ἀλλὰ μὴν πρός γε τὰς αἰτίας καὶ τὰς διαβολὰς, αἷς ἐχρήσαντο καθʼ ἡμῶν οἱ πρέσβεις, ἐνθυμεῖσθʼ ὅτι πρῶτον μὲν ἑαυτοῖς περιπίπτουσιν, εἰ τἀληθῆ λέγουσιν. εἰ γὰρ ἡμεῖς ἀλλήλων ἔχομέν τι κατηγορῆσαι, ἡμῶν ταῦτʼ ἂν εἴη πρὸς ἀλλήλους διαφορὰ, ἀλλʼ οὐ τοῦ μηδὲν μετέχοντος τῶν ἐγκλημάτων. ὥστʼ οὐκ ἐκεῖνον πέμπειν ὡς ὑμᾶς παροξυνοῦντα προσῆκεν, ἀλλʼ ὑμᾶς εἴπερ ᾤεσθε δεῖν μνησικακεῖν, κἀκεῖνον καὶ πάντας ὅσους ἠδύνασθʼ ἐφʼ ἡμᾶς καλεῖν. ὅτε δʼ αὐτοὶ καθʼ ὑμᾶς αὐτοὺς σωφρονεῖν ἐπίστασθε, πῶς ἐκείνῳ γε ταράττοντι προσέξετε; εἰ μὴ τοῦτό τις εἴποι, ὡς ὑπὲρ μὲν ὑμῶν αὐτῶν πράως οἴσετε, ὑπὲρ δʼ ἐκείνου μνησικακήσετε, καὶ ταῦτʼ ἐν οἷς ὑμεῖς, οὐκ ἐκεῖνος, ὕβρισθε, εἴ γε δεῖ τι τούτων εἰπεῖν. ἔπειτα κἀκεῖνο σκοπεῖτε, ὅπως μὴ ἅμα θʼ ὑμεῖς ὀργιζόμενοι φανήσεσθε καὶ τὴν δίκην παρʼ ὑμῶν αὐτῶν εἰληφότες, καὶ τοσούτῳ χείρους ἡμῶν περὶ ὑμᾶς αὐτοὺς γεγενημένοι, ὥσθʼ ἡμεῖς μὲν ἥκομεν συσσώζειν ὑμῖν ὄντες ἕτοιμοι τὰ πράγματα, ὑμεῖς δὲ—τί δʼ ἄν τις λέγοι τὸ βλάσφημον; καὶ γὰρ εἰ μὲν τούτων ἕνεκα ὅσα πώποθʼ ὑμεῖς ἐμέμψασθε καὶ διʼ ἅ φασι δεῖν ὑμᾶς ἀγανακτεῖν ὁ Φίλιππος ἐπέρχεται, δῶμέν τι λέγειν τούτοις· εἰ δʼ ὑπὸ τοῦ μὴ δύνασθαι κατέχειν ἑαυτὸν, δειξάτω Πύθων, εἰ καὶ ὑμῶν αὐτῶν τι τοσοῦτον κατεγνώκατε, ὥστε μνησικακοῦντες ὑμῖν αὐτοῖς ὀρθῶς ἂν ἡγεῖσθαι βουλεύεσθαι. χωρὶς δὲ τούτων ἅπαντας ἂν οἶμαι συμφῆσαι τὸ μὲν ἡμᾶς ὄντας Ἕλληνας καὶ ὁμοφύλους ἐρίζειν πρὸς ἀλλήλους ὑπὲρ ἀρχῆς καὶ τάξεως ἀνεπίφθονον εἶναι καὶ τῶν νενομισμένων, τὸν δʼ ὅλως ἀλλότριον μηδεμιᾶς ὀργῆς μηδʼ ἔριδος χρῆναι προσίεσθαι, ἀλλὰ τὸν αὐτὸν τρόπον ὥσπερ ἂν εἰ δύʼ ἀδελφοὶ πρωτείων ἠμφισβήτουν ἐν σφίσιν αὐτοῖς, ἕν γʼ ἂν ἐκεῖνο ταυτὸν ἐγίγνωσκον, εἴ τις ξένος καὶ μηδὲν προσήκων ἐβιάζετο, κοιναῖς ταῖς θύραις ἀποκλείειν, οὕτως ἐπὶ τῶν Ἑλληνικῶν μηδενὶ τῶν ἔξωθεν λαβὴν εἶναι τὰ καθʼ ἡμᾶς αὐτοὺς ἀπόρρητα· —οὕτω γὰρ καὶ λέγειν ἄξιον περὶ αὐτῶν—ἀλλὰ νομίζειν τοὺς μὲν τῶν Ἑλλήνων πρὸς ἀλλήλους