δʼ οὐδεὶς οὐδὲ κινεῖται, ἀλλʼ ὥσπερ ἄνω καταρρακτῶν ἢ περὶ τὴν ἐρυθρὰν τούτων γιγνομένων, ἢ πρὸς ἅπαντας ἀνθρώπους μᾶλλον ἢ πρὸς ἡμᾶς ὄντων, ὕπνος θαυμαστὸς ἅπασι καὶ ῥᾳθυμία κατακέχυται, καὶ καθάπερ τὰ ἐν ταῖς ἱστορίαις παράδοξα οὕτως ἀκούομεν, θαυμάζοντες τὰ γιγνόμενα, οὐχ ὅπως παύσεται ζητοῦντες· καὶ γέγονε πάνθʼ ὥσπερ ἐν Εὐρίπῳ τὰ τῶν Ἑλλήνων πράγματα, νύκια καὶ ἡμέραν ἄνω καὶ κάτω στρεφόμενα, καὶ κατέχει συνήθης ἀκοὴ τῶν κακῶν, ἐν πορθμῷ Φίλιππος, ἐν Μεγάροις Φίλιππος, Ἀρκαδία νοσεῖ, Χαλκιδεῖς ἀπολώλασι, Θετταλία δεδούλωται, πολιορκεῖ Βυζάντιον, Ἦλιν εἴληφεν, Ὁμήρου κατάλογος ἁρπαζομένων γέγονε τῶν Ἑλλήνων. καὶ τοσούτων χρημάτων καὶ σωμάτων καὶ τόπων ἀπολωλότων καὶ πάντων πάντα σεσυλημένων οὐδέν ἐστι τῶν πάντων φοβερώτερον οὐδʼ ἐφʼ ᾧ μεῖζον ἄν τις στενάξειεν ἢ ὅτι τὰς γνώμας ἡμῶν καὶ τὸ λογίζεσθαι σεσύληκε, καὶ τοσαύτῃ φαρμάκων περιουσίᾳ καὶ γοητείᾳ κέχρηται ὥστε πάντας ἅπαντʼ αὐτῷ καθʼ αὑτῶν συμπράττειν ἀναπέπεικεν, ὥσπερ ἐὰν ἀπόλωνται κερδανοῦντας, καὶ γέγονε τῶν Ἑλλήνων ἔρις ὅστις πρότερος ἐκείνου γένηται, καὶ περίεστι τοσοῦτον ἡμῖν, ὅσον τοῖς ἐκ πληγῆς ἤ τινος ἄλλου κακοῦ σφαλλομένοις βαδίζουσιν οἷς τὸ μὲν κατενεχθήσεσθαι πρόδηλον, τὸ δὲ μέλλειν ἔτι, τοῦτʼ ἐστὶν ἡ δύναμις. ὁ δʼ ὥσπερ τυφὼς ἢ πρηστὴρ ἐμπεσὼν ἐλαύνει κατάκρας αἰγίδι λαμπρᾷ πάντα τὰ πράγματα, οὐδὲν παριεὶς, τοῖς μὲν ὅπλα, τοῖς δὲ λόγους προσφέρων, μόνον οὐκ ἐπαναγκάζων ἅπαντας ἀναστῆναι. ἀλλʼ ὅμως οὐδείς πω τοῦθʼ ὑπήκουσεν αὐτῷ, ἀλλʼ ὥσπερ ὁμίχλης ἢ ζόφου πάντα κατειληφότος οὔθʼ ἡμᾶς αὐτοὺς οὔτʼ ἐκεῖνον γνῶναι δυνάμεθα, ἀλλʼ εἰδότες μὲν τὸ μέλλον, οὐ βουλόμενοι δὲ εἰδέναι δοκεῖν, ἑκούσιοι τὰς ἀνάγκας ἀναμένομεν. καὶ φάσματος μὲν ἄλλου του συμβάντος οἷα κατʼ οὐρανὸν, ἢ σεισμῶν ἢ πνευμάτων ἔξω τοῦ μετρίου κατασχόντων, ἔδει μὲν δεδιέναι πάντας, ἔδει δʼ ἀλλήλους συγκαλεῖν, ἰέναι δὲ θεωροὺς εἰς Δελφοὺς