πεποιήκασι τὴν πόλιν δεῖ σκοπεῖν, οὐκ ἀξιῶ Θηβαίων μὲν τὰς εὐεργεσίας λέγειν, Λακεδαιμονίων δὲ τὰ ἀδικήματα, οὐδʼ αὖ τοὐναντίον, ἀλλʼ ἀμφοτέρων ὅσʼ εὖ πεποιήκασι λέγειν. εἰ δὲ τὴν ἀγνωμοσύνην αὐτῶν ἐξετάζειν δεῖ, μὴ τὴν μὲν τῶν ἑτέρων ἐπιδεικνύναι, τὴν δὲ τῶν ἑτέρων ἐπικρύπτειν ἐν οἷς εὖ πεποιήκασιν, ἀλλʼ ἐπειδήπερ ἀμφοτέροις τὰ καὶ τὰ ὑπάρχει, δυοῖν θάτερον, ἢ ὡς εὐεργέτας ὄντας ἀμφοτέρους μηδετέρους ἀδικῶμεν, ἢ κακόνους ἀμφοτέρους κρίναντες μηδετέροις βοηθῶμεν. καὶ μὴν εἴ γε ἀμφοτέροις ἀποδοῦναι δεῖ τὴν ἀξίαν, διʼ ἃ μὲν ἠδικήκασιν ἡμᾶς τὸ μὴ τυχεῖν τῆς βοηθείας, ἀνθʼ ὧν δʼ εὖ πεποιήκασι τὸ μὴ κακῶς παθεῖν ἑκατέροις ὑπαρχέτω, καὶ οὕτως πρὸς ἄμφω καλῶς ὑμῖν ἐσκέψεται. ἂν δʼ ἐπὶ τούτους ἢ ʼκείνους ἀποκλίνητε, οὐδετέροις δικαίως χρήσεσθε, τοὺς μὲν ὄντων ὧν ἠδικήκασιν εὖ ποιοῦντες, τοὺς δὲ ὄντων ὧν εὐεργετήκασι διαφθείραντες, παρὸν ταμιεύσασθαι τὸ δίκαιον, καὶ τοσοῦτον τῆς περὶ τοὺς ἑτέρους σπουδῆς ἀφελεῖν, ὅσον οὐ δεῖ τοὺς ἑτέρους μισοῦντας ὑπερβάλλειν. εἰ δὲ δεῖ καὶ τοῦτʼ εἰπεῖν, ἡγοῦμαι Θηβαίοις μὲν ἡμᾶς ὧν οὐ συνεισέβαλλον Λακεδαιμονίοις καὶ ὧν Θρασύβουλον ἐδέξαντο ἀποδεδωκέναι χάριν αὐτάρκη, Λύσανδρον ἀποκτείναντας καὶ τἄλλα ὅσα σύνιστε συμπράξαντας· Λακεδαιμονίοις δʼ ἀντὶ τῆς ψήφου νῦν ἀποδοῦναι δεῖν τὴν χάριν, τὸ παρὸν μετὰ Θηβαίων ἀνελεῖν αὐτοὺς μὴ ποιῆσαι τοῦτο· καὶ τοῖς μὲν τοσοῦτον ἰσχῦσαι τὴν συμμαχίαν, ὅσον μὴ τοῖς Λακεδαιμονίοις ὑμᾶς προσθέσθαι, Λακεδαιμονίοις δὲ τοσοῦτον τὴν τότε εὐγνωμοσύνην, ὅσον μὴ καὶ νῦν ὑμᾶς μετὰ Θηβαίων γενέσθαι. ἀνισοῖ δʼ αὐτοὺς κἀκεῖνο, ὅτι οὔτε Λακεδαιμονίοις εὔλογον βοηθεῖν, ἐπειδήπερ τὰς πίστεις παρέβησαν, οὔτε Θηβαίοις, ἐπειδήπερ ἔχουσιν ἰσχυρὰν ἤδη παρʼ αὐτῶν τὴν δίκην. οὔτʼ οὖν ἐκείνοις συνεπεμβῆναι καλὸν οὔτε τούτους κωλῦσαι δικαίως ἀγανακτοῦντας. ἐξερήσομαι δὲ τοὺς ὑπὲρ ἑκατέρων εἰρηκότας χωρὶς οὕτως. ἄνδρες, οἳ Λακεδαιμονίοις συνείπατε, τί σπουδάζετε; βούλεσθε μὴ λαβεῖν τοὺς Θηβαίους