πολέμους καὶ τὰ ἐγκλήματα ταῖς στάσεσι προσεοικέναι, καὶ δεῖν μάλιστα μὲν, εἰ οἷόν τε, σκοπεῖν ὅπως μὴ συμβήσεται, εἰ δʼ ἄρα, τὴν ταχίστην ἀπαλλάττεσθαι, τὸν δὲ πρὸς τοὺς βαρβάρους καὶ πάλαι κακόνους πόλεμον φύσει προσειρῆσθαι, καὶ μὴ καιρῶν εἶναι ταῦτα νοσήματα καὶ φορὰν, ἀλλʼ ἀθανάτους ἑστάναι τούτων τοὺς ὅρους, ὥσπερ ὅταν τῳ χρέος ὀφείληται. ὅλως δʼ εἰ μὲν ἔξεστι μνησικακεῖν, δίκαιον μὲν οὒ, χρῆσθε δʼ, εἰ βούλεσθε, τούτῳ· εἰ δὲ κρείττων ὁ καιρὸς τῆς τοιαύτης μικροψυχίας, ἐπὶ θάτερα συμβούλῳ τῷ Φιλίππῳ χρησώμεθα καὶ νομίσωμεν ἥκειν αὐτὸν οἷον ἀκούσιον διαλλακτήν. ἡμῖν μέν γε εἰ μηδὲν ἄλλο, μέμψασθαί γε τὸ κοινὸν τοῦτο ἔχοι τις ἄν. Φίλιππος δὲ οὐδαμοῦ καταλείπει τὸν οἷα πέπονθεν ἐροῦνθʼ ὑφʼ αὑτοῦ οὕτω κακῶς ἀπολογεῖσθαι περὶ τούτων μελετᾷ. καὶ μὴν εἰ μὲν ἐν αὐτοῖς τοῖς καιροῖς τῶν ἐγκλημάτων ἐμέλλετε ἀγνωμονήσειν τι πρὸς ἡμᾶς, τάχʼ ἄν τις ἦν συγγνώμη· νῦν δὲ σκέψασθε οἷα παιδεύουσιν ὑμᾶς, ὡς οὔτε δίκαια οὔθʼ ὑμῖν συμφέροντα. εἰ γὰρ ἡνίκα μὲν διʼ ἀπεχθείας ἀλλήλοις ἦμεν, κατείχετε ὑμᾶς αὐτοὺς, ὅτε δʼ ἔργῳ πάντα ὑφʼ ἡμῶν λέλυται καὶ συστρατεύεσθαι βουλόμενοι πάρεσμεν, τηνικαῦτα ὀργιεῖσθε, σκοπεῖσθε μὴ θάτερον οὗ βούλεσθε ποιήσητε. οὐ γὰρ τοῖς ἀδικοῦσι δόξετε μνησικακεῖν, ἀλλὰ τοῖς εὖ ποιεῖν προῃρημένοις ὀργίζεσθαι. καὶ μὴν ἀμφοτέροις οὕτω γʼ ἂν ἐναντίως τοῦ δέοντος χρήσαισθε, [καὶ ὑμῖν ἀμφοτέρως τοῦ δέοντος ἐναντίως] τὸν μὲν καθʼ ὑμῶν ἥκοντα τῶν ὑπὲρ ὑμῶν προκρίναντες, ἡμῖν δʼ αὖ μετριώτερον ἐχθροῖς οὖσιν ἢ φίλοις χρώμενοι. πάντων δʼ ἀτοπώτατον τὰ μὲν ἐγκλήματα κοινὰ ἑκατέρωθεν εἶναι, τὸ δʼ ὀργίζεσθαι παρʼ ὑμῖν μόνοις, καὶ ταῦτα τοῦ στρατεύματος ὄντος οὐκ ἐπὶ ζωστῆρι οὐδʼ ἐν μεθορίοις τῆς Ἀττικῆς καὶ τῆς Βοιωτίας, ἀλλʼ ἐν μεθορίοις τῆς Φωκίδος καὶ τῆς ὑμετέρας, ἐν προθύροις οὑτωσὶ τῶν Θηβῶν, ὥστε με φρίττειν νυνὶ περὶ ταῖς πύλαις. τί ποτʼ οὖν ὑμετέρου τοῦ πράγματος ὄντος ἡμεῖς ἥκομεν τεταραγμένοι; μάλιστα μὲν οἶμαι τύχη τις ἀμφοῖν