οὔτε Φιλίππου θαυμάσαι τις ἂν, ὦ ἄνδρες Θηβαῖοι, τὰ εἰωθότα πράττοντος· πολὺ γὰρ πλείους ἐξαπατῶν ἢ τοῖς ὅπλοις κεχείρωται, ὃ καὶ νῦν καθʼ ὑμῶν ἐλπίζων πάρεστιν· ὅ τε δῆμος ὁ τῶν Ἀθηναίων τὴν εἰωθυῖαν ἑαυτῷ καὶ πάτριον τάξιν φυλάττων ἀπέστειλεν ἡμᾶς δεῦρο, εἰ μὲν ἀγνοεῖτε, ἐν ὅτοις εἴητε διδάξοντας, εἰ δʼ ἐπίστασθε, ὑφεξομένους τὴν βοήθειαν καὶ νὴ Δία δείξοντας ὁμοῦ τοῖς λόγοις. ὑμέτερον δʼ ἐστὶ μὴ χείρους γενέσθαι τῆς τύχης, μηδʼ ὅσα μὲν καθʼ ὑμῶν ὁ καιρὸς ἔχει συγκαταστῆσαι κύρια, ἃ δʼ ἀντίρροπα τούτων ὑπάρχει προεμένους ὕστερον ζητεῖν. ἓν μὲν οὖν εὖ ποιῶν ὡμολόγηκε Φίλιππος, τὰ πολλὰ ταῦτα καὶ θαυμαστὰ ἃ διεξῄεσαν ἀρτίως οἱ πρέσβεις, αὐτοῦ χάριν, οὐχ ὑμῶν εἰργάσθαι· οὐ γὰρ ἂν ἐνταῦθʼ ἔληγεν οὐδʼ ᾔτει ταῦθʼ ἅπερ νυνί. ὑμεῖς δʼ εἰ μὲν ἴσα ἀντʼ ἴσων ἀποδώσειν μέλλετε, οὐ νεμεσῶμεν, ἀλλʼ ἔστω ταυτὸν ἐκείνῳ τὸ δοκοῦν καὶ ὑμῖν δίκαιον· εἰ δʼ ἡ χάρις δουλεύειν ἐστὶν, οὐδέτερόν μοι δοκῶ γιγνώσκειν, οὔθʼ ὁποῖον τοιοῦτον ἐκεῖνος ὑμᾶς εὖ πεποίηκεν οὔθʼ ὅ τι τοσοῦτον μέμψασθε ὑμῖν αὐτοῖς, ὥστε τοσαύτην ἐθελοντὰς δοῦναι δίκην. σκέψασθε δʼ εὐθὺς ἀπʼ αὐτοῦ τούτου τὸ διάφορον τῆς πρεσβείας ἑκατέρας. Φίλιππος μὲν γὰρ ἀπέσταλκεν, αὑτῷ βοηθεῖν ἀξιῶν ὑμᾶς, ἡμεῖς δʼ ἥκομεν αὐτοὶ βοηθεῖν ὑμῖν ἐθέλοντες, ἐὰν δέχησθε. ὅτι δʼ οὐδὲν καινὸν οὐδʼ ἔξω τῶν εἰωθότων πράττομεν, ἕν τι τῶν πᾶσι γνωρίμων ἀναμνήσθητε. ὅτε γὰρ πρῶτον ἀπηλλάγητε Λακεδαιμονίων μετὰ τὴν πολλὴν ἐκείνην φιλίαν καὶ συνήθειαν, ἣν οὐχ ὑμεῖς ἐλύσατε, ἀλλʼ ἐκεῖνοι, ταυτὸν Φιλίππῳ διανοηθέντες περὶ ὑμῶν, τότε τῶν πάντων Ἑλλήνων οὐδεὶς, οὔθʼ ὅσοι τὴν Εὐρώπην οἰκοῦσι λέγω οὔθʼ ὅσοι τὴν Ἀσίαν, μεθʼ ὑμῶν ἐγένοντο πλὴν ἡμῶν τουτωνί· τοσοῦτον εἰς τὸ πρόσω προβέβηκε τὸ νῦν παρόν. τότε μὲν γὰρ ὑμῶν ἐλθόντων ὡς ἡμᾶς ὑπηκούσαμεν, νυνὶ δʼ ἥκομεν αὐτεπάγγελτοι, τὴν τῶν παρʼ ὑμῶν συμβούλων τάξιν εἰληφότες, εἰ δὲ βούλεσθε, προειληφότες. τοσοῦτον γὰρ ἡμῖν εἶναι δοκεῖ τὸ περιὸν τῶν φόβων ἁπάσῃ τῇ Ἑλλάδι ὥστε ἀγαπητὸν ποιούμεθα, εἰ καὶ προσδεηθείς τις οἷός τε ἔσται πεῖσαι τοὺς ὑπολοίπους ἐθελῆσαι σωθῆναι. καὶ ταῦτʼ οὐ νῦν πρῶτον γιγνώσκομεν, ἀλλὰ καὶ κατὰ τὴν τοῦ βαρβάρου τὸ πάλαι στρατείαν ἅπαντας ὅσους οἷοί τʼ ἦμεν ἐπηγείραμεν, καὶ οὐκ ᾐσχυνόμεθα ὑπὲρ τῶν κοινῇ συμφερόντων δεόμενοι. πρὸς μὲν οὖν τοὺς ταὐτὰ γιγνώσκοντας ἡμῖν βραχὺς ἀρκεῖ λόγος καὶ τοσοῦτος ἴσως, ὅτι τοὺς ἱππέας καὶ τοὺς ὁπλίτας κατελείπομεν· πρὸς δὲ τοὺς οὔπω τοῦ μέλλοντος οὐδὲν ἐνθυμουμένους, ἀλλʼ ἔτι τῆς ἀπάτης καὶ τῶν ἐλπίδων ὄντας, ἓν μὲν ἐκεῖνο λέγω, ὅτι καὶ τοὺς λόγους αὐτοὺς βλάβος ἡγοῦμαι τοῖς πράγμασιν, εἰ μή τις αὐτοὺς ὡς εἰς ἐλάχιστον καταστήσει· ἔπειθʼ ὅσα καιρὸς ἤδη δίειμι. εἰ μὲν ἐν ὑμῖν πρώτοις ὁ Φίλιππος ἐκρίνετο, τῶν μὲν ἄλλων Ἑλλήνων εὐτύχημʼ ἂν ἦν· τοῦτο δʼ ὑμῖν ἴσως εἶχε κίνδυνον, οὐχὶ προειδόσιν οὐδʼ ἑορακόσιν ἔξω τὸν τρόπον αὐτοῦ. νῦν δὲ τὰ τῶν ἄλλων πταίσματα ὑμῖν ἐν εὐτυχίας γενέσθω μέρει, καὶ τοὺς λόγους τοὺς παρʼ ἀμφοτέρων ἀνελόντες τοῖς ἔργοις τοῖς ἐκείνου πιστεύσατε. ὡς μὴ ὤφελε μὲν τοιαῦτα ὑπάρχειν τοῖς Ἕλλησιν ἀπʼ ἀλλήλων παραδείγματα, ἀλλὰ πάντας ἐν ἡσυχίᾳ μετʼ εὐδαιμονίας τὰς πόλεις οἰκεῖν. τὸ δὲ μηδʼ ἐξ ὧν ἑοράκαμεν ἀξιοῦν πεπαιδεῦσθαι πᾶσα ἂν εἴη συμφορά. ἦν ὅτʼ ἦσαν Ὀλύνθιοι. τούτοις πῶς ἐχρῆτο Φίλιππος; ἐγὼ μὲν οἶμαι φιλανθρωπότερον ἢ ʼκείνοις ἦν δεομένοις. καὶ πάντα μὲν τίς ἂν εἴποι; ἀλλʼ εἶχον μὲν τὸν Ἀνθεμοῦντα τῆς ἐκείνου χώρας, οὗ μηδʼ ἐπιβῆναι πρόσθεν αὐτοῖς ἦν. οὕτω δὲ πλείω λόγον τῆς πρὸς ἐκείνους φιλίας ἢ τῆς πρὸς ἡμᾶς ἔχθρας ἐποιεῖτο ὥστε Ποτίδαιαν ἡμῶν ἀποστερήσας ἐκείνοις ἔδωκε, καὶ τὸν μὲν κίνδυνον αὑτοῦ, τὸ δʼ ἆθλον ἐκείνων ἐποιήσατο. τί οὖν ἐλυσιτέλησε τοῖς Ὀλυνθίοις ταῦτα; ἦ καλούς τινας ἤνεγκε τοὺς καρπούς; ἀλλʼ ὁ πρόσθεν ἃ μηδεὶς ᾔτει