τὴν συμμαχίαν, μηδὲ παθεῖν μηδὲν ὑφʼ ἡμῶν ἄγνωμον τοὺς Λακεδαιμονίους; ἐγὼ τούτου συνήγορος ὑμῖν. φέρε δὴ πάλιν· ἄνδρες οἱ Θηβαίοις συνειρηκότες βούλεσθε μηδὲν ἐμποδὼν γενέσθαι Θηβαίοις, μηδʼ ἐπὶ Λακεδαιμονίους ἡμᾶς ἀποκλῖναι; σύμψηφος ὑμῖν ἐγώ. καὶ τί κεκράγαμεν εἰκῆ καὶ φιλονεικοῦμεν, οὕτω κοινοῦ καὶ δικαίου πεφηνότος διαλλακτοῦ; ἀλλʼ οὐκ ἀπόχρη τὸ μέσον τοῦ πολεμεῖν τούτοις γε· εἰ δὲ μὴ ὑμῖν, ἕτερος λόγος. καὶ μὴν εἰ τριῶν ὄντων διὰ σπουδῆς ἑκατέροις ὑμῖν, ἑνὸς μὲν τοῦ μὴ κακῶς παθεῖν οὓς ᾕρησθε, ἑτέρου δὲ τοῦ μὴ τοὺς ἐναντίους εὖ, τρίτου δʼ ὅπως μείζους οὓς προῄρησθε ποιήσετε, τοῦτʼ ἀφαιρῶν, ἐκείνων ἔχομαι, πῶς οὖν οὐ διπλάσιον κοινωνῶ τῆς γνώμης ὑμῖν ἢ καθʼ ὅσον διέστηκα; προσθήσω δʼ ὅτι καὶ κατὰ ταῦτα κοινωνῶ καθʼ ἃ καὶ ὑμεῖς αὐτοὶ βελτίους φήσαιτʼ ἂν εἶναι. πῶς γὰρ οὐ βέλτιον κοινῶς τὸ τῇ πόλει συμφέρον ζητεῖν ἢ χάριτός τινος ἢ δυσμενείας ἤδη προσάπτεσθαι; εἶτα ἃ τοῖς ἑτέροις ἐπιτιμᾶτε ἑκάτεροι, ταῦτα αὐτοὶ ποιεῖτε. οὐκ ἐᾶτε λέγειν τὰς εὐεργεσίας, αὐτοὶ δʼ ὧν ᾕρησθε διέξιτε. ἀπολογεῖσθε ὑπὲρ τῶν ἐγκλημάτων, εἶτα κατηγορεῖτε. ἐγὼ μὲν οὖν, ὦ Ἀθηναῖοι, πρὸς τῷ μηδὲν ἐναντίον ἐμαυτῷ ποιεῖν καὶ τούτοις σύμψηφός εἰμι· οὗτοι δʼ ὁμοῦ μὲν αὐτοὶ τοῖς αὑτῶν ἑκάτεροι, ὁμοῦ δὲ τοῖς ἑτέροις τἀναντία φαίνονται λέγοντες. πρὸς δὲ οὐκ οἶδʼ ὅπως κἀμοὶ τῷ μηδετέροις διαφερομένῳ, καθʼ ὃ γοῦν ὡμογνωμόνηκα, εἶναι δεῖ μέρος. εἰς μὲν γὰρ τὸ βοηθεῖν ἀμφοτέροις κελεύειν οὐκ ἔνεστι δήπουθεν ἐλθεῖν τὴν συνηγορίαν. πῶς γάρ; εἰς δὲ τὸ μηδετέροις ἐπελθεῖν ὁ τοῦ συνηγόρου λοιπὸν τόπος ἐκπέπτωκε. καὶ γὰρ οὗτοι καὶ αὑτοὺς ἑκάτεροι τοῖς ἑτέροις συστρατεύεσθαι κωλύουσιν. οὐδὲν οὖν ἄλλο ἐστὶν οὑμὸς λόγος ἢ ὥσπερ τινὸς ἀντιγραφέως ἀνάγνωσις συντεθεικότος ἑξῆς τὴν ἑκατέρων ῥῆσιν καὶ μίαν ἐκ δυοῖν πεποιηκότος. ἀλλὰ μὴν τό γε τοῦ βασιλέως, μέμνησθε γὰρ δή που λεχθὲν ἀρτίως γε, οὐδετέροις ἡμᾶς βοηθεῖν ἐᾷ μᾶλλον ἤπερ προτρέπει τοῖς ἑτέροις· ὅ τι δʼ ἐστὶν ὅ φημι