σαφῶς εἴσεσθε. οὔτε Θηβαίοις ἔνεστι δή που βοηθεῖν κατὰ τοῦτον τὸν λόγον, ἐπερσίκασι γάρ· οὔτε Λακεδαιμονίοις, ὅτι καὶ αὐτοὶ τὰ τοῦ Πέρσου κακὰ ζηλοῦσι, καὶ τῆς ἐκείνου πονηρίας καὶ ἀπιστίας κληρονόμους εἶναι προσῆκον οὐδαμῶς ὑμῖν ἐστιν. οὔτε γὰρ δή που μισεῖν τὴν Ἑλλάδα φήσαιτʼ ἂν, ὥστε ὡς ἀσθενεστάτην ζητεῖν ποιεῖν ὥσπερ ἐκεῖνος, οὔτʼ ἀνεκτὸν μεταβαλλομένους φαίνεσθαι. τὸ δʼ ἐπὶ σφῶν αὐτῶν ἐᾶσαι κριθῆναι τοὺς διενηνεγμένους ἀνεπίφθονον, καὶ οὐδʼ ἂν εἷς ὑμῖν νεμεσήσαι. εἶτα καὶ βασιλεὺς μὲν οὐκ αὐτὸς καταβαίνων, οὐδὲ τῷ σώματι κινδυνεύων, ἀλλʼ ἀπὸ χρημάτων συνετέλει τοῖς πράγμασι πολλῶν εὐπορῶν, καὶ ὕπαρχον κατέπεμψεν ἂν, ὄντων οὐκ ὀλίγων αὐτῷ· καὶ ταῦτʼ ἦν ὁ τοῦ βασιλέως πόλεμος, Φαρνάβαζος, Πισσούθνης, Τισσαφέρνης, ψευδολογία, χρυσίον, τὰ τοιαῦτα. ἡμεῖς δʼ εἰ πρὸς τοὺς ἑτέρους ἐπικλίναιμεν, τοῦθʼ ὃ ἐκεῖνος διὰ τούτων ἐφυλάττετο πεισόμεθα. ὁ μὲν γὰρ ὅπως μὴ διʼ αὑτοῦ ποτε κινδυνεύσῃ προεωρᾶτο, καὶ διὰ τοῦτο πόρρωθεν ἔτριβε τὰ πράγματα· ἡμεῖς δʼ αὐτῷ τοὐναντίον τοῖς σώμασι καὶ τῇ χώρᾳ καὶ πάσαις ὡς εἰπεῖν ταῖς ἀφορμαῖς ἀποκινδυνεύσομεν. οὐ γὰρ ἔστι διʼ ἄλλων πολεμεῖν ἡμῖν, οὐδʼ ἄνω τοῦ πολέμου καθημένοις ἐπαρκεῖν τοῖς πράγμασιν, οὐδʼ ἐξ ἀκοῆς εἰδέναι περὶ αὐτῶν, οὐδʼ ἐκ περιουσίας, οὐδʼ ἐν τρυφῆς μέρει μετέχειν τῶν γιγνομένων, μέτρῳ τῇ βουλήσει χρωμένους, ἀλλὰ παρεῖναι δεῖ καὶ συμπονεῖν, καὶ μηδὲν ἔλαττον τῶν ἐξ ἀρχῆς συμπεπτωκότων κινδυνεύειν, οὐχ ὕπαρχον ὅταν βουλώμεθα ἀποστεῖλαι. καὶ γὰρ εἰ καὶ χρήμασιν, ἔστι μὲν οὐδαμοῦ τοσαῦθʼ ἡμῖν ὥστʼ ἐγχωρεῖν ἀπαλλοτριοῦν εἰς τοσαύτην χρείαν· εἰ δʼ οὖν καὶ τοῦτον τὸν τρόπον τοῖς ἑτέροις συντελέσαιμεν, οὐκ ἔστʼ εἰπεῖν Σοῦσα οὐδʼ Ἐκβάτανα εἶναι, οὐδʼ ἀποκρύψαι δεῖν τὴν θάλατταν ἐτησίαν ὁδὸν βαδίζοντας, ἀλλὰ μιᾶς ἡμέρας καὶ δυοῖν ὁδός ἐστι, τοῖς ἀδικηθεῖσιν ἐμβαλεῖν καὶ ἄγειν καὶ φέρειν ἡμᾶς, ὥστʼ ἐκ τούτων ἀνάγκην εἰς χεῖρας ἐλθεῖν εἶναι· τοῦτο δʼ ἐστὶ τἀκ τῆς δυσπραξίας πράγματα. ἐκέλευον δʼ ἂν καὶ αὐτὸς τοῖς Λακεδαιμονίοις