ταῖν πόλεσιν ἀγαθὴ στρατηγεῖ, ἔπειτʼ αἴσχιστον ἦν ἔργῳ μὲν σώζειν ὑμᾶς ἐγνωκέναι, λόγῳ δʼ ὀκνῆσαι διδάξαι τὰ δέοντα, ἄλλως τε καὶ προσδοκίας οὔσης ἐγχειριεῖν ἐκεῖνον διαστρέφειν τἀληθὲς, ὅπερ εὑρήκαμεν. πρὸς μὲν οὖν τὴν πρεσβείαν, οἶμαι, τὴν παρʼ ἐκείνου πρέσβεων ἡμετέρων ἔδει, τῷ δὲ στρατεύματι στράτευμα ἀντιπροσέρχεται. εἰ δέ τις ἡγεῖται παράδοξον ἡμᾶς ὑπὲρ ὑμῶν πεφοβημένους ἥκειν, ἐνθυμείσθω κἀκεῖνο, ὡς παράδοξον Φίλιππον ἐφʼ ἡμᾶς ὑπὲρ τῶν ὑμετέρων ἐγκλημάτων ἔρχεσθαι. μὴ τοίνυν δυοῖν παραδόξοιν ὃ μέν ἐστι καθʼ ὑμῶν ἰσχυρὸν ποιήσητε, ὃ δʼ εἰς σωτηρίαν ὑπάρχει διαφθείρητε. ἡμεῖς δὲ πῶς οὐκ ἐμέλλομεν αἰσχυνεῖσθαι, εἰ Βυζαντίους μὲν πρώην ἀφειλόμεθα κινδύνου καὶ Περινθίους καὶ Χερρονησίτας, ἔτι δʼ Εὐβοέας καὶ Χαλκιδέας, τό γʼ ἐφʼ ἡμῖν, ἔχοντες εἰπεῖν περὶ πάντων τούτων ὡς οὐ κάλλισθʼ ἡμᾶς ἐδεδράκεσαν, ὑμᾶς δὲ ψυχρῶν ἂν ἕνεκʼ ἐγκλημάτων περιίδοιμεν πᾶσι τοῖς οὖσι κινδυνεύοντας· ὧν τίς συνηθέστερος ἡμῖν ἐν ἅπασι τοῖς Ἕλλησι; θαυμάζω δὲ Πύθωνος, εἰ τῶν μὲν δυσχερῶν ὑμᾶς ἀξιοίη μνημονεύειν ἃ παρʼ ἀμφοτέρων ἀκουσίως γεγένηται, τῶν δʼ εἰς οἰκειότητα καὶ πίστιν φερόντων ἐκ τοῦ παντὸς χρόνου τοσούτων τὸ πλῆθος οὐχὶ νομίζει ποιήσεσθαι λόγον, καὶ ταῦτα πάντων ἀνθρώπων συνειδότων ὡς ἐν καλῷ γεγόνασιν ἀλλήλαις ἐπὶ τῶν χρειῶν αἱ πόλεις. ὡς μὲν οὖν Οἰδίπουν ἐδεξάμεθʼ ἡμεῖς καὶ ὡς Διόνυσος παρʼ ὑμῶν ὁρμηθεὶς Ἰκαρίῳ συγγίγνεται, καὶ τὴν δωρεὰν ἣν ἔδωκε, καὶ ὡς Ἡρακλῆς ἐμυήθη ξένων πρῶτος, καὶ ὡς πρῶτοι νεὼν ἱδρυσάμεθʼ αὐτῷ, καὶ τῶν παίδων ὡς προὔστημεν, καὶ πάνθʼ ὅσα τοιαῦτα, ἐάσομεν· ἀλλʼ ὧν ἔτι ζῶσιν οἱ μάρτυρες, τοῦτο μὲν ἡμεῖς ὅτʼ ἠτύχησεν ὁ δῆμος, ὡς δεῦρʼ ἐλθόντες πατρίδα τὰς Θήβας εἴχομεν, καὶ Λακεδαιμονίων μετὰ τοῦτο κελευόντων ὑμᾶς συνεμβάλλειν εἰς τὴν Ἀττικὴν ἅπαντες ἀπεψηφίσασθε, τοῦτο δʼ ὑμεῖς, ἡνίκʼ αὖθις ἐφʼ ὑμᾶς ἐβάδιζον Λακεδαιμόνιοι, τοσοῦτον ἀπέσχομεν τοῦ στρατεῦσαι μετʼ ἐκείνων, ὥστʼ ἀτειχίστου τῆς πόλεως οὔσης