καὶ Δωδώνην καὶ παρʼ Ἀμφιάρεων περὶ σωτηρίας, Φιλίππου δʼ ἐπιπολάζοντος τοσοῦτον ἤδη χρόνον καὶ τὴν Ἑλλάδα ἐκ βάθρων κινοῦντος καὶ τοσαύτην γῆν ἐπερχομένου, ὅσην οὐδέπω κῦμα ἐπέκλυσεν, οὐδεὶς οὐ λόγος, οὐ σύλλογος, οὐκ εὐχὴ πρέπουσα, οὐκ ἐρώτημα Ἑλληνικὸν, ἀλλʼ ὥσπερ νεφέλῃ κεκαλυμμένος, ἢ τὴν τῶν ποιητῶν ἄτοπον κυνῆν περικείμενος, δρᾶσαι φανερὸς, παθεῖν δʼ ἀφανὴς, περιέρχεται δημαγωγῶν τοὺς Ἕλληνας, πάντα ἐκζητῶν, πάντα εὑρίσκων εἴ τί τῳ πέπρακται δυσχερὲς εἰς τὸ πλησίον, εἰ ῥῆμά τις ἔφθεγκται μόνον, διαβάλλων ἐν μέρει πάντας, ὥσπερ παισὶ τοῖς Ἕλλησι διαλεγόμενος. σοὶ δὲ τί τούτων, ὦ κακῶς ἀμφικτύων; ἅπαντα ταῦθʼ ἕν ἐστι, δεινὸν πλεονάζων Φίλιππος. τίνες οὖν ἄλλοι ταῦτα κωλύσουσι; τίνων, ὦ ἄνδρες Θηβαῖοι, χρὴ τοῦτο γενέσθαι τὸ ἕρμαιον; ἡμῖν τὰς ἀνάγκας ταύτας οἱ θεοὶ προὐξενήκασι. σκέψασθε δὴ καὶ περὶ τῆς παλαιᾶς αἰτίας ὡς καλῶς αὐτὴν ἀπελύσασθε, λέγοντες οὐκ εἶναι τὴν πόλιν αὑτῆς, ἀλλὰ τοὺς κρατοῦντας τῶν πραγμάτων μηδίσαι. τούτοις μέντοι τοῖς λόγοις οὐκ ἀκολουθεῖ τὸ νυνὶ δέξασθαι Φίλιππον. ἀλλʼ ἢ κἀκεῖνα δεῖ ψεύδεσθαι δοκεῖν, ἢ τούτοις λόγος οὐ λείπεται. ὅτι τοίνυν οὐκ ἔστιν ἐφʼ ὑμῖν, οὐδʼ ἐὰν βούλησθε, ἁμαρτεῖν σκέψασθε. νυνὶ δυοῖν θάτερον αἰτεῖ Φίλιππος, ἢ συνεμβαλεῖν, ἢ διεῖναι. διέντες μὲν τοίνυν ἡμᾶς μὲν ὁμοίως προδεδώκατε, ἐκείνῳ δʼ οὐχ ὅσον βούλεται χαρίζεσθε. ὥσθʼ ἥ τε παρʼ ἡμῶν ὑπάρχει μέμψις καὶ ἡ παρʼ ἐκείνου προσγίγνεται. ἂν οὖν διοικήσηται τὰ πρὸς ἡμᾶς, ἔστʼ ἐφʼ ὅτους πρώτους εἶσιν ἢ ὑμᾶς; ἢ τοῦτο μὲν κἂν εἰ μηδὲν ἔχοι μέμψασθαι πρόδηλον, πρὸς Διὸς, ἂν δʼ εἰσέλθῃ μὲν ὡς εὔνους καὶ φίλος, εἰσελθὼν δʼ ἔχῃ καὶ μὴ ἀνίῃ τὴν πόλιν—ἴσμεν δʼ ὃν τρόπον εἴληφε Φερὰς καὶ χωρὶς τῶν Φερῶν ἴσμεν ὃν τρόπον Φοιβίδας ἔσχε τὴν Καδμείαν ταυτηνὶ—ἂν οὖν ὡς τότʼ ἐκεῖνος παριὼν ὡς ἐπʼ Ὀλύνθου τὸ πρῶτον ἕρμαιον ἠξίωσε μὴ παρεῖναι, οὕτω καὶ νῦν οὗτος πρὶν εἰς Ἀττικὴν ἐλθεῖν,