οὔτε Φιλίππου θαυμάσαι τις ἂν, ὦ ἄνδρες Θηβαῖοι, τὰ εἰωθότα πράττοντος· πολὺ γὰρ πλείους ἐξαπατῶν ἢ τοῖς ὅπλοις κεχείρωται, ὃ καὶ νῦν καθʼ ὑμῶν ἐλπίζων πάρεστιν· ὅ τε δῆμος ὁ τῶν Ἀθηναίων τὴν εἰωθυῖαν ἑαυτῷ καὶ πάτριον τάξιν φυλάττων ἀπέστειλεν ἡμᾶς δεῦρο, εἰ μὲν ἀγνοεῖτε, ἐν ὅτοις εἴητε διδάξοντας, εἰ δʼ ἐπίστασθε, ὑφεξομένους τὴν βοήθειαν καὶ νὴ Δία δείξοντας ὁμοῦ τοῖς λόγοις. ὑμέτερον δʼ ἐστὶ μὴ χείρους γενέσθαι τῆς τύχης, μηδʼ ὅσα μὲν καθʼ ὑμῶν ὁ καιρὸς ἔχει συγκαταστῆσαι κύρια, ἃ δʼ ἀντίρροπα τούτων ὑπάρχει προεμένους ὕστερον ζητεῖν. ἓν μὲν οὖν εὖ ποιῶν ὡμολόγηκε Φίλιππος, τὰ πολλὰ ταῦτα καὶ θαυμαστὰ ἃ διεξῄεσαν ἀρτίως οἱ πρέσβεις, αὐτοῦ χάριν, οὐχ ὑμῶν εἰργάσθαι· οὐ γὰρ ἂν ἐνταῦθʼ ἔληγεν οὐδʼ ᾔτει ταῦθʼ ἅπερ νυνί. ὑμεῖς δʼ εἰ μὲν ἴσα ἀντʼ ἴσων ἀποδώσειν μέλλετε, οὐ νεμεσῶμεν, ἀλλʼ ἔστω ταυτὸν ἐκείνῳ τὸ δοκοῦν καὶ ὑμῖν δίκαιον· εἰ δʼ ἡ χάρις δουλεύειν ἐστὶν, οὐδέτερόν μοι δοκῶ γιγνώσκειν, οὔθʼ ὁποῖον τοιοῦτον ἐκεῖνος ὑμᾶς εὖ πεποίηκεν οὔθʼ ὅ τι τοσοῦτον μέμψασθε ὑμῖν αὐτοῖς, ὥστε τοσαύτην ἐθελοντὰς δοῦναι δίκην. σκέψασθε δʼ εὐθὺς ἀπʼ αὐτοῦ τούτου τὸ διάφορον τῆς πρεσβείας ἑκατέρας. Φίλιππος μὲν γὰρ ἀπέσταλκεν, αὑτῷ βοηθεῖν ἀξιῶν ὑμᾶς, ἡμεῖς δʼ ἥκομεν αὐτοὶ βοηθεῖν ὑμῖν ἐθέλοντες, ἐὰν δέχησθε. ὅτι δʼ οὐδὲν καινὸν οὐδʼ ἔξω τῶν εἰωθότων πράττομεν, ἕν τι τῶν πᾶσι γνωρίμων ἀναμνήσθητε. ὅτε γὰρ πρῶτον ἀπηλλάγητε Λακεδαιμονίων μετὰ τὴν πολλὴν ἐκείνην φιλίαν καὶ συνήθειαν, ἣν οὐχ ὑμεῖς ἐλύσατε, ἀλλʼ ἐκεῖνοι, ταυτὸν Φιλίππῳ διανοηθέντες περὶ ὑμῶν, τότε τῶν πάντων Ἑλλήνων οὐδεὶς, οὔθʼ ὅσοι τὴν Εὐρώπην οἰκοῦσι λέγω οὔθʼ ὅσοι τὴν Ἀσίαν, μεθʼ ὑμῶν ἐγένοντο πλὴν ἡμῶν τουτωνί· τοσοῦτον εἰς τὸ πρόσω προβέβηκε τὸ νῦν