<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0284.tlg038.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Jebb_page" xml:base="urn:cts:greekLit:tlg0284.tlg038.perseus-grc2" n="479"><p> λόγον τῆς πρὸς ἐκείνους φιλίας ἢ τῆς πρὸς ἡμᾶς ἔχθρας ἐποιεῖτο ὥστε Ποτίδαιαν ἡμῶν ἀποστερήσας ἐκείνοις ἔδωκε, καὶ τὸν μὲν κίνδυνον αὑτοῦ, τὸ δʼ ἆθλον ἐκείνων ἐποιήσατο. τί οὖν ἐλυσιτέλησε τοῖς Ὀλυνθίοις ταῦτα; ἦ καλούς τινας ἤνεγκε τοὺς καρπούς; ἀλλʼ ὁ πρόσθεν ἃ μηδεὶς ᾔτει διδοὺς, οὗτός ἐστιν ὁ μηδὲν ὕστερον λιπὼν αὐτοῖς, ἀλλʼ ἀντὶ μὲν τοῦ τότε δοῦναι τὴν Ποτίδαιαν αὐτοὺς οὐ παραδοὺς ἑτέροις, ἀλλʼ ἀνελὼν ὅλως, ἀντὶ δὲ τοῦ στῆσαι τὴν πλεονεξίαν ἐν Ὀλύνθῳ δύο καὶ τριάκοντα πόλεις ἐπιλαβὼν καὶ τὴν Σκυθῶν ἐρημίαν τοῖς ἐπὶ Θρᾴκης Ἕλλησι ποιήσας. καίτοι πρὸς θεῶν πόσου ποτʼ ἂν ἡγεῖσθε πρίασθαι τοὺς Ὀλυνθίους, ἡνίκʼ ἀπώλλυντο καὶ τὰ πολλὰ καὶ δεινὰ ἐκεῖνα ἔπασχον, ἐκγενέσθαι γνῶναι <pb xml:id="v.1.p.714"/> ταῦθʼ ἑαυτοῖς πρότερον καὶ βουλεύσασθαι βέλτιον περὶ τῶν πραγμάτων; ἐγὼ μὲν οἶμαι τοῦ παντός. τοῦτο τοίνυν ἐκείνοις μὲν, ὡς ἔοικεν, οὐκ ἐξεγένετο, ἀλλʼ ἅμʼ ἐγίγνωσκον καὶ ἀπολώλεσαν. ὑμεῖς δʼ ἕως ἐστὲ κύριοι, χρήσασθε τῷ παραδείγματι καὶ μὴ βούλεσθʼ ἑτέροις αὐτοὶ γενέσθαι τῶν ὁμοίων. ἀλλʼ ὅταν ὑμῖν τὸ Τιλφωσσαῖον καὶ ἡ τῶν Φωκέων χώρα θαυμαστόν τι κέρδος φαίνηται, τότε τὴν ὑμετέραν αὐτῶν πόλιν καὶ χώραν καὶ ἱερὰ καὶ τάφους καὶ ἔθη καὶ δόξαν καὶ πάνθʼ ὅσα τοιαῦτʼ ἂν εἴποι τις ἀντιθέντες κρίνετε, καὶ ἐρωτᾶτε ὑμᾶς αὐτοὺς, εἰ οὐ πλείονος ἄξια· ὧν πάντων, εἰ πρὸς ἐκεῖνα βλέψετε, στέρεσθαι πρόκειται. ἄτοπον γὰρ τοῖς μὲν δανείζουσι μὴ ὅπως χάριν ἔχειν, ἀλλὰ μηδὲ προσελθεῖν ἐθέλειν πρῶτον, ἂν ἐπὶ πολλῷ τοῦτο ποιῶσι, τοῖς δʼ ἐπὶ τοιούτῳ τῷ τέλει χαριζομένοις καὶ τοσαῦτʼ ἀνταπαιτοῦσι μὴ μῖσος μηδʼ ἀπιστίαν ἀξιοῦν παρὰ πάντων ὀφείλεσθαι. ἐνθυμεῖσθε δὲ τοῖς τῶν Ὀλυνθίων ὁμοιοῦντες τὰ ὑμέτερʼ αὐτῶν, πλὴν τῆς τύχης. μὴ γὰρ εἰ τὰ ὀνόματα ἕτερα τῶν χωρίων, τά γε πράγματα ἡγεῖσθε διαφέρειν. ἀλλʼ ἢ ἔδωκεν ἐκείνοις δωρεὰς ὥσπερ ὑμῖν, ἢ οὐκ ἔδωκε; καὶ πολλάς. καὶ συνήνεγκεν ἐκείνοις εἰς τέλος, ἢ οὐ συνήνεγκε;</p><p rend="align(indent)">φέρε δὴ κἀκεῖνο σκέψασθε πῶς αὖ πρὸς ἡμᾶς εἶχον κατʼ ἐκείνους