ἐπικουρεῖν τῷ τὰ τῶν Θηβαίων ὑπεραίρειν, εἰ μὴ ὅσον πλήθει καὶ ἰσχύϊ τούτους περιεῖναι, τοσοῦτον ἐκείνους ἐπεπείσμην ἀνοίσειν ἀσκήσει. εἰ μὲν γὰρ ἐξ ἴσου καθειστήκεσαν, περὶ τῶν Θηβαίων ἔγωγʼ ἂν ἔδεισα ὡς ἀσθενεστέρων, ἐπεὶ δʼ οἱ Θηβαῖοι καλῶς ποιοῦντες παρεληλύθασιν, ἴσας ἔχειν λαβὰς τὸν πόλεμον ἡγοῦμαι· ἐνεῖναι γὰρ καὶ παρὰ Λακεδαιμονίοις καὶ ὑστέροις ὁρμηθεῖσι μεταδιῶξαι. συνέξει δὴ τὸν πόλεμον καὶ ποιήσει τριβὴν τὸ τοὺς μὲν οἷς κατωρθώκασιν ἐπαιρομένους ἐπὶ πᾶν ἀφικέσθαι ζητεῖν, τοὺς δʼ αὖ Λακεδαιμονίους ἀρετῇ καὶ φρονήματι κρείττους ἀξιοῦντας εἶναι μηδὲν πλέον ἂν τούτων ὑπομεῖναι παραδέξασθαι. εἰ δὲ δή τινων ἔργον δεῖ μιμήσασθαι, τὸ Ἀργείων καλὸν, οἳ παρὰ τὸν πόλεμον τὸν ἡμέτερον καὶ Λακεδαιμονίων τούτων ἡσυχίαν ἄγοντες καὶ νεότητι καὶ κατασκευῇ τῆς χώρας καὶ τοῖς πᾶσιν εὐθένησαν, ἕως συνεφαψάμενοι τῶν πραγμάτων προήκαντο τὴν ὑπάρχουσαν εὐδαιμονίαν καὶ ὁ δῆμος αὐτῶν τότε κατελύθη, καὶ πάλιν ἄλλʼ ἠκολούθησε κακά. πάντα γὰρ ὡς εἰπεῖν οἱ πόλεμοι φύουσι, πολιτειῶν καταλύσεις, φιλονεικίας, βλάβας, ἃς οὐδʼ ἂν προΐδοιτό τις παντοδαπὰς, ὧν εἴ τινες ἀνθρώπων καὶ ἡμεῖς ἐμπείρως ἐσχηκότες ἐν φυλακῇ δικαίως ἂν εἴημεν. ἀκούω δὲ καὶ τοὺς προγόνους ἡμῶν τοὺς ἐπʼ ἐκείνων τῶν καιρῶν ἀποστῆναι Σαλαμῖνος Μεγαρεῦσι χρόνον ἔστιν ὃν, κἄν τις εἴπῃ κομίζεσθαι, τεθνάναι ψήφισμα ποιήσασθαι. ὅπου δὲ καὶ τῶν οἰκείων παραχωρῆσαι καὶ προέσθαι ἔσθʼ ὅτε δεῖ καὶ συμφέρει, πῶς ἀλλοτρίων γε κακῶν ἄξιον κληρονομῆναι , καὶ τούτων μὲν ἂν τῶν νῦν καλούντων ἡμᾶς πικρῶς ἔχειν τοῖς ἐμβάλλουσιν εἰς τὴν Ἀττικὴν, εἰ τοῦθʼ ὁποτέροις οὖν αὐτῶν ἐπῆλθε ποιῆσαι, αὐτοὺς δʼ εἰς πόλεμον καὶ ταραχὴν ἀκατάστατον ἡμᾶς αὐτοὺς ἐμβαλεῖν εἰκῆ, καὶ ταῦτʼ εἰδότας ὡς ἄρξασθαι μὲν πολέμου ῥᾴδιον, ἀπαλλαγῆναι δὲ οὐδὲν οὕτω χαλεπόν; οἱ γὰρ πολλοὶ τῶν ἀνθρώπων αἱροῦνται μὲν τοὺς κινδύνους αὑτῶν ὄντες κύριοι, φεύγουσι δʼ ἐπʼ ἄλλοις γενόμενοι· τούτων δʼ οὐδέτερον εὖ φρονούντων ἐστίν. ἡμῖν δὲ συχνὸν μὲν χρόνον ἡ χώρα κεκάκωται, πολὺν δʼ