<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0284.tlg038.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Jebb_page" xml:base="urn:cts:greekLit:tlg0284.tlg038.perseus-grc2" n="485"><p> μὲν σώζειν ὑμᾶς ἐγνωκέναι, λόγῳ δʼ ὀκνῆσαι διδάξαι τὰ δέοντα, ἄλλως τε καὶ προσδοκίας οὔσης ἐγχειριεῖν ἐκεῖνον διαστρέφειν τἀληθὲς, ὅπερ εὑρήκαμεν. πρὸς μὲν οὖν τὴν πρεσβείαν, οἶμαι, τὴν παρʼ ἐκείνου πρέσβεων ἡμετέρων ἔδει, τῷ δὲ στρατεύματι στράτευμα ἀντιπροσέρχεται. εἰ <pb xml:id="v.1.p.722"/> δέ τις ἡγεῖται παράδοξον ἡμᾶς ὑπὲρ ὑμῶν πεφοβημένους ἥκειν, ἐνθυμείσθω κἀκεῖνο, ὡς παράδοξον Φίλιππον ἐφʼ ἡμᾶς ὑπὲρ τῶν ὑμετέρων ἐγκλημάτων ἔρχεσθαι. μὴ τοίνυν δυοῖν παραδόξοιν ὃ μέν ἐστι καθʼ ὑμῶν ἰσχυρὸν ποιήσητε, ὃ δʼ εἰς σωτηρίαν ὑπάρχει διαφθείρητε. ἡμεῖς δὲ πῶς οὐκ ἐμέλλομεν αἰσχυνεῖσθαι, εἰ Βυζαντίους μὲν πρώην ἀφειλόμεθα κινδύνου καὶ Περινθίους καὶ Χερρονησίτας, ἔτι δʼ Εὐβοέας καὶ Χαλκιδέας, τό γʼ ἐφʼ ἡμῖν, ἔχοντες εἰπεῖν περὶ πάντων τούτων ὡς οὐ κάλλισθʼ ἡμᾶς ἐδεδράκεσαν, ὑμᾶς δὲ ψυχρῶν ἂν ἕνεκʼ ἐγκλημάτων περιίδοιμεν πᾶσι τοῖς οὖσι κινδυνεύοντας· ὧν τίς συνηθέστερος ἡμῖν ἐν ἅπασι τοῖς Ἕλλησι; θαυμάζω δὲ Πύθωνος, εἰ τῶν μὲν δυσχερῶν ὑμᾶς ἀξιοίη μνημονεύειν ἃ παρʼ ἀμφοτέρων ἀκουσίως γεγένηται, τῶν δʼ εἰς οἰκειότητα καὶ πίστιν φερόντων ἐκ τοῦ παντὸς χρόνου τοσούτων τὸ πλῆθος οὐχὶ νομίζει ποιήσεσθαι λόγον, καὶ ταῦτα πάντων ἀνθρώπων συνειδότων ὡς ἐν καλῷ γεγόνασιν ἀλλήλαις ἐπὶ τῶν χρειῶν αἱ πόλεις. ὡς μὲν οὖν Οἰδίπουν ἐδεξάμεθʼ ἡμεῖς καὶ ὡς Διόνυσος παρʼ ὑμῶν ὁρμηθεὶς Ἰκαρίῳ συγγίγνεται, καὶ τὴν δωρεὰν ἣν ἔδωκε, καὶ ὡς Ἡρακλῆς ἐμυήθη ξένων πρῶτος, καὶ ὡς πρῶτοι νεὼν ἱδρυσάμεθʼ αὐτῷ, καὶ τῶν παίδων ὡς προὔστημεν, καὶ πάνθʼ ὅσα τοιαῦτα, ἐάσομεν· ἀλλʼ ὧν ἔτι ζῶσιν οἱ μάρτυρες, τοῦτο μὲν ἡμεῖς ὅτʼ ἠτύχησεν ὁ δῆμος, ὡς δεῦρʼ ἐλθόντες πατρίδα τὰς Θήβας εἴχομεν, καὶ Λακεδαιμονίων μετὰ τοῦτο κελευόντων ὑμᾶς συνεμβάλλειν εἰς τὴν Ἀττικὴν ἅπαντες ἀπεψηφίσασθε, τοῦτο δʼ ὑμεῖς, ἡνίκʼ αὖθις ἐφʼ ὑμᾶς ἐβάδιζον <pb xml:id="v.1.p.723"/> Λακεδαιμόνιοι, τοσοῦτον ἀπέσχομεν τοῦ στρατεῦσαι μετʼ ἐκείνων, ὥστʼ ἀτειχίστου τῆς πόλεως οὔσης ἐκστρατευσάμενοι