ἡμῖν τὰς ἀνάγκας ταύτας οἱ θεοὶ προὐξενήκασι. σκέψασθε δὴ καὶ περὶ τῆς παλαιᾶς αἰτίας ὡς καλῶς αὐτὴν ἀπελύσασθε, λέγοντες οὐκ εἶναι τὴν πόλιν αὑτῆς, ἀλλὰ τοὺς κρατοῦντας τῶν πραγμάτων μηδίσαι. τούτοις μέντοι τοῖς λόγοις οὐκ ἀκολουθεῖ τὸ νυνὶ δέξασθαι Φίλιππον. ἀλλʼ ἢ κἀκεῖνα δεῖ ψεύδεσθαι δοκεῖν, ἢ τούτοις λόγος οὐ λείπεται. ὅτι τοίνυν οὐκ ἔστιν ἐφʼ ὑμῖν, οὐδʼ ἐὰν βούλησθε, ἁμαρτεῖν σκέψασθε. νυνὶ δυοῖν θάτερον αἰτεῖ Φίλιππος, ἢ συνεμβαλεῖν, ἢ διεῖναι. διέντες μὲν τοίνυν ἡμᾶς μὲν ὁμοίως προδεδώκατε, ἐκείνῳ δʼ οὐχ ὅσον βούλεται χαρίζεσθε. ὥσθʼ ἥ τε παρʼ ἡμῶν ὑπάρχει μέμψις καὶ ἡ παρʼ ἐκείνου προσγίγνεται. ἂν οὖν διοικήσηται τὰ πρὸς ἡμᾶς, ἔστʼ ἐφʼ ὅτους πρώτους εἶσιν ἢ ὑμᾶς; ἢ τοῦτο μὲν κἂν εἰ μηδὲν ἔχοι μέμψασθαι πρόδηλον, πρὸς Διὸς, ἂν δʼ εἰσέλθῃ μὲν ὡς εὔνους καὶ φίλος, εἰσελθὼν δʼ ἔχῃ καὶ μὴ ἀνίῃ τὴν πόλιν—ἴσμεν δʼ ὃν τρόπον εἴληφε Φερὰς καὶ χωρὶς τῶν Φερῶν ἴσμεν ὃν τρόπον Φοιβίδας ἔσχε τὴν Καδμείαν ταυτηνὶ—ἂν οὖν ὡς τότʼ ἐκεῖνος παριὼν ὡς ἐπʼ Ὀλύνθου τὸ πρῶτον ἕρμαιον ἠξίωσε μὴ παρεῖναι, οὕτω καὶ νῦν οὗτος πρὶν εἰς Ἀττικὴν ἐλθεῖν, ἀξιοῖ τὰς Θήβας ἔχειν, κλητεύσετʼ αὐτὸν εἰς τοὺς Ἕλληνας, ἢ τί χρήσεσθε; τί δʼ ἂν διαστήσας τὰς πόλεις καὶ φανεροὺς ἐπιδείξας ὑμᾶς ἐκ τοῦ φανεροῦ διιέντας, ἐπʼ αὐτοὺς ὑμᾶς τρέπηται προτέρους, ποῦ τὸ καθʼ ὑμᾶς θήσετε; εἰ μὲν τοίνυν τοῖς ἴσοις ὑμᾶς ἀμυνούμεθα, οὐ βοηθήσομεν, εἰ δʼ οὐδὲν μᾶλλον μνησικακήσομεν, πῶς οὐκ εἰς ἔσχατον αἰσχύνης ἀφίξεσθε; εἶεν. διεῖναι μὲν δὴ διὰ ταῦτα οὐκ ἔστιν ἁπλῶς, λοιπὸν δʼ ἐστὶ συνεισβαλεῖν καὶ κινδυνεύειν, εἴπερ ἐκεῖνος ὑμῖν ἢ ὑμεῖς ἐκείνῳ πιστεύειν μέλλετε. σκοπεῖτε δὴ πότερον βελτίους ἂν εἴητε ὑπὲρ τῆς δουλείας τῆς ὑμετέρας αὐτῶν καὶ τῶν ἄλλων Ἑλλήνων κινδυνεύοντες, ἢ παρόντος τοῦ κινδυνεύειν ὑπὲρ τῆς ἐλευθερίας τῆς θʼ ὑμετέρας αὐτῶν καὶ τῶν ἄλλων τούτῳ χρώμενοι. ἡγοῦμαι δʼ εἰ μὲν συνεισβάλοιτε, πλείους ἐλπίδας ὑμῖν εἶναι κρατηθεῖσιν ἐλευθέροις γενέσθαι ἢ νικῶσιν. ἡμεῖς μὲν γὰρ ἐγκλήματα πολλοῖς ἤδη παρήκαμεν, Φίλιππος δʼ ὧνπερ φίλος, τῶν αὐτῶν καὶ δεσπότης ἐστί. καὶ μὴν καὶ τὴν συμμαχίαν πρὸς μὲν ἡμᾶς ἐν τῇ ἴσῃ δή που καὶ ὁμοίᾳ ποιήσεσθε ὥσπερ ἀεί· Φιλίππῳ δʼ ἀκολουθεῖν ἀνάγκη. τοῦτο δὲ ὅσον διαφέρει γνῶτε. εἰ μὲν γὰρ ἡμεῖς πέμψαντες, μὴ γένοιτο δὲ οὐδʼ ἔσται, τοσοῦτον εἴποιμεν πρὸς Φίλιππον, ὅτι