λόγον τῆς πρὸς ἐκείνους φιλίας ἢ τῆς πρὸς ἡμᾶς ἔχθρας ἐποιεῖτο ὥστε Ποτίδαιαν ἡμῶν ἀποστερήσας ἐκείνοις ἔδωκε, καὶ τὸν μὲν κίνδυνον αὑτοῦ, τὸ δʼ ἆθλον ἐκείνων ἐποιήσατο. τί οὖν ἐλυσιτέλησε τοῖς Ὀλυνθίοις ταῦτα; ἦ καλούς τινας ἤνεγκε τοὺς καρπούς; ἀλλʼ ὁ πρόσθεν ἃ μηδεὶς ᾔτει διδοὺς, οὗτός ἐστιν ὁ μηδὲν ὕστερον λιπὼν αὐτοῖς, ἀλλʼ ἀντὶ μὲν τοῦ τότε δοῦναι τὴν Ποτίδαιαν αὐτοὺς οὐ παραδοὺς ἑτέροις, ἀλλʼ ἀνελὼν ὅλως, ἀντὶ δὲ τοῦ στῆσαι τὴν πλεονεξίαν ἐν Ὀλύνθῳ δύο καὶ τριάκοντα πόλεις ἐπιλαβὼν καὶ τὴν Σκυθῶν ἐρημίαν τοῖς ἐπὶ Θρᾴκης Ἕλλησι ποιήσας. καίτοι πρὸς θεῶν πόσου ποτʼ ἂν ἡγεῖσθε πρίασθαι τοὺς Ὀλυνθίους, ἡνίκʼ ἀπώλλυντο καὶ τὰ πολλὰ καὶ δεινὰ ἐκεῖνα ἔπασχον, ἐκγενέσθαι γνῶναι ταῦθʼ ἑαυτοῖς πρότερον καὶ βουλεύσασθαι βέλτιον περὶ τῶν πραγμάτων; ἐγὼ μὲν οἶμαι τοῦ παντός. τοῦτο τοίνυν ἐκείνοις μὲν, ὡς ἔοικεν, οὐκ ἐξεγένετο, ἀλλʼ ἅμʼ ἐγίγνωσκον καὶ ἀπολώλεσαν. ὑμεῖς δʼ ἕως ἐστὲ κύριοι, χρήσασθε τῷ παραδείγματι καὶ μὴ βούλεσθʼ ἑτέροις αὐτοὶ γενέσθαι τῶν ὁμοίων. ἀλλʼ ὅταν ὑμῖν τὸ Τιλφωσσαῖον καὶ ἡ τῶν Φωκέων χώρα θαυμαστόν τι κέρδος φαίνηται, τότε τὴν ὑμετέραν αὐτῶν πόλιν καὶ χώραν καὶ ἱερὰ καὶ τάφους καὶ ἔθη καὶ δόξαν καὶ πάνθʼ ὅσα τοιαῦτʼ ἂν εἴποι τις ἀντιθέντες κρίνετε, καὶ ἐρωτᾶτε ὑμᾶς αὐτοὺς, εἰ οὐ πλείονος ἄξια· ὧν πάντων, εἰ πρὸς ἐκεῖνα βλέψετε, στέρεσθαι πρόκειται. ἄτοπον γὰρ τοῖς μὲν δανείζουσι μὴ ὅπως χάριν ἔχειν, ἀλλὰ μηδὲ προσελθεῖν ἐθέλειν πρῶτον, ἂν ἐπὶ πολλῷ τοῦτο ποιῶσι, τοῖς δʼ ἐπὶ τοιούτῳ τῷ τέλει χαριζομένοις καὶ τοσαῦτʼ ἀνταπαιτοῦσι μὴ μῖσος μηδʼ ἀπιστίαν ἀξιοῦν παρὰ πάντων ὀφείλεσθαι. ἐνθυμεῖσθε δὲ τοῖς τῶν Ὀλυνθίων ὁμοιοῦντες τὰ ὑμέτερʼ αὐτῶν, πλὴν τῆς τύχης. μὴ γὰρ εἰ τὰ ὀνόματα ἕτερα τῶν χωρίων, τά γε πράγματα ἡγεῖσθε διαφέρειν. ἀλλʼ ἢ ἔδωκεν ἐκείνοις δωρεὰς ὥσπερ ὑμῖν, ἢ οὐκ ἔδωκε; καὶ πολλάς. καὶ συνήνεγκεν ἐκείνοις εἰς τέλος, ἢ οὐ συνήνεγκε; φέρε δὴ κἀκεῖνο σκέψασθε πῶς αὖ πρὸς ἡμᾶς εἶχον κατʼ ἐκείνους τοὺς χρόνους οἱ Ὀλύνθιοι. ὡς ἂν μάλιστα Φίλιππος ηὔξατο, προσθήσω δὲ καὶ διέθηκεν· ἠπίστουν, ἐμίσουν, οὐδʼ ὄνομʼ ἠνείχοντο. τί οὖν; ἐπεὶ πρὸς τὸν εὐεργέτην ἐκινδύνευον καὶ περιειστήκει κακῶν αὐτοὺς Ἰλιὰς, τίνες αὐτοῖς ἧκον εἰς σωτηρίαν; οὐδένες οὔτε πρὸ ἡμῶν οὔτε μεθʼ ἡμᾶς. ἀλλʼ ἐνταῦθα καὶ κάλλιστα ἐδείχθη τὸ μέσον τῆς τε ἡμετέρας καλοκἀγαθίας καὶ τῆς ἐκείνου πλεονεξίας. οἱ μὲν γὰρ ἐν ἐχθρῶν μοίρᾳ κριθέντες ὑπʼ αὐτῶν, ἡνίκʼ ἀληθινῶν φίλων ἐδέησε, παρῆμεν πρῶτοι καὶ μόνοι, ὁ δὲ πάντʼ ἐλάττω διδοὺς ἢ ἐβούλετο, οὑτοσὶ πάντα συλλαβὼν εἶχεν, αὐτοὺς, τὰ ὅπλα, τὴν πόλιν, τὴν χώραν· καὶ διὰ μέν γε Φίλιππον ἠρήμωνται, διὰ δὲ τὴν ἡμετέραν ἀρετὴν οἱ διαφυγόντες Ἀθήνησι σώζονται. ἆρʼ οὐχ ἡμεῖς πολέμιοι βελτίους ἢ Φίλιππος φίλος καὶ πλείω χάριν ἡμῖν τῆς ἔχθρας ἢ Φιλίππῳ δεῖ τῶν εὐεργεσιῶν ἔχειν; καὶ μὴν οὐδʼ ἐκεῖνό γʼ ἔστʼ εἰπεῖν ὡς ὑμεῖς τι τοιοῦτον ἐνδείξεσθε φιλανθρώπευμα Φιλίππῳ, διὸ καὶ παρὰ τὴν ὑπάρχουσαν φύσιν αὐτῷ φείσαιτʼ ἂν ὑμῶν. οὔτε γὰρ τῆς ἀξίας τῆς ὑμετέρας τοὺς ἔξω θαυμάζειν οὔθʼ ὑπερβάλλοισθʼ ἂν Ἀμφιπολίτας καὶ Πυδναίους, ὧν οἱ μὲν ἔθυον ὡς θεῷ, οἱ δὲ τοῦ πατρὸς αὐτοῦ νεὼν εἶχον δεικνύναι. ἀλλʼ ὅμως τοὺς μὲν ἐξέβαλεν, ἡνίκʼ αὐτῶν ἦν διακορὴς, τοὺς δʼ ἀπέσφαττεν ἐν τῷ νεῷ τοῦ πατρὸς, ὀμνὺς ἔτι, καὶ τὰς σπονδὰς αἱ σφαγαὶ κατελάμβανον. καίτοι μὴ νομίζετʼ αὐτὸν τοῖς μὲν ἔξω Πυλῶν καὶ τοῖς ἐπὶ Θρᾴκης ἐποικοῦσιν οὕτω χαλεπῶς ἔχειν καὶ φθονεῖν, οἳ τίνος αὐτοὺς εἶναι δεῖ σκοποῦντες ἀεὶ διαγεγόνασιν, ὑμῶν δὲ τῶν σὺν ἡμῖν τοῖς Ἕλλησιν ἐξεταζομένων καὶ ὧν οἱ τῶν Ἑλλήνων ποτʼ ἄρχοντες μίαν πληγὴν οὐχ ὑπήνεγκαν μηδένα ποιεῖσθαι λόγον, ἀλλʼ ἡδέως ἂν ἄμεινον ὁρᾶν πράττοντας ἢ ʼκείνῳ συμφέρει· οὐχ οὕτω ταπεινὸν οὐδὲν σύνιστε ὑμῖν αὐτοῖς, ὥστε ἢ μὴ δεῖσαι τὸν Φίλιππον, ἢ μὴ πιστεύειν ἐκείνῳ τοῦτʼ ἐνεῖναι πρὸς ὑμᾶς, ἀλλʼ ἐξ ὧνπερ ἡμᾶς, ἐκ τῶν αὐτῶν οἶμαι καὶ ὑμᾶς κρῖναι πολεμίους. ἡμᾶς τε γὰρ οἶδεν οὐδαμῶς ἂν ὑπείξοντας ἐν δούλων μοίρᾳ ὑμᾶς τε ἑτέρους τοιούτους ὑπολαμβάνων ἐχθροὺς εἰκότως ἡγεῖται. εἰ μὲν οὖν οὐδʼ ἐφʼ ἡμᾶς ἔρχεται, ἀλλὰ ψεύδεται κατὰ τοῦτο τὸ μέρος, θάτερον αὐτῷ πιστεύετε, ὡς οὐδὲν ὑμῖν γε ὑπεναντίον πράξει· εἰ δʼ οἷς γε ὡμολόγηκεν οὐκ εἰκὸς ἀπιστεῖν, τοῖς αὐτοῖς καὶ περὶ ὧν ἔξαρνός ἐστιν ἐλέγχεται. ὥστε δυοῖν θάτερον, εἰ μὲν οὐ πολεμήσετε, δουλεύσετε, εἰ δʼ οὐκ ἀξιώσετε δουλεύειν, πολεμήσετε. καὶ μὴν εἰ μὲν τὸ φιλανθρώπως ἔχειν ποτὲ κωλύει τὰς ἐπιβουλὰς, οὐδὲ πρὸς ἡμᾶς αὐτῷ νῦν ἐστι πόλεμος, ἐπεὶ καὶ ἡμῖν αἰχμαλώτους ποτʼ ἀφῆκε καὶ φιλίας συνέθετο· εἰ δʼ ἡ πλεονεξία δεινὸν, τί λέγειν δεῖ τοὺς Φωκέας; οὐ γὰρ ὑπὲρ τῶν ὑμῖν συμφερόντων ἀνεῖλε τοὺς Φωκέας, οὒ, ἀλλʼ ἀφορμῆς ἕνεκα τοῖς αὑτοῦ πράγμασιν, οὐδʼ ἵνʼ ὑμᾶς ἰσχυροτέρους ποιήσειεν, ἀλλʼ ἵνα τοὺς Ἕλληνας ἀσθενεστέρους κοινῇ, εἰ μὴ καὶ δύο καὶ τριάκοντα πόλεις ἐπὶ Θρᾴκης ὑπὲρ ὑμῶν ἀνῃρηκέναι φήσει, καὶ Θετταλίαν ἅπασαν ἔχειν φρουραῖς καὶ τετραδαρχίαις κατειληφὼς, ἵνʼ ὑμεῖς ἀκριβῶς τὴν πολιτείαν φυλάττητε, καὶ Μεγάροις ὑπὲρ ὑμῶν ἐπιχειρῆσαι, καὶ τὴν Εὔβοιαν ἀφαρπάζειν διʼ ὑμᾶς, καὶ τἀν Πελοποννήσῳ σκευωρεῖσθαι καὶ σφαγὰς ποιεῖν, ἵνʼ ὑμεῖς ὡς ἥκιστα κινδυνεύητε, καὶ Παίοσί γε καὶ Τριβαλλοῖς καὶ τοῖς ἔξω τῶν ἄρκτων ἐνοχλεῖν καὶ πᾶσιν ἀνθρώποις παρέχειν πράγματα, ἵνʼ ἡ τῶν Θηβαίων πόλις εὐθενῇ καὶ μηδὲν αὐτῇ φοβερόν ποτʼ ἐκ τῆς ὑπερορίας ἐπιστῇ, καὶ νῦν ἐπʼ Ἀθηναίους ὑπὲρ ὑμῶν ἔρχεται· πάνυ γε ὡς ἐκ τῶν ἄλλων δείκνυται. τί ποτʼ οὖν βουλόμενος οὐ προσομολογεῖ τὸ καθʼ ὑμῶν, ἀλλʼ ἀποκρύπτεται; μάλιστα μὲν, ὦ ἄνδρες Θηβαῖοι, Φίλιππος ἐξῄρηκε τοὺς κήρυκας ἐκ τῶν πολέμων καὶ μέχρι τοῦ θεάτρου μόνου χρῆται. ἡγεῖται γὰρ, οἶμαι, πολλὴν εἶναι φλυαρίαν ἐν μὲν τοῖς γυμνικοῖς· ἀγῶσι μὴ προλέγειν τὰ παλαίσματα μηδὲ τί δεῖ φυλάξασθαι, ἐν δὲ κατασκευῇ πολέμου καὶ συστάσει πραγμάτων προπέμπειν τὸν κωλυτὴν ὥσπερ δεδοικότα ὑπὲρ τῶν πολεμίων. οὔκουν οὔτʼ Ὀλυνθίοις προεῖπεν ἃ ἐβούλετο, πρὶν