εἰκότως ἡγεῖται. εἰ μὲν οὖν οὐδʼ ἐφʼ ἡμᾶς ἔρχεται, ἀλλὰ ψεύδεται κατὰ τοῦτο τὸ μέρος, θάτερον αὐτῷ πιστεύετε, ὡς οὐδὲν ὑμῖν γε ὑπεναντίον πράξει· εἰ δʼ οἷς γε ὡμολόγηκεν οὐκ εἰκὸς ἀπιστεῖν, τοῖς αὐτοῖς καὶ περὶ ὧν ἔξαρνός ἐστιν ἐλέγχεται. ὥστε δυοῖν θάτερον, εἰ μὲν οὐ πολεμήσετε, δουλεύσετε, εἰ δʼ οὐκ ἀξιώσετε δουλεύειν, πολεμήσετε. καὶ μὴν εἰ μὲν τὸ φιλανθρώπως ἔχειν ποτὲ κωλύει τὰς ἐπιβουλὰς, οὐδὲ πρὸς ἡμᾶς αὐτῷ νῦν ἐστι πόλεμος, ἐπεὶ καὶ ἡμῖν αἰχμαλώτους ποτʼ ἀφῆκε καὶ φιλίας συνέθετο· εἰ δʼ ἡ πλεονεξία δεινὸν, τί λέγειν δεῖ τοὺς Φωκέας; οὐ γὰρ ὑπὲρ τῶν ὑμῖν συμφερόντων ἀνεῖλε τοὺς Φωκέας, οὒ, ἀλλʼ ἀφορμῆς ἕνεκα τοῖς αὑτοῦ πράγμασιν, οὐδʼ ἵνʼ ὑμᾶς ἰσχυροτέρους ποιήσειεν, ἀλλʼ ἵνα τοὺς Ἕλληνας ἀσθενεστέρους κοινῇ, εἰ μὴ καὶ δύο καὶ τριάκοντα πόλεις ἐπὶ Θρᾴκης ὑπὲρ ὑμῶν ἀνῃρηκέναι φήσει, καὶ Θετταλίαν ἅπασαν ἔχειν φρουραῖς καὶ τετραδαρχίαις κατειληφὼς, ἵνʼ ὑμεῖς ἀκριβῶς τὴν πολιτείαν φυλάττητε, καὶ Μεγάροις ὑπὲρ ὑμῶν ἐπιχειρῆσαι, καὶ τὴν Εὔβοιαν ἀφαρπάζειν διʼ ὑμᾶς, καὶ τἀν Πελοποννήσῳ σκευωρεῖσθαι καὶ σφαγὰς ποιεῖν, ἵνʼ ὑμεῖς ὡς ἥκιστα κινδυνεύητε, καὶ Παίοσί γε καὶ Τριβαλλοῖς καὶ τοῖς ἔξω τῶν ἄρκτων ἐνοχλεῖν καὶ πᾶσιν ἀνθρώποις παρέχειν πράγματα, ἵνʼ ἡ τῶν Θηβαίων πόλις εὐθενῇ καὶ μηδὲν αὐτῇ φοβερόν ποτʼ ἐκ τῆς ὑπερορίας ἐπιστῇ, καὶ νῦν ἐπʼ Ἀθηναίους ὑπὲρ ὑμῶν ἔρχεται· πάνυ γε ὡς ἐκ τῶν ἄλλων δείκνυται. τί ποτʼ οὖν βουλόμενος οὐ προσομολογεῖ τὸ καθʼ ὑμῶν, ἀλλʼ ἀποκρύπτεται; μάλιστα μὲν, ὦ ἄνδρες Θηβαῖοι, Φίλιππος ἐξῄρηκε τοὺς κήρυκας ἐκ τῶν πολέμων καὶ μέχρι τοῦ θεάτρου μόνου χρῆται. ἡγεῖται γὰρ, οἶμαι, πολλὴν εἶναι φλυαρίαν ἐν μὲν τοῖς γυμνικοῖς· ἀγῶσι μὴ προλέγειν τὰ παλαίσματα μηδὲ τί δεῖ φυλάξασθαι, ἐν δὲ κατασκευῇ πολέμου καὶ συστάσει πραγμάτων προπέμπειν τὸν κωλυτὴν ὥσπερ δεδοικότα ὑπὲρ τῶν πολεμίων. οὔκουν οὔτʼ Ὀλυνθίοις προεῖπεν ἃ ἐβούλετο, πρὶν ὥσπερ τι νόσημα αὐτῶν καὶ δὴ τῶν σωμάτων ἥπτετο, εἴς τε Φωκέας παριὼν τὴν τοῦ φίλος αὐτοῖς ἔρχεσθαι δόξαν προκαθίει. εἰ μὲν οὖν, οἶμαι, καὶ νῦν ὑμῖν οἷός τʼ ἦν σιωπῇ προσελθεῖν, πλείστου τοῦτʼ ἂν ἐτιμήσατο, ἐπεὶ δʼ ἀναγκαῖον ἦν φανερὸν γενέσθαι διὰ τῆς Βοιωτίας βαδίζοντα, τὰ μὲν τῆς ἀνάγκης ἥττηται, τὰ δὲ τῇ φύσει χρῆται, καὶ φησὶν ἐφʼ ἡμᾶς ἔρχεσθαι, οὐχ ἵνʼ ἐξείπῃ τὸν πόλεμον τὸν πρὸς ἡμᾶς, ἀλλʼ ἵνα τὸν πρὸς ὑμᾶς ἐπικρύψηται, νομίζων οὐ μικρὸν διαφέρειν πρὸς ἀμφοτέρους, ἢ πρὸς τοὺς ἑτέρους ἀγωνίζεσθαι. ἂν δὲ δὴ καὶ τοῦτʼ αὐτῷ προσυπάρξῃ τὸ πρὸς οὓς ἔδει κινδυνεύειν αὐτὸν μεθʼ ἡμῶν ὄντας, μετὰ τούτων ἡμῖν ἐπέρχεσθαι θαυμαστὸν εἶναι τὸ εὕρημα. διὰ ταῦτʼ ἐκεῖνο μὲν ὡμολόγηκε, τοῦτο δʼ ἀρνεῖται. πρὸς δὲ τούτοις ὑπελάμβανεν, εἰ μὲν ἄντικρυς ὑμῖν πολέμου νόμῳ συμπλέκοιτο, ἡμᾶς ἀφίξεσθαι καὶ διακωλύσειν, εἰ δὲ διαστήσαι τὰς πόλεις, ὑμᾶς μὲν ἕξειν πρὶν ἀντᾶραι, πρὸς δὲ ἡμᾶς παρατάξεσθαι μόνους. πράττει δὲ οὐ νῦν πρῶτον τοῦτο, ἀλλʼ ἐξ ἅπαντος τοῦ χρόνου καὶ διὰ πάντων πραγμάτων, ὅπως μηδέποθʼ αἱ πόλεις ἐν ταὐτῷ γενήσονται· ἐπεὶ καὶ τῶν περὶ Φωκέας τότε πραγμάτων προϊόντων εἰς χρόνον, προειδὼς ὅτι χρήσεσθε ἡμῖν συμμάχοις ὥσπερ εἰώθειτε, ἀμφοτέρους ἐξέκρουσεν, ἡμῖν μὲν εἰρήνην προβαλὼν, ὑμᾶς δʼ ὡς φίλους προσέμενος. τότε μὲν τοίνυν ἀρχαϊκῶς ἀμφότεροι καὶ φαύλως ὑπήχθημεν, νῦν δὲ φανῶμεν μὴ χείρους ἐκείνου λογίζεσθαι. ἀλλʼ ὅμως ἀπαιτεῖ χάριν ὑμᾶς τῆς αὑτοῦ πλεονεξίας αὐτὸς ἅπασαν ἀνῃρηκὼς τὴν χάριν. ὃς γὰρ ἀνθʼ ὧν τότε μικρὸν ἔδωκε, νῦν ἥκει πάνθʼ ἁπλῶς ὑμᾶς ἀφαιρησόμενος, τίνʼ αὑτῷ λέλοιπε παρʼ ὑμῖν χάριν; ὥσπερ ἂν εἰ καὶ Φωκέας ἐπιχειροῖ χάριν ὧν πεπόνθασιν ἀπαιτεῖν. οὐ γὰρ εἰ καὶ Φωκέας ἀνεῖλε, διὰ τοῦθʼ ὑμῖν εὐμενῶς ἔχειν αὐτὸν ἡγεῖσθαι προσήκει, ἀλλʼ ὅτι καὶ Φωκέας ἀνεῖλε καθʼ ὑμῶν, καὶ νῦν ὑμῖν ὡς τότʼ ἐκείνοις βούλεται χρῆσθαι καὶ φυλάξασθαι καὶ μὴ διʼ ἐκεῖνα καὶ ταῦτα συγχωρεῖν, ἀλλʼ ἐκ τῶν νῦν τούτων κἀκεῖνα μισῆσαι.