διδοὺς, οὗτός ἐστιν ὁ μηδὲν ὕστερον λιπὼν αὐτοῖς, ἀλλʼ ἀντὶ μὲν τοῦ τότε δοῦναι τὴν Ποτίδαιαν αὐτοὺς οὐ παραδοὺς ἑτέροις, ἀλλʼ ἀνελὼν ὅλως, ἀντὶ δὲ τοῦ στῆσαι τὴν πλεονεξίαν ἐν Ὀλύνθῳ δύο καὶ τριάκοντα πόλεις ἐπιλαβὼν καὶ τὴν Σκυθῶν ἐρημίαν τοῖς ἐπὶ Θρᾴκης Ἕλλησι ποιήσας. καίτοι πρὸς θεῶν πόσου ποτʼ ἂν ἡγεῖσθε πρίασθαι τοὺς Ὀλυνθίους, ἡνίκʼ ἀπώλλυντο καὶ τὰ πολλὰ καὶ δεινὰ ἐκεῖνα ἔπασχον, ἐκγενέσθαι γνῶναι ταῦθʼ ἑαυτοῖς πρότερον καὶ βουλεύσασθαι βέλτιον περὶ τῶν πραγμάτων; ἐγὼ μὲν οἶμαι τοῦ παντός. τοῦτο τοίνυν ἐκείνοις μὲν, ὡς ἔοικεν, οὐκ ἐξεγένετο, ἀλλʼ ἅμʼ ἐγίγνωσκον καὶ ἀπολώλεσαν. ὑμεῖς δʼ ἕως ἐστὲ κύριοι, χρήσασθε τῷ παραδείγματι καὶ μὴ βούλεσθʼ ἑτέροις αὐτοὶ γενέσθαι τῶν ὁμοίων. ἀλλʼ ὅταν ὑμῖν τὸ Τιλφωσσαῖον καὶ ἡ τῶν Φωκέων χώρα θαυμαστόν τι κέρδος φαίνηται, τότε τὴν ὑμετέραν αὐτῶν πόλιν καὶ χώραν καὶ ἱερὰ καὶ τάφους καὶ ἔθη καὶ δόξαν καὶ πάνθʼ ὅσα τοιαῦτʼ ἂν εἴποι τις ἀντιθέντες κρίνετε, καὶ ἐρωτᾶτε ὑμᾶς αὐτοὺς, εἰ οὐ πλείονος ἄξια· ὧν πάντων, εἰ πρὸς ἐκεῖνα βλέψετε, στέρεσθαι πρόκειται. ἄτοπον γὰρ τοῖς μὲν δανείζουσι μὴ ὅπως χάριν ἔχειν, ἀλλὰ μηδὲ προσελθεῖν ἐθέλειν πρῶτον, ἂν ἐπὶ πολλῷ τοῦτο ποιῶσι, τοῖς δʼ ἐπὶ τοιούτῳ τῷ τέλει χαριζομένοις καὶ τοσαῦτʼ ἀνταπαιτοῦσι μὴ μῖσος μηδʼ ἀπιστίαν ἀξιοῦν παρὰ πάντων ὀφείλεσθαι. ἐνθυμεῖσθε δὲ τοῖς τῶν Ὀλυνθίων ὁμοιοῦντες τὰ ὑμέτερʼ αὐτῶν, πλὴν τῆς τύχης. μὴ γὰρ εἰ τὰ ὀνόματα ἕτερα τῶν χωρίων, τά γε πράγματα ἡγεῖσθε διαφέρειν. ἀλλʼ ἢ ἔδωκεν ἐκείνοις δωρεὰς ὥσπερ ὑμῖν, ἢ οὐκ ἔδωκε; καὶ πολλάς. καὶ συνήνεγκεν ἐκείνοις εἰς τέλος, ἢ οὐ συνήνεγκε; φέρε δὴ κἀκεῖνο σκέψασθε πῶς αὖ πρὸς ἡμᾶς εἶχον κατʼ ἐκείνους τοὺς χρόνους οἱ Ὀλύνθιοι. ὡς ἂν μάλιστα Φίλιππος ηὔξατο, προσθήσω δὲ καὶ διέθηκεν· ἠπίστουν, ἐμίσουν, οὐδʼ ὄνομʼ ἠνείχοντο. τί οὖν; ἐπεὶ πρὸς τὸν εὐεργέτην ἐκινδύνευον καὶ περιειστήκει κακῶν αὐτοὺς