καὶ μάχῃ νικήσαντες μεθʼ ὑμῶν ἠλευθερώσαμεν τὴν </p></div><div type="textpart" subtype="Jebb_page" xml:base="urn:cts:greekLit:tlg0284.tlg038.perseus-grc2" n="486"><p> Βοιωτίαν, ἀνάγκῃ μὲν οὐδεμιᾶς συμμαχίας, γνώμῃ δʼ ὑμᾶς εὖ ποιεῖν ἑλόμενοι. καὶ πάλιν τῆς εἰρήνης γενομένης τῆς ἐπὶ Ἀνταλκίδου, καὶ Φοιβίδου τὴν Καδμείαν καταλαβόντος, τήν τε φυγὴν ἐδεχόμεθα καὶ ἐπειδὴ τῶν ὅπλων ἔδει, παρῆμεν πανδημεὶ, καὶ οὐκ ἔφθημεν ἐλθόντες, καὶ Λακεδαιμονίους ὑποσπόνδους ἀπηλλάξαμεν, καὶ μυρία ἄν τις ἔχοι λέγειν, ὡς ἀγαθὴ τύχη πεφύκασιν αἱ πόλεις ἀλλήλαις.</p><p rend="align(indent)">οὐ τοίνυν μόνον πόλει πρὸς πόλιν ἡμῖν πλεῖστα ὑπάρχει πρὸς ἀλλήλους, ἀλλὰ καὶ τῶν ἰδίων φιλιῶν τὰς παρʼ ὑμῶν τε καὶ ἡμῶν ἰσχυροτάτας εἶναι συμβέβηκε. τί γὰρ ἐνδοξότερον τῆς Ἡρακλέους καὶ Θησέως ἑταιρίας, ἢ τί μᾶλλον τοῖς Ἕλλησιν ἐν καιρῷ; οἳ σκευήν τε τὴν αὐτὴν ἐφόρησαν καὶ ταὐτὰ γνόντες ἡμέρουν τὴν γῆν. καὶ ὅτε τοίνυν Ἡρακλεῖ φίλου ἐδέησε, Θησεὺς αὐτὸν Ἀθήναζε ἀγαγὼν ἀνακτᾶται. ὡς ἔδει γε, ὦ Ζεῦ καὶ Πόσειδον καὶ πάντες θεοὶ, νῦν ὡς ἀληθῶς, νῦν τῆς ἐκείνων συστάσεως καὶ μελέτης καὶ φιλοτιμίας. οἶμαι γὰρ οὔτε τὴν ἐπʼ Ἀμαζόνας στρατείαν οὔτʼ ἄλλον οὐδένα ἂν αὐτοὺς προελέσθαι πόλεμον, πρὶν μίαν ταυτηνὶ κεφαλὴν κοινῇ συνεξελεῖν, ἧς οὔτε Ἰσθμὸς ἀπείρατος οὔτε ἔθνος οὐδὲν, ἀλλὰ καὶ γῆ καὶ θάλαττα ἐπιλείπει λῃστευομένη. νῦν τοίνυν ἐκεῖνοι μὲν ἀθλοθέται τοῦ πολέμου, ἀγωνισταὶ δʼ ἡμεῖς ἐξ ἁπάντων προὐκρίθημεν. τί οὖν οὐ μιμούμεθα τοὺς ἀρχηγέτας; <pb xml:id="v.1.p.724"/> καλὴν μὲν οὖν, ὦ ἄνδρες Θηβαῖοι, κἀκείνην κοινωνίαν συνέστημεν, ἧς μικρῷ πρόσθεν ἐμνήσθην, ἡνίκα Λακεδαιμονίους γῆς καὶ θαλάττης ἄρχοντας οὐ κατεδείσαμεν· οὐ μὴν ἐγένετο ἡμέρα τῆς ἐπιούσης ταύτης ἀναγκαιοτέρα οὐδὲ καιρὸς ἀμείνων οὐδʼ ἐν ᾧ μᾶλλον ἔδει συστῆναι καὶ πόλεις καὶ ἥρωας καὶ θεοὺς αὐτούς. ἀνὴρ ὑβριστὴς ἐκ τοῦ βαράθρου τῆς γῆς ὁρμώμενος κακῇ μοίρᾳ τῶν Ἑλλήνων, μᾶλλον δʼ αὑτοῦ τραφεὶς, κωμάζει συχνὸν ἤδη χρόνον οὐ φορητὰ, πόλεις ἀναιρῶν, πολιτείας μετατιθεὶς, φυγὰς ἐναλλάττων, ἐμβατεύων εἰς τὰ τῶν Ἑλλήνων πράγματα, ὥσπερ εἰληφὼς ὑπερήμερον τὴν Ἑλλάδα, κωλύει </p></div></div></body></text></TEI>