ἀκολουθεῖν ἐγνώκαμεν αὐτῷ καὶ ὑπηρετεῖν ὅ τι ἂν παραγγέλλῃ, ἔσθʼ ὑπὲρ οὗ λοιπὸν ἡμῖν ἀξιώσει πολεμεῖν; οὐδʼ ἂν εἷς εἴποι. οὐκοῦν οὐ μικρόν τι μέρος προΐεσθε, ἀλλὰ τοσούτῳ χεῖρον περὶ ὑμῶν αὐτῶν ἢ περὶ ἡμῶν βουλεύσεσθε, ὥσθʼ ἡμῖν μὲν, εἰ μηδὲν ἄλλο, τὸ γοῦν ἀγωνίσασθαι περὶ τῆς ἐλευθερίας λείπεται, ὑμᾶς δὲ δεῖ πρότερον δουλεύειν συγκεχωρηκέναι, πρὶν παρατάξασθαι πρὸς ἡμᾶς. εἶθʼ ὃ τοῦ πολεμοῦντας ἁμαρτεῖν ἐστι πέρας, τοῦτʼ ἐξ ἀρχῆς ὑμῖν αὐτοῖς ἀναθήσετε, καὶ τοῖς τοῦ πολέμου κινδύνοις τὰς τῆς προδοσίας ἀδοξίας ἀναμίξετε; μηδαμῶς· ἀλλʼ ἐνθυμηθέντες παρʼ ὑμῖν αὐτοῖς ὅτι Φίλιππον μὲν αἱρούμενοι, βάρβαρον ἄνθρωπον καὶ φύσει κεχωρισμένον αἱρεῖσθε, κἂν διαρραγῇ τὰ Πύθια ἐξορχούμενος, καὶ πρὸς τούτοις τύραννον καὶ ἀλάστορα τῆς Ἑλλάδος καὶ νῦν ἐφʼ ὑμᾶς ἥκοντα, ἡμᾶς δʼ οἰκειούμενοι πρῶτον μὲν Ἕλληνας καὶ ὁμοφύλους, ἔπειτʼ ἀστυγείτονας καὶ συνήθεις ἐκ παλαιοῦ καὶ νῦν ὑπὲρ ὑμῶν πεφοβημένους οἰκειοῦσθε, χρήσασθε τῷ καιρῷ, σκεψάμενοι πρὸς ἅπασι τοῖς ἄλλοις καὶ τὸ τῆς πρεσβείας ἑκατέρας σχῆμα. ἡμεῖς μὲν τοίνυν ἐν ἐλευθερίᾳ καὶ νόμοις τραφέντες παραπλησίοις ὑμῖν ἥκομεν αὐτοί τε ὑπὲρ τούτων ἕτοιμοι παρατάττεσθαι καὶ ὑμᾶς ἀξιοῦντες τοιούτους ἑτέρους εἶναι· τούτων δʼ οἱ μὲν προδόται τῶν ἑαυτῶν πατρίδων ἥκουσιν, αἰσχρὸν παράδειγμα πᾶσι τοῖς Ἕλλησιν, οἱ δʼ ὑπʼ ἀνάγκης ἀπεσταλμένοι, ἥδιστʼ ἂν εἰ κύριοι νεύματος ἦσαν, αὐτὰ τἀναντία ὑμῖν προδείξοντες. καίτοι πότερʼ ὑμεῖς Θετταλοὺς εἰς ἐλευθερίαν ἐξαιρούμενοι βελτίους ἂν εἴητε, ἢ οὗτοι πείθοντες ὑμᾶς εἰς τὴν δουλείαν ἑαυτοῖς συνεμβῆναι; σκέψασθε δὴ κἀκεῖνο, εἰ περιῆν Ἐπαμεινώνδας, πότερʼ ἂν τούτων ὑμῖν συνεβούλευε, πότερον συγκαταδουλοῦσθαι τοὺς Ἕλληνας Φιλίππῳ καὶ ζῆν ἐν προσθήκης μέρει τούτῳ, ὅς ποθʼ ὡμήρευε παρʼ ὑμῖν, ἢ τἀναντία τούτων; νῦν τοίνυν ἀντʼ ἐκείνου τὴν ἐκείνου δόξαν αἰσχυνθέντες καὶ τὴν ἐν Λεύκτροις μάχην, εὐξάμενοι τῷ Διὶ τῷ ἐλευθερίῳ καὶ Ἡρακλεῖ τῷ ἀλεξικάκῳ καὶ Ἀπόλλωνι τῷ Πυθίῳ καὶ Ἰσμηνίῳ καὶ θεοῖς καὶ ἥρωσι τοῖς κοινοῖς τῶν Ἑλλήνων, ἀξιώσατε ὑμᾶς αὐτοὺς μεθʼ ἡμῶν ὀφθῆναι· καὶ πειραθῶμεν τοῖς μεθʼ ἡμᾶς ἀρετῆς παραδείγματα μὴ χείρω καταλιπεῖν ἢ παρὰ τῶν προτέρων αὐτοὶ παρελάβομεν. οὕτως εἰ προσθῇ τις ἀπὸ τῆς στρατείας, θαρρῶμεν, ἐπειγώμεθα· εἰ δέ τις ᾤετο τοῖς πωλοῦσι τὰς πατρίδας μόνοις εἶναι θαρρεῖν, οὐκ ὀρθῶς ἐγίγνωσκεν.