Ἰλιὰς, τίνες αὐτοῖς ἧκον εἰς σωτηρίαν; οὐδένες οὔτε πρὸ ἡμῶν οὔτε μεθʼ ἡμᾶς. ἀλλʼ ἐνταῦθα καὶ κάλλιστα ἐδείχθη τὸ μέσον τῆς τε ἡμετέρας καλοκἀγαθίας καὶ τῆς ἐκείνου πλεονεξίας. οἱ μὲν γὰρ ἐν ἐχθρῶν μοίρᾳ κριθέντες ὑπʼ αὐτῶν, ἡνίκʼ ἀληθινῶν φίλων ἐδέησε, παρῆμεν πρῶτοι καὶ μόνοι, ὁ δὲ πάντʼ ἐλάττω διδοὺς ἢ ἐβούλετο, οὑτοσὶ πάντα συλλαβὼν εἶχεν, αὐτοὺς, τὰ ὅπλα, τὴν πόλιν, τὴν χώραν· καὶ διὰ μέν γε Φίλιππον ἠρήμωνται, διὰ δὲ τὴν ἡμετέραν ἀρετὴν οἱ διαφυγόντες Ἀθήνησι σώζονται. ἆρʼ οὐχ ἡμεῖς πολέμιοι βελτίους ἢ Φίλιππος φίλος καὶ πλείω χάριν ἡμῖν τῆς ἔχθρας ἢ Φιλίππῳ δεῖ τῶν εὐεργεσιῶν ἔχειν; καὶ μὴν οὐδʼ ἐκεῖνό γʼ ἔστʼ εἰπεῖν ὡς ὑμεῖς τι τοιοῦτον ἐνδείξεσθε φιλανθρώπευμα Φιλίππῳ, διὸ καὶ παρὰ τὴν ὑπάρχουσαν φύσιν αὐτῷ φείσαιτʼ ἂν ὑμῶν. οὔτε γὰρ τῆς ἀξίας τῆς ὑμετέρας τοὺς ἔξω θαυμάζειν οὔθʼ ὑπερβάλλοισθʼ ἂν Ἀμφιπολίτας καὶ Πυδναίους, ὧν οἱ μὲν ἔθυον ὡς θεῷ, οἱ δὲ τοῦ πατρὸς αὐτοῦ νεὼν εἶχον δεικνύναι. ἀλλʼ ὅμως τοὺς μὲν ἐξέβαλεν, ἡνίκʼ αὐτῶν ἦν διακορὴς, τοὺς δʼ ἀπέσφαττεν ἐν τῷ νεῷ τοῦ πατρὸς, ὀμνὺς ἔτι, καὶ τὰς σπονδὰς αἱ σφαγαὶ κατελάμβανον. καίτοι μὴ νομίζετʼ αὐτὸν τοῖς μὲν ἔξω Πυλῶν καὶ τοῖς ἐπὶ Θρᾴκης ἐποικοῦσιν οὕτω χαλεπῶς ἔχειν καὶ φθονεῖν, οἳ τίνος αὐτοὺς εἶναι δεῖ σκοποῦντες ἀεὶ διαγεγόνασιν, ὑμῶν δὲ τῶν σὺν ἡμῖν τοῖς Ἕλλησιν ἐξεταζομένων καὶ ὧν οἱ τῶν Ἑλλήνων ποτʼ ἄρχοντες μίαν πληγὴν οὐχ ὑπήνεγκαν μηδένα ποιεῖσθαι λόγον, ἀλλʼ ἡδέως ἂν ἄμεινον ὁρᾶν πράττοντας ἢ ʼκείνῳ συμφέρει· οὐχ οὕτω ταπεινὸν οὐδὲν σύνιστε ὑμῖν αὐτοῖς, ὥστε ἢ μὴ δεῖσαι τὸν Φίλιππον, ἢ μὴ πιστεύειν ἐκείνῳ τοῦτʼ ἐνεῖναι πρὸς ὑμᾶς, ἀλλʼ ἐξ ὧνπερ ἡμᾶς, ἐκ τῶν αὐτῶν οἶμαι καὶ ὑμᾶς κρῖναι πολεμίους. ἡμᾶς τε γὰρ οἶδεν οὐδαμῶς ἂν ὑπείξοντας ἐν δούλων μοίρᾳ ὑμᾶς τε ἑτέρους τοιούτους ὑπολαμβάνων ἐχθροὺς εἰκότως ἡγεῖται. εἰ μὲν οὖν οὐδʼ ἐφʼ ἡμᾶς ἔρχεται, ἀλλὰ ψεύδεται κατὰ τοῦτο