ἐκστρατευσάμενοι καὶ μάχῃ νικήσαντες μεθʼ ὑμῶν ἠλευθερώσαμεν τὴν Βοιωτίαν, ἀνάγκῃ μὲν οὐδεμιᾶς συμμαχίας, γνώμῃ δʼ ὑμᾶς εὖ ποιεῖν ἑλόμενοι. καὶ πάλιν τῆς εἰρήνης γενομένης τῆς ἐπὶ Ἀνταλκίδου, καὶ Φοιβίδου τὴν Καδμείαν καταλαβόντος, τήν τε φυγὴν ἐδεχόμεθα καὶ ἐπειδὴ τῶν ὅπλων ἔδει, παρῆμεν πανδημεὶ, καὶ οὐκ ἔφθημεν ἐλθόντες, καὶ Λακεδαιμονίους ὑποσπόνδους ἀπηλλάξαμεν, καὶ μυρία ἄν τις ἔχοι λέγειν, ὡς ἀγαθὴ τύχη πεφύκασιν αἱ πόλεις ἀλλήλαις. οὐ τοίνυν μόνον πόλει πρὸς πόλιν ἡμῖν πλεῖστα ὑπάρχει πρὸς ἀλλήλους, ἀλλὰ καὶ τῶν ἰδίων φιλιῶν τὰς παρʼ ὑμῶν τε καὶ ἡμῶν ἰσχυροτάτας εἶναι συμβέβηκε. τί γὰρ ἐνδοξότερον τῆς Ἡρακλέους καὶ Θησέως ἑταιρίας, ἢ τί μᾶλλον τοῖς Ἕλλησιν ἐν καιρῷ; οἳ σκευήν τε τὴν αὐτὴν ἐφόρησαν καὶ ταὐτὰ γνόντες ἡμέρουν τὴν γῆν. καὶ ὅτε τοίνυν Ἡρακλεῖ φίλου ἐδέησε, Θησεὺς αὐτὸν Ἀθήναζε ἀγαγὼν ἀνακτᾶται. ὡς ἔδει γε, ὦ Ζεῦ καὶ Πόσειδον καὶ πάντες θεοὶ, νῦν ὡς ἀληθῶς, νῦν τῆς ἐκείνων συστάσεως καὶ μελέτης καὶ φιλοτιμίας. οἶμαι γὰρ οὔτε τὴν ἐπʼ Ἀμαζόνας στρατείαν οὔτʼ ἄλλον οὐδένα ἂν αὐτοὺς προελέσθαι πόλεμον, πρὶν μίαν ταυτηνὶ κεφαλὴν κοινῇ συνεξελεῖν, ἧς οὔτε Ἰσθμὸς ἀπείρατος οὔτε ἔθνος οὐδὲν, ἀλλὰ καὶ γῆ καὶ θάλαττα ἐπιλείπει λῃστευομένη. νῦν τοίνυν ἐκεῖνοι μὲν ἀθλοθέται τοῦ πολέμου, ἀγωνισταὶ δʼ ἡμεῖς ἐξ ἁπάντων προὐκρίθημεν. τί οὖν οὐ μιμούμεθα τοὺς ἀρχηγέτας; καλὴν μὲν οὖν, ὦ ἄνδρες Θηβαῖοι, κἀκείνην κοινωνίαν συνέστημεν, ἧς μικρῷ πρόσθεν ἐμνήσθην, ἡνίκα Λακεδαιμονίους γῆς καὶ θαλάττης ἄρχοντας οὐ κατεδείσαμεν· οὐ μὴν ἐγένετο ἡμέρα τῆς ἐπιούσης ταύτης ἀναγκαιοτέρα οὐδὲ καιρὸς ἀμείνων οὐδʼ ἐν ᾧ μᾶλλον ἔδει συστῆναι καὶ πόλεις καὶ ἥρωας καὶ θεοὺς αὐτούς. ἀνὴρ ὑβριστὴς ἐκ τοῦ βαράθρου τῆς γῆς ὁρμώμενος κακῇ μοίρᾳ τῶν Ἑλλήνων, μᾶλλον δʼ αὑτοῦ τραφεὶς, κωμάζει συχνὸν ἤδη χρόνον οὐ φορητὰ, πόλεις ἀναιρῶν, πολιτείας μετατιθεὶς, φυγὰς ἐναλλάττων, ἐμβατεύων εἰς τὰ τῶν Ἑλλήνων πράγματα, ὥσπερ εἰληφὼς ὑπερήμερον τὴν Ἑλλάδα, κωλύει