ὥσπερ τι νόσημα αὐτῶν καὶ δὴ τῶν σωμάτων ἥπτετο, εἴς τε Φωκέας παριὼν τὴν τοῦ φίλος αὐτοῖς ἔρχεσθαι δόξαν προκαθίει. εἰ μὲν οὖν, οἶμαι, καὶ νῦν ὑμῖν οἷός τʼ ἦν σιωπῇ προσελθεῖν, πλείστου τοῦτʼ ἂν ἐτιμήσατο, ἐπεὶ δʼ ἀναγκαῖον ἦν φανερὸν γενέσθαι διὰ τῆς Βοιωτίας βαδίζοντα, τὰ μὲν τῆς ἀνάγκης ἥττηται, τὰ δὲ τῇ φύσει χρῆται, καὶ φησὶν ἐφʼ ἡμᾶς ἔρχεσθαι, οὐχ ἵνʼ ἐξείπῃ τὸν πόλεμον τὸν πρὸς ἡμᾶς, ἀλλʼ ἵνα τὸν πρὸς ὑμᾶς ἐπικρύψηται, νομίζων οὐ μικρὸν διαφέρειν πρὸς ἀμφοτέρους, ἢ πρὸς τοὺς ἑτέρους ἀγωνίζεσθαι. ἂν δὲ δὴ καὶ τοῦτʼ αὐτῷ προσυπάρξῃ τὸ πρὸς οὓς ἔδει κινδυνεύειν αὐτὸν μεθʼ ἡμῶν ὄντας, μετὰ τούτων ἡμῖν ἐπέρχεσθαι θαυμαστὸν εἶναι τὸ εὕρημα. διὰ ταῦτʼ ἐκεῖνο μὲν ὡμολόγηκε, τοῦτο δʼ ἀρνεῖται. πρὸς δὲ τούτοις ὑπελάμβανεν, εἰ μὲν ἄντικρυς ὑμῖν πολέμου νόμῳ συμπλέκοιτο, ἡμᾶς ἀφίξεσθαι καὶ διακωλύσειν, εἰ δὲ διαστήσαι τὰς πόλεις, ὑμᾶς μὲν ἕξειν πρὶν ἀντᾶραι, πρὸς δὲ ἡμᾶς παρατάξεσθαι μόνους. πράττει δὲ οὐ νῦν πρῶτον τοῦτο, ἀλλʼ ἐξ ἅπαντος τοῦ χρόνου καὶ διὰ πάντων πραγμάτων, ὅπως μηδέποθʼ αἱ πόλεις ἐν ταὐτῷ γενήσονται· ἐπεὶ καὶ τῶν περὶ Φωκέας τότε πραγμάτων προϊόντων εἰς χρόνον, προειδὼς ὅτι χρήσεσθε ἡμῖν συμμάχοις ὥσπερ εἰώθειτε, ἀμφοτέρους ἐξέκρουσεν, ἡμῖν μὲν εἰρήνην προβαλὼν, ὑμᾶς δʼ ὡς φίλους προσέμενος. τότε μὲν τοίνυν ἀρχαϊκῶς ἀμφότεροι καὶ φαύλως ὑπήχθημεν, νῦν δὲ φανῶμεν μὴ χείρους ἐκείνου λογίζεσθαι. ἀλλʼ ὅμως ἀπαιτεῖ χάριν ὑμᾶς τῆς αὑτοῦ πλεονεξίας αὐτὸς ἅπασαν ἀνῃρηκὼς τὴν χάριν. ὃς γὰρ ἀνθʼ ὧν τότε μικρὸν ἔδωκε, νῦν ἥκει πάνθʼ ἁπλῶς ὑμᾶς ἀφαιρησόμενος, τίνʼ αὑτῷ λέλοιπε παρʼ ὑμῖν χάριν; ὥσπερ ἂν εἰ καὶ Φωκέας ἐπιχειροῖ χάριν ὧν πεπόνθασιν ἀπαιτεῖν. οὐ γὰρ εἰ καὶ Φωκέας ἀνεῖλε, διὰ τοῦθʼ ὑμῖν εὐμενῶς ἔχειν αὐτὸν ἡγεῖσθαι προσήκει, ἀλλʼ ὅτι καὶ Φωκέας ἀνεῖλε καθʼ ὑμῶν, καὶ νῦν ὑμῖν ὡς τότʼ ἐκείνοις βούλεται χρῆσθαι καὶ φυλάξασθαι καὶ μὴ διʼ ἐκεῖνα καὶ ταῦτα συγχωρεῖν, ἀλλʼ ἐκ τῶν νῦν τούτων κἀκεῖνα μισῆσαι.