τοὺς χρόνους οἱ Ὀλύνθιοι. ὡς ἂν μάλιστα Φίλιππος ηὔξατο, προσθήσω δὲ καὶ διέθηκεν· ἠπίστουν, </p></div><pb xml:id="v.1.p.715"/><div type="textpart" subtype="Jebb_page" xml:base="urn:cts:greekLit:tlg0284.tlg038.perseus-grc2" n="480"><p> ἐμίσουν, οὐδʼ ὄνομʼ ἠνείχοντο. τί οὖν; ἐπεὶ πρὸς τὸν εὐεργέτην ἐκινδύνευον καὶ περιειστήκει κακῶν αὐτοὺς Ἰλιὰς, τίνες αὐτοῖς ἧκον εἰς σωτηρίαν; οὐδένες οὔτε πρὸ ἡμῶν οὔτε μεθʼ ἡμᾶς. ἀλλʼ ἐνταῦθα καὶ κάλλιστα ἐδείχθη τὸ μέσον τῆς τε ἡμετέρας καλοκἀγαθίας καὶ τῆς ἐκείνου πλεονεξίας. οἱ μὲν γὰρ ἐν ἐχθρῶν μοίρᾳ κριθέντες ὑπʼ αὐτῶν, ἡνίκʼ ἀληθινῶν φίλων ἐδέησε, παρῆμεν πρῶτοι καὶ μόνοι, ὁ δὲ πάντʼ ἐλάττω διδοὺς ἢ ἐβούλετο, οὑτοσὶ πάντα συλλαβὼν εἶχεν, αὐτοὺς, τὰ ὅπλα, τὴν πόλιν, τὴν χώραν· καὶ διὰ μέν γε Φίλιππον ἠρήμωνται, διὰ δὲ τὴν ἡμετέραν ἀρετὴν οἱ διαφυγόντες Ἀθήνησι σώζονται. ἆρʼ οὐχ ἡμεῖς πολέμιοι βελτίους ἢ Φίλιππος φίλος καὶ πλείω χάριν ἡμῖν τῆς ἔχθρας ἢ Φιλίππῳ δεῖ τῶν εὐεργεσιῶν ἔχειν; καὶ μὴν οὐδʼ ἐκεῖνό γʼ ἔστʼ εἰπεῖν ὡς ὑμεῖς τι τοιοῦτον ἐνδείξεσθε φιλανθρώπευμα Φιλίππῳ, διὸ καὶ παρὰ τὴν ὑπάρχουσαν φύσιν αὐτῷ φείσαιτʼ ἂν ὑμῶν. οὔτε γὰρ τῆς ἀξίας τῆς ὑμετέρας τοὺς ἔξω θαυμάζειν οὔθʼ ὑπερβάλλοισθʼ ἂν Ἀμφιπολίτας καὶ Πυδναίους, ὧν οἱ μὲν ἔθυον ὡς θεῷ, οἱ δὲ τοῦ πατρὸς αὐτοῦ νεὼν εἶχον δεικνύναι. ἀλλʼ ὅμως τοὺς μὲν ἐξέβαλεν, ἡνίκʼ αὐτῶν ἦν διακορὴς, τοὺς δʼ ἀπέσφαττεν ἐν τῷ νεῷ τοῦ πατρὸς, ὀμνὺς ἔτι, καὶ τὰς σπονδὰς αἱ σφαγαὶ κατελάμβανον. καίτοι μὴ νομίζετʼ αὐτὸν τοῖς μὲν ἔξω Πυλῶν καὶ τοῖς ἐπὶ Θρᾴκης ἐποικοῦσιν οὕτω χαλεπῶς ἔχειν καὶ φθονεῖν, οἳ τίνος αὐτοὺς εἶναι δεῖ σκοποῦντες ἀεὶ διαγεγόνασιν, ὑμῶν δὲ τῶν σὺν ἡμῖν τοῖς Ἕλλησιν ἐξεταζομένων καὶ ὧν <pb xml:id="v.1.p.716"/> οἱ τῶν Ἑλλήνων ποτʼ ἄρχοντες μίαν πληγὴν οὐχ ὑπήνεγκαν μηδένα ποιεῖσθαι λόγον, ἀλλʼ ἡδέως ἂν ἄμεινον ὁρᾶν πράττοντας ἢ ʼκείνῳ συμφέρει· οὐχ οὕτω ταπεινὸν οὐδὲν σύνιστε ὑμῖν αὐτοῖς, ὥστε ἢ μὴ δεῖσαι τὸν Φίλιππον, ἢ μὴ πιστεύειν ἐκείνῳ τοῦτʼ ἐνεῖναι πρὸς ὑμᾶς, ἀλλʼ ἐξ ὧνπερ ἡμᾶς, ἐκ τῶν αὐτῶν οἶμαι καὶ ὑμᾶς κρῖναι πολεμίους. ἡμᾶς τε γὰρ οἶδεν οὐδαμῶς ἂν ὑπείξοντας ἐν δούλων μοίρᾳ ὑμᾶς τε ἑτέρους τοιούτους ὑπολαμβάνων ἐχθροὺς </p></div></div></body></text></TEI>