παρόν. τότε μὲν γὰρ ὑμῶν ἐλθόντων ὡς ἡμᾶς ὑπηκούσαμεν, νυνὶ δʼ ἥκομεν αὐτεπάγγελτοι, τὴν τῶν παρʼ ὑμῶν συμβούλων τάξιν εἰληφότες, εἰ δὲ βούλεσθε, προειληφότες. τοσοῦτον γὰρ ἡμῖν εἶναι δοκεῖ τὸ περιὸν τῶν φόβων ἁπάσῃ τῇ Ἑλλάδι ὥστε ἀγαπητὸν ποιούμεθα, εἰ καὶ προσδεηθείς τις οἷός τε ἔσται πεῖσαι τοὺς ὑπολοίπους ἐθελῆσαι σωθῆναι. καὶ ταῦτʼ οὐ νῦν πρῶτον γιγνώσκομεν, ἀλλὰ καὶ κατὰ τὴν τοῦ βαρβάρου τὸ πάλαι στρατείαν ἅπαντας ὅσους οἷοί τʼ ἦμεν ἐπηγείραμεν, καὶ οὐκ ᾐσχυνόμεθα ὑπὲρ τῶν κοινῇ συμφερόντων δεόμενοι. πρὸς μὲν οὖν τοὺς ταὐτὰ γιγνώσκοντας ἡμῖν βραχὺς ἀρκεῖ λόγος καὶ τοσοῦτος ἴσως, ὅτι τοὺς ἱππέας καὶ τοὺς ὁπλίτας κατελείπομεν· πρὸς δὲ τοὺς οὔπω τοῦ μέλλοντος οὐδὲν ἐνθυμουμένους, ἀλλʼ ἔτι τῆς ἀπάτης καὶ τῶν ἐλπίδων ὄντας, ἓν μὲν ἐκεῖνο λέγω, ὅτι καὶ τοὺς λόγους αὐτοὺς βλάβος ἡγοῦμαι τοῖς πράγμασιν, εἰ μή τις αὐτοὺς ὡς εἰς ἐλάχιστον καταστήσει· ἔπειθʼ ὅσα καιρὸς ἤδη δίειμι. εἰ μὲν ἐν ὑμῖν πρώτοις ὁ Φίλιππος ἐκρίνετο, τῶν μὲν ἄλλων Ἑλλήνων εὐτύχημʼ ἂν ἦν· τοῦτο δʼ ὑμῖν ἴσως εἶχε κίνδυνον, οὐχὶ προειδόσιν οὐδʼ ἑορακόσιν ἔξω τὸν τρόπον αὐτοῦ. νῦν δὲ τὰ τῶν ἄλλων πταίσματα ὑμῖν ἐν εὐτυχίας γενέσθω μέρει, καὶ τοὺς λόγους τοὺς παρʼ ἀμφοτέρων ἀνελόντες τοῖς ἔργοις τοῖς ἐκείνου πιστεύσατε. ὡς μὴ ὤφελε μὲν τοιαῦτα ὑπάρχειν τοῖς Ἕλλησιν ἀπʼ ἀλλήλων παραδείγματα, ἀλλὰ πάντας ἐν ἡσυχίᾳ μετʼ εὐδαιμονίας τὰς πόλεις οἰκεῖν. τὸ δὲ μηδʼ ἐξ ὧν ἑοράκαμεν ἀξιοῦν πεπαιδεῦσθαι πᾶσα ἂν εἴη συμφορά. ἦν ὅτʼ ἦσαν Ὀλύνθιοι. τούτοις πῶς ἐχρῆτο Φίλιππος; ἐγὼ μὲν οἶμαι φιλανθρωπότερον ἢ ʼκείνοις ἦν δεομένοις. καὶ πάντα μὲν τίς ἂν εἴποι; ἀλλʼ εἶχον μὲν τὸν Ἀνθεμοῦντα τῆς ἐκείνου χώρας, οὗ μηδʼ ἐπιβῆναι πρόσθεν αὐτοῖς ἦν. οὕτω δὲ πλείω