τὸ μέρος, θάτερον αὐτῷ πιστεύετε, ὡς οὐδὲν ὑμῖν γε ὑπεναντίον πράξει· εἰ δʼ οἷς γε ὡμολόγηκεν οὐκ εἰκὸς ἀπιστεῖν, τοῖς αὐτοῖς καὶ περὶ ὧν ἔξαρνός ἐστιν ἐλέγχεται. ὥστε δυοῖν θάτερον, εἰ μὲν οὐ πολεμήσετε, δουλεύσετε, εἰ δʼ οὐκ ἀξιώσετε δουλεύειν, πολεμήσετε. καὶ μὴν εἰ μὲν τὸ φιλανθρώπως ἔχειν ποτὲ κωλύει τὰς ἐπιβουλὰς, οὐδὲ πρὸς ἡμᾶς αὐτῷ νῦν ἐστι πόλεμος, ἐπεὶ καὶ ἡμῖν αἰχμαλώτους ποτʼ ἀφῆκε καὶ φιλίας συνέθετο· εἰ δʼ ἡ πλεονεξία δεινὸν, τί λέγειν δεῖ τοὺς Φωκέας; οὐ γὰρ ὑπὲρ τῶν ὑμῖν συμφερόντων ἀνεῖλε τοὺς Φωκέας, οὒ, ἀλλʼ ἀφορμῆς ἕνεκα τοῖς αὑτοῦ πράγμασιν, οὐδʼ ἵνʼ ὑμᾶς ἰσχυροτέρους ποιήσειεν, ἀλλʼ ἵνα τοὺς Ἕλληνας ἀσθενεστέρους κοινῇ, εἰ μὴ καὶ δύο καὶ τριάκοντα πόλεις ἐπὶ Θρᾴκης ὑπὲρ ὑμῶν ἀνῃρηκέναι φήσει, καὶ Θετταλίαν ἅπασαν ἔχειν φρουραῖς καὶ τετραδαρχίαις κατειληφὼς, ἵνʼ ὑμεῖς ἀκριβῶς τὴν πολιτείαν φυλάττητε, καὶ Μεγάροις ὑπὲρ ὑμῶν ἐπιχειρῆσαι, καὶ τὴν Εὔβοιαν ἀφαρπάζειν διʼ ὑμᾶς, καὶ τἀν Πελοποννήσῳ σκευωρεῖσθαι καὶ σφαγὰς ποιεῖν, ἵνʼ ὑμεῖς ὡς ἥκιστα κινδυνεύητε, καὶ Παίοσί γε καὶ Τριβαλλοῖς καὶ τοῖς ἔξω τῶν ἄρκτων ἐνοχλεῖν καὶ πᾶσιν ἀνθρώποις παρέχειν πράγματα, ἵνʼ ἡ τῶν Θηβαίων πόλις εὐθενῇ καὶ μηδὲν αὐτῇ φοβερόν ποτʼ ἐκ τῆς ὑπερορίας ἐπιστῇ, καὶ νῦν ἐπʼ Ἀθηναίους ὑπὲρ ὑμῶν ἔρχεται· πάνυ γε ὡς ἐκ τῶν ἄλλων δείκνυται. τί ποτʼ οὖν βουλόμενος οὐ προσομολογεῖ τὸ καθʼ ὑμῶν, ἀλλʼ ἀποκρύπτεται; μάλιστα μὲν, ὦ ἄνδρες Θηβαῖοι, Φίλιππος ἐξῄρηκε τοὺς κήρυκας ἐκ τῶν πολέμων καὶ μέχρι τοῦ θεάτρου μόνου χρῆται. ἡγεῖται γὰρ, οἶμαι, πολλὴν εἶναι φλυαρίαν ἐν μὲν τοῖς γυμνικοῖς· ἀγῶσι μὴ προλέγειν τὰ παλαίσματα μηδὲ τί δεῖ φυλάξασθαι, ἐν δὲ κατασκευῇ πολέμου καὶ συστάσει πραγμάτων προπέμπειν τὸν κωλυτὴν ὥσπερ δεδοικότα ὑπὲρ τῶν πολεμίων. οὔκουν οὔτʼ Ὀλυνθίοις προεῖπεν ἃ ἐβούλετο, πρὶν ὥσπερ τι νόσημα αὐτῶν καὶ δὴ τῶν σωμάτων ἥπτετο, εἴς τε Φωκέας